Complete Works of Xenophon (Illustrated) (Delphi Ancient Classics) (240 page)

BOOK: Complete Works of Xenophon (Illustrated) (Delphi Ancient Classics)
11.86Mb size Format: txt, pdf, ePub

[3.5.8]
Ὦ ἄνδρες Ἀθηναῖοι, ἃ μὲν μέμφεσθε ἡμῖν ὡς ψηφισαμένων χαλεπὰ περὶ ὑμῶν ἐν τῆι καταλύσει τοῦ πολέμου, οὐκ ὀρθῶς μέμφεσθε· οὐ γὰρ ἡ πόλις ἐκεῖνα ἐψηφίσατο, ἀλλ᾽ εἷς ἀνὴρ εἶπεν, ὃς ἔτυχε τότε ἐν τοῖς συμμάχοις καθήμενος. ὅτε δὲ παρεκάλουν ἡμᾶς οἱ Λακεδαιμόνιοι ἐπὶ τὸν Πειραιᾶ, τότε ἅπασα ἡ πόλις ἀπεψηφίσατο μὴ συστρατεύειν αὐτοῖς. δι᾽ ὑμᾶς οὖν οὐχ ἥκιστα ὀργιζομένων ἡμῖν τῶν Λακεδαιμονίων, δίκαιον εἶναι νομίζομεν βοηθεῖν ὑμᾶς τῆι πόλει ἡμῶν.
[3.5.9]
πολὺ δ᾽ ἔτι μᾶλλον ἀξιοῦμεν, ὅσοι τῶν ἐν ἄστει ἐγένεσθε, προθύμως ἐπὶ τοὺς Λακεδαιμονίους ἰέναι. ἐκεῖνοι γὰρ καταστήσαντες ὑμᾶς εἰς ὀλιγαρχίαν καὶ εἰς ἔχθραν τῶι δήμωι, ἀφικόμενοι πολλῆι δυνάμει ὡς ὑμῖν σύμμαχοι παρέδοσαν ὑμᾶς τῶι πλήθει· ὥστε τὸ μὲν ἐπ᾽ ἐκείνοις εἶναι ἀπολώλατε, ὁ δὲ δῆμος οὑτοσὶ ὑμᾶς ἔσωσε.
[3.5.10]
καὶ μὴν ὅτι μέν, ὦ ἄνδρες Ἀθηναῖοι, βούλοισθ᾽ ἂν τὴν ἀρχὴν ἣν πρότερον ἐκέκτησθε ἀναλαβεῖν πάντες ἐπιστάμεθα· τοῦτο δὲ πῶς μᾶλλον εἰκὸς γενέσθαι ἢ εἰ αὐτοὶ τοῖς ὑπ᾽ ἐκείνων ἀδικουμένοις βοηθοῖτε; ὅτι δὲ πολλῶν ἄρχουσι, μὴ φοβηθῆτε, ἀλλὰ πολὺ μᾶλλον διὰ τοῦτο θαρρεῖτε, ἐνθυμούμενοι ὅτι καὶ ὑμεῖς ὅτε πλείστων ἤρχετε, τότε πλείστους ἐχθροὺς ἐκέκτησθε. ἀλλ᾽ ἕως μὲν οὐκ εἶχον ὅποι ἀποσταῖεν. ἔκρυπτον τὴν πρὸς ὑμᾶς ἔχθραν· ἐπεὶ δέ γε Λακεδαιμόνιοι προύστησαν, τότε ἔφηναν οἷα περὶ ὑμῶν ἐγίγνωσκον.
[3.5.11]
καὶ νῦν γε, ἂν φανεροὶ γενώμεθα ἡμεῖς τε καὶ ὑμεῖς συνασπιδοῦντες ἐναντία τοῖς Λακεδαιμονίοις, εὖ ἴστε, ἀναφανήσονται πολλοὶ οἱ μισοῦντες αὐτούς. ὡς δὲ ἀληθῆ λέγομεν, ἐὰν ἀναλογίσησθε, αὐτίκα γνώσεσθε. τίς γὰρ ἤδη καταλείπεται αὐτοῖς εὐμενής; οὐκ Ἀργεῖοι μὲν ἀεί ποτε δυσμενεῖς αὐτοῖς ὑπάρχουσιν;
[3.5.12]
Ἠλεῖοί γε μὴν νῦν ἐστερημένοι καὶ χώρας πολλῆς καὶ πόλεων ἐχθροὶ αὐτοῖς προσγεγένηνται. Κορινθίους δὲ καὶ Ἀρκάδας καὶ Ἀχαιοὺς τί φῶμεν, οἳ ἐν μὲν τῶι πρὸς ὑμᾶς πολέμωι μάλα λιπαρούμενοι ὑπ᾽ ἐκείνων πάντων καὶ πόνων καὶ κινδύνων καὶ τῶν δαπανημάτων μετεῖχον, ἐπεὶ δ᾽ ἔπραξαν ἃ ἐβούλοντο οἱ Λακεδαιμόνιοι, ποίας ἢ ἀρχῆς ἢ τιμῆς ἢ ποίων χρημάτων μεταδεδώκασιν αὐτοῖς; ἀλλὰ τοὺς μὲν εἵλωτας ἁρμοστὰς ἀξιοῦσι καθιστάναι, τῶν δὲ συμμάχων ἐλευθέρων ὄντων, ἐπεὶ ηὐτύχησαν, δεσπόται ἀναπεφήνασιν.
[3.5.13]
ἀλλὰ μὴν καὶ οὓς ὑμῶν ἀπέστησαν φανεροί εἰσιν ἐξηπατηκότες· ἀντὶ γὰρ ἐλευθερίας διπλῆν αὐτοῖς δουλείαν παρεσχήκασιν· ὑπό τε γὰρ τῶν ἁρμοστῶν τυραννοῦνται καὶ ὑπὸ δέκα ἀνδρῶν, οὓς Λύσανδρος κατέστησεν ἐν ἑκάστηι πόλει. ὅ γε μὴν τῆς Ἀσίας βασιλεὺς καὶ τὰ μέγιστ᾽ αὐτοῖς συμβαλλόμενος εἰς τὸ ὑμῶν κρατῆσαι νῦν τί διάφορον πάσχει ἢ εἰ μεθ᾽ ὑμῶν κατεπολέμησεν αὐτούς;
[3.5.14]
πῶς οὖν οὐκ εἰκός, ἐὰν ὑμεῖς αὖ προστῆτε τῶν οὕτω φανερῶς ἀδικουμένων, νῦν ὑμᾶς πολὺ ἤδη μεγίστους τῶν πώποτε γενέσθαι; ὅτε μὲν γὰρ ἤρχετε, τῶν κατὰ θάλατταν μόνον δήπου ἡγεῖσθε· νῦν δὲ πάντων καὶ ἡμῶν καὶ Πελοποννησίων καὶ ὧν πρόσθεν ἤρχετε καὶ αὐτοῦ βασιλέως τοῦ μεγίστην δύναμιν ἔχοντες ἡγεμόνες ἂν γένοισθε. καίτοι ἦμεν πολλοῦ ἄξιοι καὶ ἐκείνοις σύμμαχοι, ὡς ὑμεῖς ἐπίστασθε· νῦν δέ γε εἰκὸς τῶι παντὶ ἐρρωμενεστέρως ὑμῖν συμμαχεῖν ἡμᾶς ἢ τότε Λακεδαιμονίοις· οὐδὲ γὰρ ὑπὲρ νησιωτῶν ἢ Συρακοσίων οὐδ᾽ ὑπὲρ ἀλλοτρίων, ὥσπερ τότε, ἀλλ᾽ ὑπὲρ ἡμῶν αὐτῶν ἀδικουμένων βοηθήσομεν.
[3.5.15]
καὶ τοῦτο μέντοι χρὴ εὖ εἰδέναι, ὅτι ἡ Λακεδαιμονίων πλεονεξία πολὺ εὐκαταλυτωτέρα ἐστὶ τῆς ὑμετέρας γενομένης ἀρχῆς. ὑμεῖς μὲν γὰρ ἔχοντες ναυτικὸν οὐκ ἐχόντων ἤρχετε, οὗτοι δὲ ὀλίγοι ὄντες πολλαπλασίων ὄντων καὶ οὐδὲν χεῖρον ὡπλισμένων πλεονεκτοῦσι. ταῦτ᾽ οὖν λέγομεν ἡμεῖς· εὖ γε μέντοι ἐπίστασθε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι νομίζομεν ἐπὶ πολὺ μείζω ἀγαθὰ παρακαλεῖν ὑμᾶς τὴι ὑμετέραι πόλει ἢ τῆι ἡμετέραι.

[3.5.16]
Ὁ μὲν ταῦτ᾽ εἰπὼν ἐπαύσατο, τῶν δ᾽ Ἀθηναίων πάμπολλοι μὲν συνηγόρευον, πάντες δ᾽ ἐψηφίσαντο βοηθεῖν αὐτοῖς. Θρασύβουλος δὲ ἀποκρινάμενος τὸ ψήφισμα καὶ τοῦτο ἐνεδείκνυτο, ὅτι ἀτειχίστου τοῦ Πειραιῶς ὄντος ὅμως παρακινδυνεύσοιεν χάριτα αὐτοῖς ἀποδοῦναι μείζονα ἢ ἔλαβον. ὑμεῖς μὲν γάρ, ἔφη, οὐ συνεστρατεύσατε ἐφ᾽ ἡμᾶς, ἡμεῖς δέ γε μεθ᾽ ὑμῶν μαχούμεθα ἐκείνοις, ἂν ἴωσιν ἐφ᾽ ὑμᾶς.
[3.5.17]
οἱ μὲν δὴ Θηβαῖοι ἀπελθόντες παρεσκευάζοντο ὡς ἀμυνούμενοι, οἱ δ᾽ Ἀθηναῖοι ὡς βοηθήσοντες. καὶ μὴν οἱ Λακεδαιμόνιοι οὐκέτι ἔμελλον, ἀλλὰ Παυσανίας μὲν ὁ βασιλεὺς ἐπορεύετο εἰς τὴν Βοιωτίαν τό τε οἴκοθεν ἔχων στράτευμα καὶ τὸ ἐκ Πελοποννήσου, πλὴν Κορίνθιοι οὐκ ἠκολούθουν αὐτοῖς. ὁ δὲ Λύσανδρος, ἄγων τὸ ἀπὸ Φωκέων καὶ Ὀρχομενοῦ καὶ τῶν κατ᾽ ἐκεῖνα χωρίων στράτευμα, ἔφθη τὸν Παυσανίαν ἐν τῶι Ἁλιάρτωι γενόμενος.
[3.5.18]
ἥκων δὲ οὐκέτι ἡσυχίαν ἔχων ἀνέμενε τὸ ἀπὸ Λακεδαίμονος στράτευμα, ἀλλὰ σὺν οἷς εἶχεν ἤιει πρὸς τὸ τεῖχος τῶν Ἁλιαρτίων. καὶ τὸ μὲν πρῶτον ἔπειθεν αὐτοὺς ἀφίστασθαι καὶ αὐτονόμους γίγνεσθαι· ἐπεὶ δὲ τῶν Θηβαίων τινὲς ὄντες ἐν τῶι τείχει διεκώλυον, προσέβαλε πρὸς τὸ τεῖχος.
[3.5.19]
ἀκούσαντες δὲ ταῦτα οἱ Θηβαῖοι, δρόμωι ἐβοήθουν οἵ τε ὁπλῖται καὶ οἱ ἱππεῖς. ὁπότερα μὲν οὖν, εἴτε λαθόντες τὸν Λύσανδρον ἐπέπεσον αὐτῶι εἴτε καὶ αἰσθόμενος προσιόντας ὡς κρατήσων ὑπέμενεν, ἄδηλον· τοῦτο δ᾽ οὖν σαφές, ὅτι παρὰ τὸ τεῖχος ἡ μάχη ἐγένετο· καὶ τροπαῖον ἕστηκε πρὸς τὰς πύλας τῶν Ἁλιαρτίων. ἐπεὶ δὲ ἀποθανόντος Λυσάνδρου ἔφευγον οἱ ἄλλοι πρὸς τὸ ὄρος, ἐδίωκον ἐρρωμένως οἱ Θηβαῖοι.
[3.5.20]
ὡς δὲ ἄνω ἤδη ἦσαν διώκοντες καὶ δυσχωρία τε καὶ στενοπορία ὑπελάμβανεν αὐτούς, ὑποστρέψαντες οἱ ὁπλῖται ἠκόντιζόν τε καὶ ἔβαλλον. ὡς δὲ ἔπεσον αὐτῶν δύο ἢ τρεῖς οἱ πρῶτοι καὶ ἐπὶ τοὺς λοιποὺς ἐπεκυλίνδουν πέτρους εἰς τὸ κάταντες καὶ πολλῆι προθυμίαι ἐνέκειντο, ἐτρέφθησαν οἱ Θηβαῖοι ἀπὸ τοῦ κατάντους καὶ ἀποθνήισκουσιν αὐτῶν πλείους ἢ διακόσιοι.
[3.5.21]
ταύτηι μὲν οὖν τῆι ἡμέραι οἱ Θηβαῖοι ἠθύμουν, νομίζοντες οὐκ ἐλάττω κακὰ πεπονθέναι ἢ πεποιηκέναι· τῆι δ᾽ ὑστεραίαι ἐπεὶ ἤισθοντο ἀπεληλυθότας ἐν νυκτὶ τούς τε Φωκέας καὶ τοὺς ἄλλους ἅπαντας οἴκαδε ἑκάστους, ἐκ τούτου μεῖζον δὴ ἐφρόνουν ἐπὶ τῶι γεγενημένωι. ἐπεὶ δ᾽ αὖ ὁ Παυσανίας ἀνεφαίνετο ἔχων τὸ ἐκ Λακεδαίμονος στράτευμα, πάλιν αὖ ἐν μεγάλωι κινδύνωι ἡγοῦντο εἶναι, καὶ πολλὴν ἔφασαν σιωπήν τε καὶ ταπεινότητα ἐν τῶι στρατεύματι εἶναι αὐτῶν.
[3.5.22]
ὡς δὲ τῆι ὑστεραίαι οἵ τε Ἀθηναῖοι ἐλθόντες συμπαρετάξαντο ὅ τε Παυσανίας οὐ προσῆγεν οὐδὲ ἐμάχετο, ἐκ τούτου τὸ μὲν Θηβαίων πολὺ μεῖζον φρόνημα ἐγίγνετο· ὁ δὲ Παυσανίας συγκαλέσας πολεμάρχους καὶ πεντηκοντῆρας ἐβουλεύετο πότερον μάχην συνάπτοι ἢ ὑπόσπονδον τόν τε Λύσανδρον ἀναιροῖτο καὶ τοὺς μετ᾽ αὐτοῦ πεσόντας.
[3.5.23]
λογιζόμενος δ᾽ ὁ Παυσανίας καὶ οἱ ἄλλοι <οἱ> ἐν τέλει Λακεδαιμονίων ὡς Λύσανδρος τετελευτηκὼς εἴη καὶ τὸ μετ᾽ αὐτοῦ στράτευμα ἡττημένον ἀποκεχωρήκοι, καὶ Κορίνθιοι μὲν παντάπασιν οὐκ ἠκολούθουν αὐτοῖς, οἱ δὲ παρόντες οὐ προθύμως στρατεύοιντο· ἐλογίζοντο δὲ καὶ τὸ ἱππικὸν ὡς τὸ μὲν ἀντίπαλον πολύ, τὸ δὲ αὑτῶν ὀλίγον εἴη, τὸ δὲ μέγιστον, ὅτι οἱ νεκροὶ ὑπὸ τῶι τείχει ἔκειντο, ὥστε οὐδὲ κρείττοσιν οὖσι διὰ τοὺς ἀπὸ τῶν πύργων ῥάιδιον εἴη ἀνελέσθαι· διὰ οὖν πάντα ταῦτα ἔδοξεν αὐτοῖς τοὺς νεκροὺς ὑποσπόνδους ἀναιρεῖσθαι.
[3.5.24]
οἱ μέντοι Θηβαῖοι εἶπαν ὅτι οὐκ ἂν ὑποδοῖεν τοὺς νεκρούς, εἰ μὴ ἐφ᾽ ὧιτε ἀπιέναι ἐκ τῆς χώρας, οἱ δὲ ἄσμενοί τε ταῦτα ἤκουσαν καὶ ἀνελόμενοι τοὺς νεκροὺς ἀπῆισαν ἐκ τῆς Βοιωτίας. τούτων δὲ πραχθέντων οἱ μὲν Λακεδαιμόνιοι ἀθύμως ἀπῆισαν, οἱ δὲ Θηβαῖοι μάλα ὑβριστικῶς, εἰ καὶ μικρόν τις τῶν χωρίων του ἐπιβαίη, παίοντες ἐδίωκον εἰς τὰς ὁδούς. αὕτη μὲν δὴ οὕτως ἡ στρατιὰ τῶν Λακεδαιμονίων διελύθη.
[3.5.25]
ὁ μέντοι Παυσανίας ἐπεὶ ἀφίκετο οἴκαδε, ἐκρίνετο περὶ θανάτου. κατηγορουμένου δ᾽ αὐτοῦ καὶ ὅτι ὑστερήσειεν εἰς Ἁλίαρτον τοῦ Λυσάνδρου, συνθέμενος εἰς τὴν αὐτὴν ἡμέραν παρέσεσθαι, καὶ ὅτι ὑποσπόνδους ἀλλ᾽ οὐ μάχηι ἐπειρᾶτο τοὺς νεκροὺς ἀναιρεῖσθαι, καὶ ὅτι τὸν δῆμον τῶν Ἀθηναίων λαβὼν ἐν τῶι Πειραιεῖ ἀνῆκε, καὶ πρὸς τούτοις οὐ παρόντος ἐν τῆι δίκηι, θάνατος αὐτοῦ κατεγνώσθη· καὶ ἔφυγεν εἰς Τεγέαν, καὶ ἐτελεύτησε μέντοι ἐκεῖ νόσωι. κατὰ μὲν οὖν τὴν Ἑλλάδα ταῦτ᾽ ἐπράχθη.

Βιβλ

ον
δ
ʹ

[4.1.1]
Ὁ δὲ Ἀγησίλαος ἐπεὶ ἀφίκετο ἅμα μετοπώρωι εἰς τὴν τοῦ Φαρναβάζου Φρυγίαν, τὴν μὲν χώραν ἔκαε καὶ ἐπόρθει, πόλεις δὲ τὰς μὲν βίαι, τὰς δ᾽ ἑκούσας προσελάμβανε.
[4.1.2]
λέγοντος δὲ τοῦ Σπιθριδάτου ὡς εἰ ἔλθοι πρὸς τὴν Παφλαγονίαν σὺν αὐτῶι, τὸν τῶν Παφλαγόνων βασιλέα καὶ εἰς λόγους ἄξοι καὶ σύμμαχον ποιήσοι, προθύμως ἐπορεύετο, πάλαι τούτου ἐπιθυμῶν, τοῦ ἀφιστάναι τι ἔθνος ἀπὸ βασιλέως.

[4.1.3]
Ἐπεὶ δὲ ἀφίκετο εἰς τὴν Παφλαγονίαν, ἦλθεν Ὄτυς καὶ συμμαχίαν ἐποιήσατο· καὶ γὰρ καλούμενος ὑπὸ βασιλέως οὐκ ἀνεβεβήκει. πείσαντος δὲ τοῦ Σπιθριδάτου κατέλιπε τῶι Ἀγησιλάωι Ὄτυς χιλίους μὲν ἱππέας, δισχιλίους δὲ πελταστάς.
[4.1.4]
χάριν δὲ τούτων εἰδὼς Ἀγησίλαος τῶι Σπιθριδάτηι, Εἰπέ μοι, ἔφη, ὦ Σπιθριδάτα, οὐκ ἂν δοίης Ὄτυϊ τὴν θυγατέρα; Πολύ γε, ἔφη, μᾶλλον ἢ ἐκεῖνος ἂν λάβοι φυγάδος ἀνδρὸς βασιλεύων πολλῆς καὶ χώρας καὶ δυνάμεως. τότε μὲν οὖν ταῦτα μόνον ἐρρήθη περὶ τοῦ γάμου.
[4.1.5]
ἐπεὶ δὲ Ὄτυς ἔμελλεν ἀπιέναι, ἦλθε πρὸς τὸν Ἀγησίλαον ἀσπασόμενος· ἤρξατο δὲ λόγου ὁ Ἀγησίλαος παρόντων τῶν τριάκοντα, μεταστησάμενος τὸν Σπιθριδάτην·
[4.1.6]
Λέξον μοι, ἔφη, ὦ Ὄτυ, ποίου τινὸς γένους ἐστὶν ὁ Σπιθριδάτης; ὁ δ᾽ εἶπεν ὅτι Περσῶν οὐδενὸς ἐνδεέστερος. Τὸν δὲ υἱόν, ἔφη, ἑόρακας αὐτοῦ ὡς καλός ἐστι; Τί δ᾽ οὐ μέλλω; καὶ γὰρ ἑσπέρας συνεδείπνουν αὐτῶι. Τούτου μέν φασι τὴν θυγατέρα αὐτῶι καλλίονα εἶναι. Νὴ Δί᾽, ἔφη ὁ Ὄτυς, καλὴ γάρ ἐστι.
[4.1.7]
Καὶ ἐγὼ μέν, ἔφη, ἐπεὶ φίλος ἡμῖν γεγένησαι, συμβουλεύοιμ᾽ ἄν σοι τὴν παῖδα ἄγεσθαι γυναῖκα, καλλίστην μὲν οὖσαν, οὗ τί ἀνδρὶ ἥδιον; πατρὸς δ᾽ εὐγενεστάτου, δύναμιν δ᾽ ἔχοντος τοσαύτην, ὃς ὑπὸ Φαρναβάζου ἀδικηθεὶς οὕτω τιμωρεῖται αὐτὸν ὥστε φυγάδα πάσης τῆς χώρας, ὡς ὁρᾶις, πεποίηκεν.
[4.1.8]
εὖ ἴσθι μέντοι, ἔφη, ὅτι ὥσπερ ἐκεῖνον ἐχθρὸν ὄντα δύναται τιμωρεῖσθαι, οὕτω καὶ φίλον ἄνδρα εὐεργετεῖν <ἂν> δύναιτο. νόμιζε δὲ τούτων πραχθέντων μὴ ἐκεῖνον ἄν σοι μόνον κηδεστὴν εἶναι, ἀλλὰ καὶ ἐμὲ καὶ τοὺς ἄλλους Λακεδαιμονίους, ἡμῶν δ᾽ ἡγουμένων τῆς Ἑλλάδος καὶ τὴν ἄλλην Ἑλλάδα.
[4.1.9]
καὶ μὴν μεγαλειοτέρως γε σοῦ, εἰ ταῦτα πράττοις, τίς ἄν ποτε γήμειε; ποίαν γὰρ νύμφην πώποτε τοσοῦτοι ἱππεῖς καὶ πελτασταὶ καὶ ὁπλῖται προύπεμψαν ὅσοι τὴν σὴν γυναῖκα εἰς τὸν σὸν οἶκον προπέμψειαν ἄν;
[4.1.10]
καὶ ὁ Ὄτυς ἐπήρετο· Δοκοῦντα δ᾽, ἔφη, ὦ Ἀγησίλαε, ταῦτα καὶ Σπιθριδάτηι λέγεις; Μὰ τοὺς θεούς, ἔφη ὁ Ἀγησίλαος, ἐκεῖνος μὲν ἐμέ γε οὐκ ἐκέλευσε ταῦτα λέγειν· ἐγὼ μέντοι, καίπερ ὑπερχαίρων, ὅταν ἐχθρὸν τιμωρῶμαι, πολὺ μᾶλλόν μοι δοκῶ ἥδεσθαι, ὅταν τι τοῖς φίλοις ἀγαθὸν ἐξευρίσκω.
[4.1.11]
Τί οὖν, ἔφη, οὐ πυνθάνηι εἰ καὶ ἐκείνωι βουλομένωι ταῦτ᾽ ἐστί; καὶ ὀ Ἀγησίλαος· Ἴτ᾽, ἔφη, ὑμεῖς, ὦ Ἡριππίδα, καὶ διδάσκετε αὐτὸν βουληθῆναι ἅπερ ἡμεῖς.
[4.1.12]
οἱ μὲν δὴ ἀναστάντες ἐδίδασκον. ἐπεὶ δὲ διέτριβον, Βούλει, ἔφη, ὦ Ὄτυ, καὶ ἡμεῖς δεῦρο καλέσωμεν αὐτόν; Πολύ γ᾽ ἂν οἶμαι μᾶλλον ὑπὸ σοῦ πεισθῆναι αὐτὸν ἢ ὑπὸ τῶν ἄλλων ἁπάντων. ἐκ τούτου δὴ ἐκάλει ὁ Ἀγησίλαος τὸν Σπιθριδάτην τε καὶ τοὺς ἄλλους. προσιόντων δ᾽ εὐθὺς εἶπεν ὁ Ἡριππίδας·
[4.1.13]
Τὰ μὲν ἄλλα, ὦ Ἀγησίλαε, τὰ ῥηθέντα τί ἄν τις μακρολογοίη; τέλος δὲ λέγει Σπιθριδάτης πᾶν ποιεῖν ἂν ἡδέως ὅ τι σοι δοκοίη.
[4.1.14]
Ἐμοὶ μὲν τοίνυν, ἔφη, δοκεῖ, ὁ Ἀγησίλαος, σὲ μέν, ὦ Σπιθριδάτα, τύχηι ἀγαθῆι διδόναι Ὄτυϊ τὴν θυγατέρα, σὲ δὲ λαμβάνειν. τὴν μέντοι παῖδα πρὸ ἦρος οὐκ ἂν δυναίμεθα πεζῆι ἀγαγεῖν. Ἀλλὰ ναὶ μὰ Δί᾽, ἔφη ὁ Ὄτυς, κατὰ θάλατταν ἤδη ἂν πέμποιτο, εἰ σὺ βούλοιο.
[4.1.15]
ἐκ τούτου δεξιὰς δόντες καὶ λαβόντες ἐπὶ τούτοις ἀπέπεμπον τὸν Ὄτυν.

Καὶ εὐθὺς ὁ Ἀγησίλαος, ἐπεὶ ἔγνω αὐτὸν σπεύδοντα, τριήρη πληρώσας καὶ Καλλίαν Λακεδαιμόνιον κελεύσας ἀπαγαγεῖν τὴν παῖδα, αὐτὸς ἐπὶ Δασκυλείου ἀπεπορεύετο, ἔνθα καὶ τὰ βασίλεια ἦν Φαρναβάζωι, καὶ κῶμαι περὶ αὐτὰ πολλαὶ καὶ μεγάλαι καὶ ἄφθονα ἔχουσαι τὰ ἐπιτήδεια, καὶ θῆραι αἱ μὲν καὶ ἐν περιειργμένοις παραδείσοις, αἱ δὲ καὶ <ἐν> ἀναπεπταμένοις τόποις, πάγκαλαι.
[4.1.16]
παρέρρει δὲ καὶ ποταμὸς παντοδαπῶν ἰχθύων πλήρης. ἦν δὲ καὶ τὰ πτηνὰ ἄφθονα τοῖς ὀρνιθεῦσαι δυναμένοις. ἐνταῦθα μὲν δὴ διεχείμαζε, καὶ αὐτόθεν καὶ σὺν προνομαῖς τὰ ἐπιτήδεια τῆι στρατιᾶι λαμβάνων.
[4.1.17]
καταφρονητικῶς δέ ποτε καὶ ἀφυλάκτως διὰ τὸ μηδὲν πρότερον ἐσφάλθαι λαμβανόντων τῶν στρατιωτῶν τὰ ἐπιτήδεια, ἐπέτυχεν αὐτοῖς ὁ Φαρνάβαζος κατὰ τὸ πεδίον ἐσπαρμένοις, ἅρματα μὲν ἔχων δύο δρεπανηφόρα, ἱππέας δὲ ὡς τετρακοσίους.
[4.1.18]
οἱ δ᾽ Ἕλληνες ὡς εἶδον αὐτὸν προσελαύνοντα, συνέδραμον ὡς εἰς ἑπτακοσίους· ὁ δ᾽ οὐκ ἐμέλλησεν, ἀλλὰ προστησάμενος τὰ ἅρματα, αὐτὸς δὲ σὺν τοῖς ἱππεῦσιν ὄπισθεν γενόμενος, ἐλαύνειν εἰς αὐτοὺς ἐκέλευσεν.
[4.1.19]
ὡς δὲ τὰ ἅρματα ἐμβαλόντα διεσκέδασε τὸ ἁθρόον, ταχὺ οἱ ἱππεῖς κατέβαλον ὡς εἰς ἑκατὸν ἀνθρώπους, οἱ δ᾽ ἄλλοι κατέφυγον πρὸς Ἀγησίλαον· ἐγγὺς γὰρ ἔτυχε σὺν τοῖς ὁπλίταις ὤν.
[4.1.20]
ἐκ δὲ τούτου τρίτηι ἢ τετάρτηι ἡμέραι αἰσθάνεται ὁ Σπιθριδάτης τὸν Φαρνάβαζον ἐν Καυῆι κώμηι μεγάληι στρατοπεδευόμενον, ἀπέχοντα στάδια ὡς ἑξήκοντα καὶ ἑκατόν, καὶ εὐθὺς λέγει πρὸς τὸν Ἡριππίδαν.
[4.1.21]
καὶ ὁ Ἡριππίδας ἐπιθυμῶν λαμπρόν τι ἐργάσασθαι, αἰτεῖ τὸν Ἀγησίλαον ὁπλίτας τε εἰς δισχιλίους καὶ πελταστὰς ἄλλους τοσούτους καὶ ἱππέας τούς τε Σπιθριδάτου καὶ τοὺς Παφλαγόνας καὶ τῶν Ἑλλήνων ὁπόσους πείσειεν.
[4.1.22]
ἐπεὶ δὲ ὑπέσχετο αὐτῶι, ἐθύετο· καὶ ἅμα δείληι καλλιερησάμενος κατέλυσε τὴν θυσίαν. ἐκ δὲ τούτου δειπνήσαντας παρήγγειλε παρεῖναι πρόσθεν τοῦ στρατοπέδου. σκότους δὲ γενομένου οὐδ᾽ οἱ ἡμίσεις ἑκάστων ἐξῆλθον.
[4.1.23]
ὅπως δὲ μή, εἰ ἀποτρέποιτο, καταγελῶιεν αὐτοῦ οἱ ἄλλοι τριάκοντα, ἐπορεύετο σὺν ἧι εἶχε δυνάμει.
[4.1.24]
ἅμα δὲ τῆι ἡμέραι ἐπιπεσὼν τῆι Φαρναβάζου στρατοπεδείαι, τῆς μὲν προφυλακῆς αὐτοῦ Μυσῶν ὄντων πολλοὶ ἔπεσον, αὐτοὶ δὲ διαφεύγουσι, τὸ δὲ στρατόπεδον ἁλίσκεται, καὶ πολλὰ μὲν ἐκπώματα καὶ ἄλλα δὴ οἷα Φαρναβάζου κτήματα, πρὸς δὲ τούτοις σκεύη πολλὰ καὶ ὑποζύγια σκευοφόρα.
[4.1.25]
διὰ γὰρ τὸ φοβεῖσθαι μή, εἴ που κατασταίη, κυκλωθεὶς πολιορκοῖτο, ἄλλοτε ἄλληι τῆς χώρας ἐπήιει, ὥσπερ οἱ νομάδες, καὶ μάλα ἀφανίζων τὰς στρατοπεδεύσεις.
[4.1.26]
ἐπεὶ δὲ τὰ ληφθέντα χρήματα ἀπήγαγον οἵ τε Παφλαγόνες καὶ ὁ Σπιθριδάτης, ὑποστήσας Ἡριππίδας ταξιάρχους καὶ λοχαγοὺς ἀφείλετο ἅπαντα τόν τε Σπιθριδάτην καὶ τοὺς Παφλαγόνας, ἵνα δὴ πολλὰ ἀπαγάγοι τὰ αἰχμάλωτα τοῖς λαφυροπώλαις.
[4.1.27]
ἐκεῖνοι μέντοι ταῦτα παθόντες οὐκ ἤνεγκαν, ἀλλ᾽ ὡς ἀδικηθέντες καὶ ἀτιμασθέντες νυκτὸς συσκευασάμενοι ὤιχοντο ἀπιόντες εἰς Σάρδεις πρὸς Ἀριαῖον, πιστεύσαντες, ὅτι καὶ ὁ Ἀριαῖος ἀποστὰς βασιλέως ἐπολέμησεν αὐτῶι.
[4.1.28]
Ἀγησιλάωι μὲν δὴ τῆς ἀπολείψεως τοῦ Σπιθριδάτου καὶ τοῦ Μεγαβάτου καὶ τῶν Παφλαγόνων οὐδὲν ἐγένετο βαρύτερον ἐν τῆι στρατείαι.

[4.1.29]
Ἦν δέ τις Ἀπολλοφάνης Κυζικηνός, ὃς καὶ Φαρναβάζωι ἐτύγχανεν ἐκ παλαιοῦ ξένος ὢν καὶ Ἀγησιλάωι κατ᾽ ἐκεῖνον τὸν χρόνον ἐξενώθη. οὗτος οὖν εἶπε πρὸς τὸν Ἀγησίλαον ὡς οἴοιτο συναγαγεῖν αὐτῶι ἂν εἰς λόγους περὶ φιλίας Φαρνάβαζον.
[4.1.30]
ὡς δ᾽ ἤκουσεν αὐτοῦ, σπονδὰς λαβὼν καὶ δεξιὰν παρῆν ἄγων τὸν Φαρνάβαζον εἰς συγκείμενον χωρίον, ἔνθα δὴ Ἀγησίλαος καὶ οἱ περὶ αὐτὸν τριάκοντα χαμαὶ ἐν πόαι τινὶ κατακείμενοι ἀνέμενον· ὁ δὲ Φαρνάβαζος ἧκεν ἔχων στολὴν πολλοῦ χρυσοῦ ἀξίαν. ὑποτιθέντων δὲ αὐτῶι τῶν θεραπόντων ῥαπτά, ἐφ᾽ ὧν καθίζουσιν οἱ Πέρσαι μαλακῶς, ἠισχύνθη ἐντρυφῆσαι, ὁρῶν τοῦ Ἀγησιλάου τὴν φαυλότητα· κατεκλίθη οὖν καὶ αὐτὸς ὥσπερ εἶχε χαμαί.
[4.1.31]
καὶ πρῶτα μὲν ἀλλήλους χαίρειν προσεῖπαν, ἕπειτα τὴν δεξιὰν προτείναντος τοῦ Φαρναβάζου ἀντιπρούτεινε καὶ ὁ Ἀγησίλαος. μετὰ δὲ τοῦτο ἤρξατο λόγου ὁ Φαρνάβαζος· καὶ γὰρ ἦν πρεσβύτερος·
[4.1.32]
Ὦ Ἀγησίλαε καὶ πάντες οἱ παρόντες Λακεδαιμόνιοι, ἐγὼ ὑμῖν, ὅτε τοῖς Ἀθηναίοις ἐπολεμεῖτε, φίλος καὶ σύμμαχος ἐγενόμην, καὶ τὸ μὲν ναυτικὸν τὸ ὑμέτερον χρήματα παρέχων ἰσχυρὸν ἐποίουν, ἐν δὲ τῆι γῆι αὐτὸς ἀπὸ τοῦ ἵππου μαχόμενος μεθ᾽ ὑμῶν εἰς τὴν θάλατταν κατεδίωκον τοὺς πολεμίους. καὶ διπλοῦν ὥσπερ Τισσαφέρνους οὐδὲν πώποτέ μου οὔτε ποιήσαντος οὔτ᾽ εἰπόντος πρὸς ὑμᾶς ἔχοιτ᾽ ἂν κατηγορῆσαι.
[4.1.33]
τοιοῦτος δὲ γενόμενος νῦν οὕτω διάκειμαι ὑφ᾽ ὑμῶν ὡς οὐδὲ δεῖπνον ἔχω ἐν τῆι ἐμαυτοῦ χώραι, εἰ μή τι ὧν ἂν ὑμεῖς λίπητε συλλέξομαι, ὥσπερ τὰ θηρία. ἃ δέ μοι ὁ πατὴρ καὶ οἰκήματα καλὰ καὶ παραδείσους καὶ δένδρων καὶ θηρίων μεστοὺς κατέλιπεν, ἐφ᾽ οἷς ηὐφραινόμην, ταῦτα πάντα ὁρῶ τὰ μὲν κατακεκομμένα, τὰ δὲ κατακεκαυμένα. εἰ οὖν ἐγὼ μὴ γιγνώσκω μήτε τὰ ὅσια μήτε τὰ δίκαια, ὑμεῖς δὲ διδάξατέ με ὅπως ταῦτ᾽ ἐστὶν ἀνδρῶν ἐπισταμένων χάριτας ἀποδιδόναι.
[4.1.34]
ὁ μὲν ταῦτ᾽ εἶπεν. οἱ δὲ τριάκοντα πάντες μὲν ἐπηισχύνθησαν αὐτὸν καὶ ἐσιώπησαν· ὁ δὲ Ἀγησίλαος χρόνωι ποτὲ εἶπεν· Ἀλλ᾽ οἶμαι μέν σε, ὦ Φαρνάβαζε, εἰδέναι ὅτι καὶ ἐν ταῖς Ἑλληνικαῖς πόλεσι ξένοι ἀλλήλοις γίγνονται ἄνθρωποι. οὗτοι δέ, ὅταν αἱ πόλεις πολέμιαι γένωνται, σὺν ταῖς πατρίσι καὶ τοῖς ἐξενωμένοις πολεμοῦσι καί, ἂν οὕτω τύχωσιν, ἔστιν ὅτε καὶ ἀπέκτειναν ἀλλήλους. καὶ ἡμεῖς οὖν νῦν βασιλεῖ τῶι ὑμετέρωι πολεμοῦντες πάντα ἠναγκάσμεθα τὰ ἐκείνου πολέμια νομίζειν· σοί γε μέντοι φίλοι γενέσθαι περὶ παντὸς ἂν ποιησαίμεθα.
[4.1.35]
καὶ εἰ μὲν ἀλλάξασθαί σε ἔδει ἀντὶ δεσπότου βασιλέως ἡμᾶς δεσπότας, οὐκ ἂν ἔγωγέ σοι συνεβούλευον· νῦν δὲ ἔξεστί σοι μεθ᾽ ἡμῶν γενομένωι μηδένα προσκυνοῦντα μηδὲ δεσπότην ἔχοντα ζῆν καρπούμενον τὰ σαυτοῦ. καίτοι ἐλεύθερον εἶναι ἐγὼ μὲν οἶμαι ἀντάξιον εἶναι τῶν πάντων χρημάτων.
[4.1.36]
οὐδὲ μέντοι τοῦτό σε κελεύομεν, πένητα μέν, ἐλεύθερον δ᾽ εἶναι, ἀλλ᾽ ἡμῖν συμμάχοις χρώμενον αὔξειν μὴ τὴν βασιλέως ἀλλὰ τὴν σαυτοῦ ἀρχήν, τοὺς νῦν ὁμοδούλους σοι καταστρεφόμενον, ὥστε σοὺς ὑπηκόους εἶναι. καίτοι εἰ ἅμα ἐλεύθερός τ᾽ εἴης καὶ πλούσιος γένοιο, τίνος ἂν δέοις μὴ οὐχὶ πάμπαν εὐδαίμων εἶναι;
[4.1.37]
Οὐκοῦν, ἔφη ὁ Φαρνάβαζος, ἁπλῶς ὑμῖν ἀποκρίνομαι ἅπερ ποιήσω; Πρέπει γοῦν σοι, Ἐγὼ τοίνυν, ἔφη, ἐὰν βασιλεὺς ἄλλον μὲν στρατηγὸν πέμπηι, ἐμὲ δὲ ὑπήκοον ἐκείνου τάττηι, βουλήσομαι ὑμῖν καὶ φίλος καὶ σύμμαχος εἶναι· ἐὰν μέντοι μοι τὴν ἀρχὴν προστάττηι [τοιοῦτόν τι, ὡς ἔοικε, φιλοτιμία ἐστίν], εὖ χρὴ εἰδέναι ὅτι πολεμήσω ὑμῖν ὡς ἂν δύνωμαι ἄριστα.
[4.1.38]
ἀκούσας ταῦτα ὁ Ἀγησίλαος ἐλάβετο τῆς χειρὸς αὐτοῦ καὶ εἶπεν· Εἴθ᾽, ὦ λῶιστε σύ, τοιοῦτος ὢν φίλος ἡμῖν γένοιο. ἓν δ᾽ οὖν, ἔφη, ἐπίστω, ὅτι νῦν τε ἄπειμι ὡς ἂν δύνωμαι τάχιστα ἐκ τῆς σῆς χώρας, τοῦ τε λοιποῦ, κἂν πόλεμος ἦι, ἕως ἂν ἐπ᾽ ἄλλον ἔχωμεν στρατεύεσθαι, σοῦ τε καὶ τῶν σῶν ἀφεξόμεθα.

Other books

Children of Darkness by Courtney Shockey
The Texas Ranger's Family by Rebecca Winters
Bride Of The Dragon by Georgette St. Clair
Apprehended by Jan Burke
Epic by Conor Kostick