Complete Works of Xenophon (Illustrated) (Delphi Ancient Classics) (195 page)

BOOK: Complete Works of Xenophon (Illustrated) (Delphi Ancient Classics)
10.37Mb size Format: txt, pdf, ePub

[7.2.1]
Νέων δὲ ὁ Ἀσιναῖος καὶ Φρυνίσκος ὁ Ἀχαιὸς καὶ Φιλήσιος ὁ Ἀχαιὸς καὶ Ξανθικλῆς ὁ Ἀχαιὸς καὶ Τιμασίων ὁ Δαρδανεὺς ἐπέμενον ἐπὶ τῆι στρατιᾶι, καὶ εἰς κώμας τῶν Θραικῶν προελθόντες τὰς κατὰ Βυζάντιον ἐστρατοπεδεύοντο.
[7.2.2]
καὶ οἱ στρατηγοὶ ἐστασίαζον, Κλεάνωρ μὲν καὶ Φρυνίσκος πρὸς Σεύθην βουλόμενοι ἄγειν· ἔπειθε γὰρ αὐτούς, καὶ ἔδωκε τῶι μὲν ἵππον, τῶι δὲ γυναῖκα· Νέων δὲ εἰς Χερρόνησον, οἰόμενος, εἰ ὑπὸ Λακεδαιμονίοις γένοιντο, παντὸς ἂν προεστάναι τοῦ στρατεύματος· Τιμασίων δὲ προυθυμεῖτο πέραν εἰς τὴν Ἀσίαν πάλιν διαβῆναι, οἰόμενος ἂν οἴκαδε κατελθεῖν.
[7.2.3]
καὶ οἱ στρατιῶται ταὐτὰ ἐβούλοντο. διατριβομένου δὲ τοῦ χρόνου πολλοὶ τῶν στρατιωτῶν, οἱ μὲν τὰ ὅπλα ἀποδιδόμενοι κατὰ τοὺς χώρους ἀπέπλεον ὡς ἐδύναντο, οἱ δὲ καὶ εἰς τὰς πόλεις κατεμίγνυντο.
[7.2.4]
Ἀναξίβιος δ᾽ ἔχαιρε ταῦτα ἀκούων, διαφθειρόμενον τὸ στράτευμα· τούτων γὰρ γιγνομένων ὤιετο μάλιστα χαρίζεσθαι Φαρναβάζωι.
[7.2.5]
ἀποπλέοντι δὲ Ἀναξιβίωι ἐκ Βυζαντίου συναντᾶι Ἀρίσταρχος ἐν Κυζίκωι διάδοχος Κλεάνδρωι Βυζαντίου ἁρμοστής· ἐλέγετο δὲ ὅτι καὶ ναύαρχος διάδοχος Πῶλος ὅσον οὐ παρείη ἤδη εἰς Ἑλλήσποντον.
[7.2.6]
καὶ Ἀναξίβιος τῶι μὲν Ἀριστάρχωι ἐπιστέλλει ὁπόσους ἂν εὕρηι ἐν Βυζαντίωι τῶν Κύρου στρατιωτῶν ὑπολελειμμένους ἀποδόσθαι· ὁ δὲ Κλέανδρος οὐδένα ἐπεπράκει, ἀλλὰ καὶ τοὺς κάμνοντας ἐθεράπευεν οἰκτίρων καὶ ἀναγκάζων οἰκίαι δέχεσθαι· Ἀρίσταρχος δ᾽ ἐπεὶ ἦλθε τάχιστα, οὐκ ἐλάττους τετρακοσίων ἀπέδοτο.
[7.2.7]
Ἀναξίβιος δὲ παραπλεύσας εἰς Πάριον πέμπει παρὰ Φαρνάβαζον κατὰ τὰ συγκείμενα. ὁ δ᾽ ἐπεὶ ἤισθετο Ἀρίσταρχόν τε ἥκοντα εἰς Βυζάντιον ἁρμοστὴν καὶ Ἀναξίβιον οὐκέτι ναυαρχοῦντα, Ἀναξιβίου μὲν ἠμέλησε, πρὸς Ἀρίσταρχον δὲ διεπράττετο τὰ αὐτὰ περὶ τοῦ Κύρου στρατεύματος ἅπερ πρὸς Ἀναξίβιον.
[7.2.8]
ἐκ τούτου ὁ Ἀναξίβιος καλέσας Ξενοφῶντα κελεύει πάσηι τέχνηι καὶ μηχανῆι πλεῦσαι ἐπὶ τὸ στράτευμα ὡς τάχιστα, καὶ συνέχειν τε αὐτὸ καὶ συναθροίζειν τῶν διεσπαρμένων ὡς ἂν πλείστους δύνηται, καὶ παραγαγόντα εἰς τὴν Πέρινθον διαβιβάζειν εἰς τὴν Ἀσίαν ὅτι τάχιστα· καὶ δίδωσιν αὐτῶι τριακόντορον καὶ ἐπιστολὴν καὶ ἄνδρα συμπέμπει κελεύσοντα τοὺς Περινθίους ὡς τάχιστα Ξενοφῶντα προπέμψαι τοῖς ἵπποις ἐπὶ τὸ στράτευμα.
[7.2.9]
καὶ ὁ μὲν Ξενοφῶν διαπλεύσας ἀφικνεῖται ἐπὶ τὸ στράτευμα· οἱ δὲ στρατιῶται ἐδέξαντο ἡδέως καὶ εὐθὺς εἵποντο ἄσμενοι ὡς διαβησόμενοι ἐκ τῆς Θράικης εἰς τὴν Ἀσίαν.
[7.2.10]
ὁ δὲ Σεύθης ἀκούσας ἥκοντα πάλιν πέμψας πρὸς αὐτὸν κατὰ θάλατταν Μηδοσάδην ἐδεῖτο τὴν στρατιὰν ἄγειν πρὸς ἑαυτόν, ὑπισχνούμενος αὐτῶι ὅ τι ὤιετο λέγων πείσειν. ὁ δ᾽ ἀπεκρίνατο ὅτι οὐδὲν οἷόν τε εἴη τούτων γενέσθαι. καὶ ὁ μὲν ταῦτα ἀκούσας ὤιχετο.
[7.2.11]
οἱ δὲ Ἕλληνες ἐπεὶ ἀφίκοντο εἰς Πέρινθον, Νέων μὲν ἀποσπάσας ἐστρατοπεδεύσατο χωρὶς ἔχων ὡς ὀκτακοσίους ἀνθρώπους· τὸ δ᾽ ἄλλο στράτευμα πᾶν ἐν τῶι αὐτῶι παρὰ τὸ τεῖχος τὸ Περινθίων ἦν.
[7.2.12]
μετὰ ταῦτα Ξενοφῶν μὲν ἔπραττε περὶ πλοίων, ὅπως ὅτι τάχιστα διαβαῖεν. ἐν δὲ τούτωι ἀφικόμενος Ἀρίσταρχος <ὁ> ἐκ Βυζαντίου ἁρμοστής, ἔχων δύο τριήρεις, πεπεισμένος ὑπὸ Φαρναβάζου τοῖς τε ναυκλήροις ἀπεῖπε μὴ διάγειν ἐλθών τε ἐπὶ τὸ στράτευμα τοῖς στρατιώταις εἶπε μὴ περαιοῦσθαι εἰς τὴν Ἀσίαν.
[7.2.13]
ὁ δὲ Ξενοφῶν ἔλεγεν ὅτι Ἀναξίβιος ἐκέλευσε καὶ ἐμὲ πρὸς τοῦτο ἔπεμψεν ἐνθάδε. πάλιν δ᾽ Ἀρίσταρχος ἔλεξεν· Ἀναξίβιος μὲν τοίνυν οὐκέτι ναύαρχος, ἐγὼ δὲ τῆιδε ἁρμοστής· εἰ δέ τινα ὑμῶν λήψομαι ἐν τῆι θαλάττηι, καταδύσω. ταῦτ᾽ εἰπὼν ὤιχετο εἰς τὸ τεῖχος. τῆι δ᾽ ὑστεραίαι μεταπέμπεται τοὺς στρατηγοὺς καὶ λοχαγοὺς τοῦ στρατεύματος.
[7.2.14]
ἤδη δὲ ὄντων πρὸς τῶι τείχει ἐξαγγέλλει τις τῶι Ξενοφῶντι ὅτι εἰ εἴσεισι, συλληφθήσεται καὶ ἢ αὐτοῦ τι πείσεται ἢ καὶ Φαρναβάζωι παραδοθήσεται. ὁ δὲ ἀκούσας ταῦτα τοὺς μὲν προπέμπεται, αὐτὸς δὲ εἶπεν ὅτι θῦσαί τι βούλοιτο.
[7.2.15]
καὶ ἀπελθὼν ἐθύετο εἰ παρεῖεν αὐτῶι οἱ θεοὶ πειρᾶσθαι πρὸς Σεύθην ἄγειν τὸ στράτευμα. ἑώρα γὰρ οὔτε διαβαίνειν ἀσφαλὲς ὂν τριήρεις ἔχοντος τοῦ κωλύσοντος, οὔτ᾽ ἐπὶ Χερρόνησον ἐλθὼν κατακλεισθῆναι ἐβούλετο καὶ τὸ στράτευμα ἐν πολλῆι σπάνει πάντων γενέσθαι ἔνθα πείθεσθαι μὲν ἀνάγκη τῶι ἐκεῖ ἁρμοστῆι, τῶν δὲ ἐπιτηδείων οὐδὲν ἔμελλεν ἕξειν τὸ στράτευμα.
[7.2.16]
καὶ ὁ μὲν ἀμφὶ ταῦτ᾽ εἶχεν· οἱ δὲ στρατηγοὶ καὶ οἱ λοχαγοὶ ἥκοντες παρὰ τοῦ Ἀριστάρχου ἀπήγγελλον ὅτι νῦν μὲν ἀπιέναι σφᾶς κελεύει, τῆς δείλης δὲ ἥκειν· ἔνθα καὶ δήλη μᾶλλον ἐδόκει ἡ ἐπιβουλή.
[7.2.17]
ὁ οὖν Ξενοφῶν, ἐπεὶ ἐδόκει τὰ ἱερὰ καλὰ εἶναι αὐτῶι καὶ τῶι στρατεύματι ἀσφαλῶς πρὸς Σεύθην ἰέναι, παραλαβὼν Πολυκράτην τὸν Ἀθηναῖον λοχαγὸν καὶ παρὰ τῶν στρατηγῶν ἑκάστου ἄνδρα πλὴν παρὰ Νέωνος ὧι ἕκαστος ἐπίστευεν ὤιχετο τῆς νυκτὸς ἐπὶ τὸ Σεύθου στράτευμα ἑξήκοντα στάδια.
[7.2.18]
ἐπεὶ δ᾽ ἐγγὺς ἦσαν αὐτοῦ, ἐπιτυγχάνει πυροῖς ἐρήμοις. καὶ τὸ μὲν πρῶτον ὤιετο μετακεχωρηκέναι ποι τὸν Σεύθην· ἐπεὶ δὲ θορύβου τε ἤισθετο καὶ σημαινόντων ἀλλήλοις τῶν περὶ Σεύθην, κατέμαθεν ὅτι τούτου ἕνεκα τὰ πυρὰ κεκαυμένα εἴη τῶι Σεύθηι πρὸ τῶν νυκτοφυλάκων, ὅπως οἱ μὲν φύλακες μὴ ὁρῶιντο ἐν τῶι σκότει ὄντες μήτε ὁπόσοι μήτε ὅπου εἶεν, οἱ δὲ προσιόντες μὴ λανθάνοιεν, ἀλλὰ διὰ τὸ φῶς καταφανεῖς εἶεν·
[7.2.19]
ἐπεὶ δὲ ἤισθετο, προπέμπει τὸν ἑρμηνέα ὃν ἐτύγχανεν ἔχων, καὶ εἰπεῖν κελεύει Σεύθηι ὅτι Ξενοφῶν πάρεστι βουλόμενος συγγενέσθαι αὐτῶι. οἱ δὲ ἤροντο εἰ ὁ Ἀθηναῖος ὁ ἀπὸ τοῦ στρατεύματος.
[7.2.20]
ἐπειδὴ δὲ ἔφη οὗτος εἶναι, ἀναπηδήσαντες ἐδίωκον· καὶ ὀλίγον ὕστερον παρῆσαν πελτασταὶ ὅσον διακόσιοι, καὶ παραλαβόντες Ξενοφῶντα καὶ τοὺς σὺν αὐτῶι ἦγον πρὸς Σεύθην.
[7.2.21]
ὁ δ᾽ ἦν ἐν τύρσει μάλα φυλαττόμενος, καὶ ἵπποι περὶ αὐτὴν κύκλωι ἐγκεχαλινωμένοι· διὰ γὰρ τὸν φόβον τὰς μὲν ἡμέρας ἐχίλου τοὺς ἵππους, τὰς δὲ νύκτας ἐγκεχαλινωμένοις ἐφυλάττετο.
[7.2.22]
ἐλέγετο γὰρ καὶ πρόσθεν Τήρης ὁ τούτου πρόγονος ἐν ταύτηι τῆι χώραι πολὺ ἔχων στράτευμα ὑπὸ τούτων τῶν ἀνδρῶν πολλοὺς ἀπολέσαι καὶ τὰ σκευοφόρα ἀφαιρεθῆναι· ἦσαν δ᾽ οὗτοι Θυνοί, πάντων λεγόμενοι εἶναι μάλιστα νυκτὸς πολεμικώτατοι.
[7.2.23]
ἐπεὶ δ᾽ ἐγγὺς ἦσαν, ἐκέλευσεν εἰσελθεῖν Ξενοφῶντα ἔχοντα δύο οὓς βούλοιτο. ἐπειδὴ δ᾽ ἔνδον ἦσαν, ἠσπάζοντο μὲν πρῶτον ἀλλήλους καὶ κατὰ τὸν Θράικιον νόμον κέρατα οἴνου προύπινον· παρῆν δὲ καὶ Μηδοσάδης τῶι Σεύθηι, ὅσπερ ἐπρέσβευεν αὐτῶι πάντοσε.
[7.2.24]
ἔπειτα δὲ Ξενοφῶν ἤρχετο λέγειν· «ἔπεμψας πρὸς ἐμέ, ὦ Σεύθη, εἰς Καλχηδόνα πρῶτον Μηδοσάδην τουτονί, δεόμενός μου συμπροθυμηθῆναι διαβῆναι τὸ στράτευμα ἐκ τῆς Ἀσίας, καὶ ὑπισχνούμενός μοι, εἰ ταῦτα πράξαιμι, εὖ ποιήσειν, ὡς ἔφη Μηδοσάδης οὗτος.»
[7.2.25]
ταῦτα εἰπὼν ἐπήρετο τὸν Μηδοσάδην εἰ ἀληθῆ ταῦτα εἴη. ὁ δ᾽ ἔφη. «αὖθις ἦλθε Μηδοσάδης οὗτος ἐπεὶ ἐγὼ διέβην πάλιν ἐπὶ τὸ στράτευμα ἐκ Παρίου, ὑπισχνούμενος, εἰ ἄγοιμι τὸ στράτευμα πρὸς σέ, τἆλλα τέ σε φίλωι μοι χρήσεσθαι καὶ ἀδελφῶι καὶ τὰ παρὰ θαλάττηι μοι χωρία ὧν σὺ κρατεῖς ἔσεσθαι παρὰ σοῦ.»
[7.2.26]
ἐπὶ τούτοις πάλιν ἤρετο τὸν Μηδοσάδην εἰ ἔλεγε ταῦτα. ὁ δὲ συνέφη καὶ ταῦτα. «ἴθι νυν, ἔφη, ἀφήγησαι τούτωι τί σοι ἀπεκρινάμην ἐν Καλχηδόνι πρῶτον.»
[7.2.27]
«ἀπεκρίνω ὅτι τὸ στράτευμα διαβήσοιτο εἰς Βυζάντιον καὶ οὐδὲν τούτου ἕνεκα δέοι τελεῖν οὔτε σοὶ οὔτε ἄλλωι· αὐτὸς δὲ ἐπεὶ διαβαίης, ἀπιέναι ἔφησθα· καὶ ἐγένετο οὕτως ὥσπερ σὺ ἔλεγες.»
[7.2.28]
«τί γὰρ ἔλεγον, ἔφη, ὅτε κατὰ Σηλυμβρίαν ἀφίκου;» «οὐκ ἔφησθα οἷόν τε εἶναι, ἀλλ᾽ εἰς Πέρινθον ἐλθόντας διαβαίνειν εἰς τὴν Ἀσίαν.»
[7.2.29]
«νῦν τοίνυν, ἔφη ὁ Ξενοφῶν, πάρειμι καὶ ἐγὼ καὶ οὗτος Φρυνίσκος εἷς τῶν στρατηγῶν καὶ Πολυκράτης οὗτος εἷς τῶν λοχαγῶν, καὶ ἔξω εἰσὶν ἀπὸ τῶν στρατηγῶν ὁ πιστότατος ἑκάστωι πλὴν Νέωνος τοῦ Λακωνικοῦ.
[7.2.30]
εἰ οὖν βούλει πιστοτέραν εἶναι τὴν πρᾶξιν, καὶ ἐκείνους κάλεσαι. τὰ δὲ ὅπλα σὺ ἐλθὼν εἰπέ, ὦ Πολύκρατες, ὅτι ἐγὼ κελεύω καταλιπεῖν, καὶ αὐτὸς ἐκεῖ καταλιπὼν τὴν μάχαιραν εἴσιθι.»
[7.2.31]
ἀκούσας ταῦτα ὁ Σεύθης εἶπεν ὅτι οὐδενὶ ἂν ἀπιστήσειεν Ἀθηναίων· καὶ γὰρ ὅτι συγγενεῖς εἶεν εἰδέναι καὶ φίλους εὔνους ἔφη νομίζειν. μετὰ ταῦτα δ᾽ ἐπεὶ εἰσῆλθον οὓς ἔδει, πρῶτον Ξενοφῶν ἐπήρετο Σεύθην ὅ τι δέοιτο χρῆσθαι τῆι στρατιᾶι.
[7.2.32]
ὁ δὲ εἶπεν ὧδε. Μαισάδης ἦν πατήρ μοι, ἐκείνου δὲ ἦν ἀρχὴ Μελανδῖται καὶ Θυνοὶ καὶ Τρανίψαι. ἐκ ταύτης οὖν τῆς χώρας, ἐπεὶ τὰ Ὀδρυσῶν πράγματα ἐνόσησεν, ἐκπεσὼν ὁ πατὴρ αὐτὸς μὲν ἀποθνήισκει νόσωι, ἐγὼ δ᾽ ἐξετράφην ὀρφανὸς παρὰ Μηδόκωι τῶι νῦν βασιλεῖ.
[7.2.33]
ἐπεὶ δὲ νεανίσκος ἐγενόμην, οὐκ ἐδυνάμην ζῆν εἰς ἀλλοτρίαν τράπεζαν ἀποβλέπων· καὶ ἐκαθεζόμην ἐνδίφριος αὐτῶι ἱκέτης δοῦναί μοι ὁπόσους δυνατὸς εἴη ἄνδρας, ὅπως καὶ τοὺς ἐκβαλόντας ἡμᾶς εἴ τι δυναίμην κακὸν ποιοίην καὶ ζἠιην μὴ εἰς τὴν ἐκείνου τράπεζαν ἀποβλέπων.
[7.2.34]
ἐκ τούτου μοι δίδωσι τοὺς ἄνδρας καὶ τοὺς ἵππους οὓς ὑμεῖς ὄψεσθε ἐπειδὰν ἡμέρα γένηται. καὶ νῦν ἐγὼ ζῶ τούτους ἔχων, ληιζόμενος τὴν ἐμαυτοῦ πατρἠιαν χώραν. εἰ δέ μοι ὑμεῖς παραγένοισθε, οἶμαι ἂν σὺν τοῖς θεοῖς ῥαιδίως ἀπολαβεῖν τὴν ἀρχήν. ταῦτ᾽ ἐστὶν ἃ ἐγὼ δέομαι.
[7.2.35]
«τί ἂν οὖν, ἔφη ὁ Ξενοφῶν, σὺ δύναιο, εἰ ἔλθοιμεν, τῆι τε στρατιᾶι διδόναι καὶ τοῖς λοχαγοῖς καὶ τοῖς στρατηγοῖς;»
[7.2.36]
λέξον, ἵνα οὗτοι ἀπαγγέλλωσιν. ὁ δ᾽ ὑπέσχετο τῶι μὲν στρατιώτηι κυζικηνόν, τῶι δὲ λοχαγῶι διμοιρίαν, τῶι δὲ στρατηγῶι τετραμοιρίαν, καὶ γῆν ὁπόσην ἂν βούλωνται καὶ ζεύγη καὶ χωρίον ἐπὶ θαλάττηι τετειχισμένον.
[7.2.37]
«ἐὰν δέ, ἔφη ὁ Ξενοφῶν, ταῦτα πειρώμενοι μὴ διαπράξωμεν, ἀλλά τις φόβος ἀπὸ Λακεδαιμονίων ἦι, δέξηι εἰς τὴν σεαυτοῦ, ἐάν τις ἀπιέναι βούληται παρὰ σέ;»
[7.2.38]
ὁ δ᾽ εἶπε· «καὶ ἀδελφούς γε ποιήσομαι καὶ ἐνδιφρίους καὶ κοινωνοὺς ἁπάντων ὧν ἂν δυνώμεθα κτᾶσθαι. σοὶ δέ, ὦ Ξενοφῶν, καὶ θυγατέρα δώσω καὶ εἴ τις σοὶ ἔστι θυγάτηρ, ὠνήσομαι Θραικίωι νόμωι, καὶ Βισάνθην οἴκησιν δώσω, ὅπερ ἐμοὶ κάλλιστον χωρίον ἐστὶ τῶν ἐπὶ θαλάττηι.»

[7.3.1]
ἀκούσαντες ταῦτα καὶ δεξιὰς δόντες καὶ λαβόντες ἀπήλαυνον· καὶ πρὸ ἡμέρας ἐγένοντο ἐπὶ στρατοπέδωι καὶ ἀπήγγειλαν ἕκαστοι τοῖς πέμψασιν.
[7.3.2]
ἐπεὶ δὲ ἡμέρα ἐγένετο, ὁ μὲν Ἀρίσταρχος πάλιν ἐκάλει τοὺς στρατηγούς· τοῖς δ᾽ ἔδοξε τὴν μὲν πρὸς Ἀρίσταρχον ὁδὸν ἐᾶσαι, τὸ δὲ στράτευμα συγκαλέσαι. καὶ συνῆλθον πάντες πλὴν οἱ Νέωνος· οὗτοι δὲ ἀπεῖχον ὡς δέκα στάδια.
[7.3.3]
ἐπεὶ δὲ συνῆλθον, ἀναστὰς Ξενοφῶν εἶπε τάδε. «ἄνδρες, διαπλεῖν μὲν ἔνθα βουλόμεθα Ἀρίσταρχος τριήρεις ἔχων κωλύει· ὥστε εἰς πλοῖα οὐκ ἀσφαλὲς ἐμβαίνειν· οὗτος δὲ αὑτὸς κελεύει εἰς Χερρόνησον βίαι διὰ τοῦ ἱεροῦ ὄρους πορεύεσθαι· ἢν δὲ κρατήσαντες τούτου ἐκεῖσε ἔλθωμεν, οὔτε πωλήσειν ἔτι ὑμᾶς φησιν ὥσπερ ἐν Βυζαντίωι, οὔτε ἐξαπατήσεσθαι ἔτι ὑμᾶς, ἀλλὰ λήψεσθαι μισθόν, οὔτε περιόψεσθαι ἔτι ὥσπερ νυνὶ δεομένους τῶν ἐπιτηδείων.
[7.3.4]
οὗτος μὲν ταῦτα λέγει· Σεύθης δέ φησιν, ἂν πρὸς ἐκεῖνον ἴητε, εὖ ποιήσειν ὑμᾶς. νῦν οὖν σκέψασθε πότερον ἐνθάδε μένοντες τοῦτο βουλεύσεσθε ἢ εἰς τὰ ἐπιτήδεια ἐπανελθόντες.
[7.3.5]
ἐμοὶ μὲν οὖν δοκεῖ, ἐπεὶ ἐνθάδε οὔτε ἀργύριον ἔχομεν ὥστε ἀγοράζειν οὔτε ἄνευ ἀργυρίου ἐῶσι λαμβάνειν, ἐπανελθόντας εἰς τὰς κώμας ὅθεν οἱ ἥττους ἐῶσι λαμβάνειν, ἐκεῖ ἔχοντας τὰ ἐπιτήδεια ἀκούοντας ὅ τι τις ἡμῶν δεῖται, αἱρεῖσθαι ὅ τι ἂν ἡμῖν δοκῆι κράτιστον εἶναι.
[7.3.6]
καὶ ὅτωι γε, ἔφη, ταῦτα δοκεῖ, ἀράτω τὴν χεῖρα.» ἀνέτειναν ἅπαντες. «ἀπιόντες τοίνυν, ἔφη, συσκευάζεσθε, καὶ ἐπειδὰν παραγγέλληι τις, ἕπεσθε τῶι ἡγουμένωι.»
[7.3.7]
μετὰ ταῦτα Ξενοφῶν μὲν ἡγεῖτο, οἱ δ᾽ εἵποντο. Νέων δὲ καὶ παρ᾽ Ἀριστάρχου ἄλλοι ἔπειθον ἀποτρέπεσθαι· οἱ δ᾽ οὐχ ὑπήκουον. ἐπεὶ δ᾽ ὅσον τριάκοντα στάδια προεληλύθεσαν, ἀπαντᾶι Σεύθης. καὶ ὁ Ξενοφῶν ἰδὼν αὐτὸν προσελάσαι ἐκέλευσεν, ὅπως ὅτι πλείστων ἀκουόντων εἴποι αὐτῶι ἃ ἐδόκει συμφέρειν.
[7.3.8]
ἐπεὶ δὲ προσῆλθεν, εἶπε Ξενοφῶν· «ἡμεῖς πορευόμεθα ὅπου μέλλει ἕξειν τὸ στράτευμα τροφήν· ἐκεῖ δ᾽ ἀκούοντες καὶ σοῦ καὶ τῶν τοῦ Λακωνικοῦ αἱρησόμεθα ἃ ἂν κράτιστα δοκῆι εἶναι. ἢν οὖν ἡμῖν ἡγήσηι ὅπου πλεῖστά ἐστιν ἐπιτήδεια, ὑπὸ σοῦ νομιοῦμεν ξενίζεσθαι.»
[7.3.9]
καὶ ὁ Σεύθης ἔφη· «ἀλλὰ οἶδα κώμας πολλὰς ἁθρόας καὶ πάντα ἐχούσας τὰ ἐπιτήδεια ἀπεχούσας ἡμῶν ὅσον διελθόντες ἂν ἡδέως ἀριστἠιητε.»
[7.3.10]
«ἡγοῦ τοίνυν,» ἔφη ὁ Ξενοφῶν. ἐπεὶ δ᾽ ἀφίκοντο εἰς αὐτὰς τῆς δείλης, συνῆλθον οἱ στρατιῶται, καὶ εἶπε Σεύθης τοιάδε. «ἐγώ, ὦ ἄνδρες, δέομαι ὑμῶν στρατεύεσθαι σὺν ἐμοί, καὶ ὑπισχνοῦμαι ὑμῖν δώσειν τοῖς στρατιώταις κυζικηνόν, λοχαγοῖς δὲ καὶ στρατηγοῖς τὰ νομιζόμενα· ἔξω δὲ τούτων τὸν ἄξιον τιμήσω. σῖτα δὲ καὶ ποτὰ ὥσπερ καὶ νῦν ἐκ τῆς χώρας λαμβάνοντες ἕξετε· ὁπόσα δ᾽ ἂν ἁλίσκηται ἀξιώσω αὐτὸς ἔχειν, ἵνα ταῦτα διατιθέμενος ὑμῖν τὸν μισθὸν πορίζω.
[7.3.11]
καὶ τὰ μὲν φεύγοντα καὶ ἀποδιδράσκοντα ἡμεῖς ἱκανοὶ ἐσόμεθα διώκειν καὶ μαστεύειν· ἂν δέ τις ἀνθιστῆται, σὺν ὑμῖν πειρασόμεθα χειροῦσθαι.»
[7.3.12]
ἐπήρετο ὁ Ξενοφῶν· «πόσον δὲ ἀπὸ θαλάττης ἀξιώσεις συνέπεσθαί σοι τὸ στράτευμα;» ὁ δ᾽ ἀπεκρίνατο· «οὐδαμῆι πλεῖον ἑπτὰ ἡμερῶν, μεῖον δὲ πολλαχῆι.»
[7.3.13]
μετὰ ταῦτα ἐδίδοτο λέγειν τῶι βουλομένωι· καὶ ἔλεγον πολλοὶ κατὰ ταὐτὰ ὅτι παντὸς ἄξια λέγει Σεύθης· χειμὼν γὰρ εἴη καὶ οὔτε οἴκαδε ἀποπλεῖν τῶι τοῦτο βουλομένωι δυνατὸν εἴη, διαγενέσθαι τε ἐν φιλίαι οὐχ οἷόν τε, εἰ δέοι ὠνουμένους ζῆν, ἐν δὲ τῆι πολεμίαι διατρίβειν καὶ τρέφεσθαι ἀσφαλέστερον μετὰ Σεύθου ἢ μόνους, ὄντων ἀγαθῶν τοσούτων. εἰ δὲ μισθὸν προσλήψοιντο, εὕρημα ἐδόκει εἶναι.
[7.3.14]
ἐπὶ τούτοις εἶπεν ὁ Ξενοφῶν· «εἴ τις ἀντιλέγει, λεγέτω· εἰ δὲ μή, ἐπιψηφιῶ ταῦτα.» ἐπεὶ δὲ οὐδεὶς ἀντέλεγεν, ἐπεψήφισε, καὶ ἔδοξε ταῦτα. εὐθὺς δὲ Σεύθηι εἶπεν, ὅτι συστρατεύσοιντο αὐτῶι.
[7.3.15]
μετὰ τοῦτο οἱ μὲν ἄλλοι κατὰ τάξεις ἐσκήνησαν, στρατηγοὺς δὲ καὶ λοχαγοὺς ἐπὶ δεῖπνον Σεύθης ἐκάλεσε, πλησίον κώμην ἔχων.
[7.3.16]
ἐπεὶ δ᾽ ἐπὶ θύραις ἦσαν ὡς ἐπὶ δεῖπνον παριόντες, ἦν τις Ἡρακλείδης Μαρωνείτης· οὗτος προσιὼν ἑνὶ ἑκάστωι οὕστινας ὤιετο ἔχειν τι δοῦναι Σεύθηι, πρῶτον μὲν πρὸς Παριανούς τινας, οἳ παρῆσαν φιλίαν διαπραξόμενοι πρὸς Μήδοκον τὸν Ὀδρυσῶν βασιλέα καὶ δῶρα ἄγοντες αὐτῶι τε καὶ τῆι γυναικί, ἔλεγεν ὅτι Μήδοκος μὲν ἄνω εἴη δώδεκα ἡμερῶν ἀπὸ θαλάττης ὁδόν, Σεύθης δ᾽ ἐπεὶ τὸ στράτευμα τοῦτο εἴληφεν, ἄρχων ἔσοιτο ἐπὶ θαλάττηι.
[7.3.17]
γείτων οὖν ὢν ἱκανώτατος ἔσται ὑμᾶς καὶ εὖ καὶ κακῶς ποιεῖν. ἢν οὖν σωφρονῆτε, τούτωι δώσετε ὅ τι ἄγετε· καὶ ἄμεινον ὑμῖν διακείσεται ἢ ἐὰν Μηδόκωι τῶι πρόσω οἰκοῦντι διδῶτε.
[7.3.18]
τούτους μὲν οὖν οὕτως ἔπειθεν. αὖθις δὲ Τιμασίωνι τῶι Δαρδανεῖ προσελθών, ἐπεὶ ἤκουσεν αὐτῶι εἶναι καὶ ἐκπώματα καὶ τάπιδας βαρβαρικάς, ἔλεγεν ὅτι νομίζοιτο ὁπότε ἐπὶ δεῖπνον καλέσαι Σεύθης δωρεῖσθαι αὐτῶι τοὺς κληθέντας. οὗτος δ᾽ ἢν μέγας ἐνθάδε γένηται, ἱκανὸς ἔσται σε καὶ οἴκαδε καταγαγεῖν καὶ ἐνθάδε πλούσιον ποιῆσαι. τοιαῦτα προυμνᾶτο ἑκάστωι προσιών.
[7.3.19]
προσελθὼν δὲ καὶ Ξενοφῶντι ἔλεγε· «σὺ καὶ πόλεως μεγίστης εἶ καὶ παρὰ Σεύθηι τὸ σὸν ὄνομα μέγιστόν ἐστι, καὶ ἐν τῆιδε τῆι χώραι ἴσως ἀξιώσεις καὶ τείχη λαμβάνειν, ὥσπερ καὶ ἄλλοι τῶν ὑμετέρων ἔλαβον, καὶ χώραν· ἄξιον οὖν σοι καὶ μεγαλοπρεπέστατα τιμῆσαι Σεύθην.
[7.3.20]
εὔνους δέ σοι ὢν παραινῶ· εὖ οἶδα γὰρ ὅτι ὅσωι ἂν μείζω τούτωι δωρήσηι, τοσούτωι μείζω ὑπὸ τούτου ἀγαθὰ πείσηι.» ἀκούων ταῦτα Ξενοφῶν ἠπόρει· οὐ γὰρ διεβεβήκει ἔχων ἐκ Παρίου εἰ μὴ παῖδα καὶ ὅσον ἐφόδιον.
[7.3.21]
ἐπεὶ δὲ εἰσῆλθον ἐπὶ τὸ δεῖπνον τῶν τε Θραικῶν οἱ κράτιστοι τῶν παρόντων καὶ οἱ στρατηγοὶ καὶ οἱ λοχαγοὶ τῶν Ἑλλήνων καὶ εἴ τις πρεσβεία παρῆν ἀπὸ πόλεως, τὸ δεῖπνον μὲν ἦν καθημένοις κύκλωι· ἔπειτα δὲ τρίποδες εἰσηνέχθησαν πᾶσιν· οὗτοι δ᾽ ἦσαν κρεῶν μεστοὶ νενεμημένων, καὶ ἄρτοι ζυμῖται μεγάλοι προσπεπερονημένοι ἦσαν πρὸς τοῖς κρέασι.
[7.3.22]
μάλιστα δ᾽ αἱ τράπεζαι κατὰ τοὺς ξένους αἰεὶ ἐτίθεντο· νόμος γὰρ ἦν – αὶ πρῶτος τοῦτο ἐποίει Σεύθης, καὶ ἀνελόμενος τοὺς ἑαυτῶι παρακειμένους ἄρτους διέκλα κατὰ μικρὸν καὶ ἐρρίπτει οἷς αὐτῶι ἐδόκει, καὶ τὰ κρέα ὡσαύτως, ὅσον μόνον γεύσασθαι ἑαυτῶι καταλιπών.
[7.3.23]
καὶ οἱ ἄλλοι δὲ κατὰ ταὐτὰ ἐποίουν καθ᾽ οὓς αἱ τράπεζαι ἔκειντο. Ἀρκὰς δέ τις Ἀρύστας ὄνομα, φαγεῖν δεινός, τὸ μὲν διαρριπτεῖν εἴα χαίρειν, λαβὼν δὲ εἰς τὴν χεῖρα ὅσον τριχοίνικον ἄρτον καὶ κρέα θέμενος ἐπὶ τὰ γόνατα ἐδείπνει.
[7.3.24]
κέρατα δὲ οἴνου περιέφερον, καὶ πάντες ἐδέχοντο· ὁ δ᾽ Ἀρύστας, ἐπεὶ παρ᾽ αὐτὸν φέρων τὸ κέρας ὁ οἰνοχόος ἧκεν, εἶπεν ἰδὼν τὸν Ξενοφῶντα οὐκέτι δειπνοῦντα, «ἐκείνωι, ἔφη, δός·
[7.3.25]
σχολάζει γὰρ ἤδη, ἐγὼ δὲ οὐδέπω.» ἀκούσας Σεύθης τὴν φωνὴν ἠρώτα τὸν οἰνοχόον τί λέγει. ὁ δὲ οἰνοχόος εἶπεν· ἑλληνίζειν γὰρ ἠπίστατο. ἐνταῦθα μὲν δὴ γέλως ἐγένετο.
[7.3.26]
ἐπειδὴ δὲ προυχώρει ὁ πότος, εἰσῆλθεν ἀνὴρ Θρᾶιξ ἵππον ἔχων λευκόν, καὶ λαβὼν κέρας μεστὸν εἶπε· «προπίνω σοι, ὦ Σεύθη, καὶ τὸν ἵππον τοῦτον δωροῦμαι, ἐφ᾽ οὗ καὶ διώκων ὃν ἂν θέληις αἱρήσεις καὶ ἀποχωρῶν οὐ μὴ δείσηις τὸν πολέμιον.»
[7.3.27]
ἄλλος παῖδα εἰσάγων οὕτως ἐδωρήσατο προπίνων, καὶ ἄλλος ἱμάτια τῆι γυναικί. καὶ Τιμασίων προπίνων ἐδωρήσατο φιάλην τε ἀργυρᾶν καὶ τάπιδα ἀξίαν δέκα μνῶν.
[7.3.28]
Γνήσιππος δέ τις Ἀθηναῖος ἀναστὰς εἶπεν ὅτι ἀρχαῖος εἴη νόμος κάλλιστος τοὺς μὲν ἔχοντας διδόναι τῶι βασιλεῖ τιμῆς ἕνεκα, τοῖς δὲ μὴ ἔχουσι διδόναι τὸν βασιλέα, ἵνα καὶ ἐγώ, ἔφη, ἔχω σοι δωρεῖσθαι καὶ τιμᾶν.
[7.3.29]
ὁ δὲ Ξενοφῶν ἠπορεῖτο τί ποιήσει· καὶ γὰρ ἐτύγχανεν ὡς τιμώμενος ἐν τῶι πλησιαιτάτωι δίφρωι Σεύθηι καθήμενος. ὁ δὲ Ἡρακλείδης ἐκέλευεν αὐτῶι τὸ κέρας ὀρέξαι τὸν οἰνοχόον. ὁ δὲ Ξενοφῶν (ἤδη γὰρ ὑποπεπωκὼς ἐτύγχανεν) ἀνέστη θαρραλέως δεξάμενος τὸ κέρας καὶ εἶπεν·
[7.3.30]
«ἐγὼ δέ σοι, ὦ Σεύθη, δίδωμι ἐμαυτὸν καὶ τοὺς ἐμοὺς τούτους ἑταίρους φίλους εἶναι πιστούς, καὶ οὐδένα ἄκοντα, ἀλλὰ πάντας μᾶλλον ἔτι ἐμοῦ σοι βουλομένους φίλους εἶναι.
[7.3.31]
καὶ νῦν πάρεισιν οὐδέν σε προσαιτοῦντες, ἀλλὰ καὶ προϊέμενοι καὶ πονεῖν ὑπὲρ σοῦ καὶ προκινδυνεύειν ἐθέλοντες· μεθ᾽ ὧν, ἂν οἱ θεοὶ θέλωσι, πολλὴν χώραν τὴν μὲν ἀπολήψηι πατρἠιαν οὖσαν, τὴν δὲ κτήσηι, πολλοὺς δὲ ἵππους, πολλοὺς δὲ ἄνδρας καὶ γυναῖκας καλὰς κτήσηι, οὓς οὐ λήιζεσθαί σε δεήσει, ἀλλ᾽ αὐτοὶ φέροντες παρέσονται πρὸς σὲ δῶρα.»
[7.3.32]
ἀναστὰς ὁ Σεύθης συνεξέπιε καὶ συγκατεσκεδάσατο μετ᾽ αὐτοῦ τὸ κέρας. μετὰ ταῦτα εἰσῆλθον κέρασί τε οἵοις σημαίνουσιν αὐλοῦντες καὶ σάλπιγξιν ὠμοβοείαις ῥυθμούς τε καὶ οἷον μαγάδι σαλπίζοντες.
[7.3.33]
καὶ αὐτὸς Σεύθης ἀναστὰς ἀνέκραγέ τε πολεμικὸν καὶ ἐξήλατο ὥσπερ βέλος φυλαττόμενος μάλα ἐλαφρῶς. εἰσῆισαν δὲ καὶ γελωτοποιοί.
[7.3.34]
ὡς δ᾽ ἦν ἥλιος ἐπὶ δυσμαῖς, ἀνέστησαν οἱ Ἕλληνες καὶ εἶπον ὅτι ὥρα νυκτοφύλακας καθιστάναι καὶ σύνθημα παραδιδόναι. καὶ Σεύθην ἐκέλευον παραγγεῖλαι ὅπως εἰς τὰ Ἑλληνικὰ στρατόπεδα μηδεὶς τῶν Θραικῶν εἴσεισι νυκτός· οἵ τε γὰρ πολέμιοι Θρᾶικες [ὑμῖν] καὶ ὑμεῖς οἱ φίλοι.
[7.3.35]
ὡς δ᾽ ἐξῆισαν, συνανέστη ὁ Σεύθης οὐδέν τι μεθύοντι ἐοικώς. ἐξελθὼν δ᾽ εἶπεν αὐτοὺς τοὺς στρατηγοὺς ἀποκαλέσας· «ὦ ἄνδρες, οἱ πολέμιοι ἡμῶν οὐκ ἴσασί πω τὴν ἡμετέραν συμμαχίαν· ἢν οὖν ἔλθωμεν ἐπ᾽ αὐτοὺς πρὶν φυλάξασθαι ὥστε μὴ ληφθῆναι ἢ παρασκευάσασθαι ὥστε ἀμύνασθαι, μάλιστ᾽ ἂν λάβοιμεν καὶ ἀνθρώπους καὶ χρήματα.»
[7.3.36]
συνεπήινουν ταῦτα οἱ στρατηγοὶ καὶ ἡγεῖσθαι ἐκέλευον. ὁ δ᾽ εἶπε· «παρασκευασάμενοι ἀναμένετε· ἐγὼ δὲ ὁπόταν καιρὸς ἦι ἥξω πρὸς ὑμᾶς, καὶ τοὺς πελταστὰς καὶ ὑμᾶς ἀναλαβὼν ἡγήσομαι σὺν τοῖς θεοῖς.»
[7.3.37]
καὶ ὁ Ξενοφῶν εἶπε· «σκέψαι τοίνυν, εἴπερ νυκτὸς πορευσόμεθα, εἰ ὁ Ἑλληνικὸς νόμος κάλλιον ἔχει· μεθ᾽ ἡμέραν μὲν γὰρ ἐν ταῖς πορείαις ἡγεῖται τοῦ στρατεύματος ὁποῖον ἂν ἀεὶ πρὸς τὴν χώραν συμφέρηι, ἐάν τε ὁπλιτικὸν ἐάν τε πελταστικὸν ἐάν τε ἱππικόν· νύκτωρ δὲ νόμος τοῖς Ἕλλησιν ἡγεῖσθαί ἐστι τὸ βραδύτατον·
[7.3.38]
οὕτω γὰρ ἥκιστα διασπᾶται τὰ στρατεύματα καὶ ἥκιστα λανθάνουσιν ἀποδιδράσκοντες ἀλλήλους· οἱ δὲ διασπασθέντες πολλάκις καὶ περιπίπτουσιν ἀλλήλοις καὶ ἀγνοοῦντες κακῶς ποιοῦσι καὶ πάσχουσιν.»
[7.3.39]
εἶπεν οὖν Σεύθης· «ὀρθῶς λέγετε καὶ ἐγὼ τῶι νόμωι τῶι ὑμετέρωι πείσομαι. καὶ ὑμῖν μὲν ἡγεμόνας δώσω τῶν πρεσβυτάτων τοὺς ἐμπειροτάτους τῆς χώρας, αὐτὸς δ᾽ ἐφέψομαι τελευταῖος τοὺς ἵππους ἔχων· ταχὺ γὰρ πρῶτος, ἂν δέηι, παρέσομαι.» σύνθημα δ᾽ εἶπον Ἀθηναίαν κατὰ τὴν συγγένειαν. ταῦτα εἰπόντες ἀνεπαύοντο.
[7.3.40]
ἡνίκα δ᾽ ἦν ἀμφὶ μέσας νύκτας, παρῆν Σεύθης ἔχων τοὺς ἱππέας τεθωρακισμένους καὶ τοὺς πελταστὰς σὺν τοῖς ὅπλοις. καὶ ἐπεὶ παρέδωκε τοὺς ἡγεμόνας, οἱ μὲν ὁπλῖται ἡγοῦντο, οἱ δὲ πελτασταὶ εἵποντο, οἱ δ᾽ ἱππεῖς ὠπισθοφυλάκουν·
[7.3.41]
ἐπεὶ δ᾽ ἡμέρα ἦν, ὁ Σεύθης παρήλαυνεν εἰς τὸ πρόσθεν καὶ ἐπήινεσε τὸν Ἑλληνικὸν νόμον. πολλάκις γὰρ ἔφη νύκτωρ αὐτὸς καὶ σὺν ὀλίγοις πορευόμενος ἀποσπασθῆναι σὺν τοῖς ἵπποις ἀπὸ τῶν πεζῶν· νῦν δ᾽ ὥσπερ δεῖ ἁθρόοι πάντες ἅμα τῆι ἡμέραι φαινόμεθα. ἀλλὰ ὑμεῖς μὲν περιμένετε αὐτοῦ καὶ ἀναπαύσασθε, ἐγὼ δὲ σκεψάμενός τι ἥξω.
[7.3.42]
ταῦτ᾽ εἰπὼν ἤλαυνε δι᾽ ὄρους ὁδόν τινα λαβών. ἐπεὶ δ᾽ ἀφίκετο εἰς χιόνα πολλήν, ἐσκέψατο εἰ εἴη ἴχνη ἀνθρώπων ἢ πρόσω ἡγούμενα ἢ ἐναντία. ἐπεὶ δὲ ἀτριβῆ ἑώρα τὴν ὁδόν, ἧκε ταχὺ πάλιν καὶ ἔλεγεν·
[7.3.43]
«ἄνδρες, καλῶς ἔσται, ἢν θεὸς θέληι· τοὺς γὰρ ἀνθρώπους λήσομεν ἐπιπεσόντες. ἀλλ᾽ ἐγὼ μὲν ἡγήσομαι τοῖς ἵπποις, ὅπως ἄν τινα ἴδωμεν, μὴ διαφυγὼν σημήνηι τοῖς πολεμίοις· ὑμεῖς δ᾽ ἕπεσθε· κἂν λειφθῆτε, τῶι στίβωι τῶν ἵππων ἕπεσθε. ὑπερβάντες δὲ τὰ ὄρη ἥξομεν εἰς κώμας πολλάς τε καὶ εὐδαίμονας.»
[7.3.44]
ἡνίκα δ᾽ ἦν μέσον ἡμέρας, ἤδη τε ἦν ἐπὶ τοῖς ἄκροις καὶ κατιδὼν τὰς κώμας ἧκεν ἐλαύνων πρὸς τοὺς ὁπλίτας καὶ ἔλεγεν· «ἀφήσω ἤδη καταθεῖν τοὺς μὲν ἱππέας εἰς τὸ πεδίον, τοὺς δὲ πελταστὰς ἐπὶ τὰς κώμας. ἀλλ᾽ ἕπεσθε ὡς ἂν δύνησθε τάχιστα, ὅπως ἐάν τις ὑφιστῆται, ἀλέξησθε.»
[7.3.45]
ἀκούσας ταῦτα ὁ Ξενοφῶν κατέβη ἀπὸ τοῦ ἵππου. καὶ ὃς ἤρετο· «τί καταβαίνεις ἐπεὶ σπεύδειν δεῖ;» «οἶδα, ἔφη, ὅτι οὐκ ἐμοῦ μόνου δέηι· οἱ δὲ ὁπλῖται θᾶττον δραμοῦνται καὶ ἥδιον, ἐὰν καὶ ἐγὼ πεζὸς ἡγῶμαι.»
[7.3.46]
μετὰ ταῦτα ὤιχετο, καὶ Τιμασίων μετ᾽ αὐτοῦ ἔχων ἱππέας ὡς τετταράκοντα τῶν Ἑλλήνων. Ξενοφῶν δὲ παρηγγύησε τοὺς εἰς τριάκοντα ἔτη παριέναι ἀπὸ τῶν λόχων εὐζώνους. καὶ αὐτὸς μὲν ἐτρόχαζε τούτους ἔχων, Κλεάνωρ δ᾽ ἡγεῖτο τῶν ἄλλων.
[7.3.47]
ἐπεὶ δ᾽ ἐν ταῖς κώμαις ἦσαν, Σεύθης ἔχων ὅσον τριάκοντα ἱππέας προσελάσας εἶπε· «τάδε δή, ὦ Ξενοφῶν, ἃ σὺ ἔλεγες· ἔχονται οἱ ἄνθρωποι· ἀλλὰ γὰρ ἔρημοι οἱ ἱππεῖς οἴχονταί μοι ἄλλος ἄλληι διώκων, καὶ δέδοικα μὴ συστάντες ἁθρόοι που κακόν τι ἐργάσωνται οἱ πολέμιοι. δεῖ δὲ καὶ ἐν ταῖς κώμαις καταμένειν τινὰς ἡμῶν· μεσταὶ γάρ εἰσιν ἀνθρώπων.»
[7.3.48]
«ἀλλ᾽ ἐγὼ μέν, ἔφη ὁ Ξενοφῶν, σὺν οἷς ἔχω τὰ ἄκρα καταλήψομαι· σὺ δὲ Κλεάνορα κέλευε διὰ τοῦ πεδίου παρατεῖναι τὴν φάλαγγα παρὰ τὰς κώμας.» ἐπεὶ ταῦτα ἐποίησαν, συνηλίσθησαν ἀνδράποδα μὲν ὡς χίλια, βόες δὲ δισχίλιοι, πρόβατα ἄλλα μύρια. τότε μὲν δὴ αὐτοῦ ηὐλίσθησαν.

Other books

The Frozen Heart by Almudena Grandes
Pimp by Slim, Iceberg
Welcome to the Jungle by Matt London
WarlordsBounty by Cynthia Sax
Havoc (Storm MC #8) by Nina Levine
Ghost a La Mode by Jaffarian, Sue Ann
The Secret Agent by Stephan Talty
Lady Afraid by Lester Dent