Complete Works of Xenophon (Illustrated) (Delphi Ancient Classics) (246 page)

BOOK: Complete Works of Xenophon (Illustrated) (Delphi Ancient Classics)
6.25Mb size Format: txt, pdf, ePub

[5.2.8]
Οἱ δ᾽ ἐκ Φλειοῦντος φεύγοντες αἰσθανόμενοι τοὺς Λακεδαιμονίους ἐπισκοποῦντας τῶν συμμάχων ὁποῖοί τινες ἕκαστοι ἐν τῶι πολέμωι αὐτοῖς ἐγεγένηντο, καιρὸν ἡγησάμενοι, ἐπορεύθησαν εἰς Λακεδαίμονα καὶ ἐδίδασκον ὡς ἕως μὲν σφεῖς οἴκοι ἦσαν, ἐδέχετό τε ἡ πόλις τοὺς Λακεδαιμονίους εἰς τὸ τεῖχος καὶ συνεστρατεύοντο ὅποι ἡγοῖντο· ἐπεὶ δὲ σφᾶς αὐτοὺς ἐξέβαλον, ὡς ἕπεσθαι μὲν οὐδαμοῦ ἐθέλοιεν, μόνους δὲ πάντων ἀνθρώπων Λακεδαιμονίους οὐ δέχοιντο εἴσω τῶν πυλῶν.
[5.2.9]
ἀκούσασιν οὖν ταῦτα τοῖς ἐφόροις ἄξιον ἔδοξεν ἐπιστροφῆς εἶναι. καὶ πέμψαντες πρὸς τὴν τῶν Φλειασίων πόλιν ἔλεγον ὡς φίλοι μὲν οἱ φυγάδες τῆι Λακεδαιμονίων πόλει εἶεν, ἀδικοῦντες δ᾽ οὐδὲν φεύγοιεν. ἀξιοῦν δ᾽ ἔφασαν μὴ ὑπ᾽ ἀνάγκης, ἀλλὰ παρ᾽ ἑκόντων διαπράξασθαι κατελθεῖν αὐτούς. ἃ δὴ ἀκούσαντες οἱ Φλειάσιοι ἔδεισαν μὴ εἰ στρατεύσαιντο ἐπ᾽ αὐτούς, τῶν ἔνδοθεν παρείησάν τινες αὐτοὺς εἰς τὴν πόλιν. καὶ γὰρ συγγενεῖς πολλοὶ ἔνδον ἦσαν τῶν φευγόντων καὶ ἄλλως εὐμενεῖς, καὶ οἷα δὴ ἐν ταῖς πλείσταις πόλεσι νεωτέρων τινὲς ἐπιθυμοῦντες πραγμάτων κατάγειν ἐβούλοντο τὴν φυγήν.
[5.2.10]
τοιαῦτα μὲν δὴ φοβηθέντες, ἐψηφίσαντο καταδέχεσθαι τοὺς φυγάδας, καὶ ἐκείνοις μὲν ἀποδοῦναι τὰ ἐμφανῆ κτήματα, τοὺς δὲ τὰ ἐκείνων πριαμένους ἐκ δημοσίου τὴν τιμὴν ἀπολαβεῖν· εἰ δέ τι ἀμφίλογον πρὸς ἀλλήλους γίγνοιτο, δίκηι διακριθῆναι. καὶ ταῦτα μὲν αὖ περὶ τῶν Φλειασίων φυγάδων ἐν ἐκείνωι τῶι χρόνωι ἐπέπρακτο.

[5.2.11]
Ἐξ Ἀκάνθου δὲ καὶ Ἀπολλωνίας, αἵπερ μέγισται τῶν περὶ Ὄλυνθον πόλεων, πρέσβεις ἀφίκοντο εἰς Λακεδαίμονα. ἀκούσαντες δ᾽ οἱ ἔφοροι ὧν ἕνεκα ἧκον, προσήγαγον αὐτοὺς πρός τε τὴν ἐκκλησίαν καὶ τοὺς συμμάχους.
[5.2.12]
ἔνθα δὴ Κλειγένης Ἀκάνθιος ἔλεξεν· Ὦ ἄνδρες Λακεδαιμόνιοί τε καὶ σύμμαχοι, οἰόμεθα λανθάνειν ὑμᾶς πρᾶγμα μέγα φυόμενον ἐν τῆι Ἑλλάδι. ὅτι μὲν γὰρ τῶν ἐπὶ Θράικης μεγίστη πόλις Ὄλυνθος σχεδὸν πάντες ἐπίστασθε. οὗτοι τῶν πόλεων προσηγάγοντο ἐφ᾽ ὧιτε νόμοις τοῖς αὐτοῖς χρῆσθαι καὶ συμπολιτεύειν, ἔπειτα δὲ καὶ τῶν μειζόνων προσέλαβόν τινας. ἐκ δὲ τούτου ἐπεχείρησαν καὶ τὰς τῆς Μακεδονίας πόλεις ἐλευθεροῦν ἀπὸ Ἀμύντου τοῦ Μακεδόνων βασιλέως.
[5.2.13]
ἐπεὶ δὲ εἰσήκουσαν αἱ ἐγγύτατα αὐτῶν, ταχὺ καὶ ἐπὶ τὰς πόρρω καὶ μείζους ἐπορεύοντο· καὶ κατελίπομεν ἡμεῖς ἔχοντας ἤδη ἄλλας τε πολλὰς καὶ Πέλλαν, ἥπερ μεγίστη τῶν ἐν Μακεδονίαι πόλεων· καὶ Ἀμύνταν δὲ ἠισθανόμεθα ἀποχωροῦντά τε ἐκ τῶν πόλεων καὶ ὅσον οὐκ ἐκπεπτωκότα ἤδη ἐκ πάσης Μακεδονίας. πέμψαντες δὲ καὶ πρὸς ἡμᾶς καὶ πρὸς Ἀπολλωνιάτας οἱ Ὀλύνθιοι προεῖπον ἡμῖν ὅτι εἰ μὴ παρεσόμεθα συστρατευσόμενοι, ἐκεῖνοι ἐφ᾽ ἡμᾶς ἴοιεν.
[5.2.14]
ἡμεῖς δέ, ὦ ἄνδρες Λακεδαιμόνιοι, βουλόμεθα μὲν τοῖς πατρίοις νόμοις χρῆσθαι καὶ αὐτοπολῖται εἶναι· εἰ μέντοι μὴ βοηθήσει τις, ἀνάγκη καὶ ἡμῖν μετ᾽ ἐκείνων γίγνεσθαι. καίτοι νῦν γ᾽ ἤδη αὐτοῖς εἰσὶν ὁπλῖται μὲν οὐκ ἐλάττους <ὀκτακοσίων<, πελτασταὶ δὲ πολὺ πλείους ἢ τοσοῦτοι· ἱππεῖς γε μέντοι, ἐὰν καὶ ἡμεῖς μετ᾽ αὐτῶν γενώμεθα, ἔσονται πλείους ἢ χίλιοι.
[5.2.15]
κατελίπομεν δὲ καὶ Ἀθηναίων καὶ Βοιωτῶν πρέσβεις ἤδη αὐτόθι. ἠκούομεν δὲ ὡς καὶ αὐτοῖς Ὀλυνθίοις ἐψηφισμένον εἴη συμπέμπειν πρέσβεις εἰς ταύτας τὰς πόλεις περὶ συμμαχίας. καίτοι εἰ τοσαύτη δύναμις προσγενήσεται τῆι τε Ἀθηναίων καὶ Θηβαίων ἰσχύι, ὁρᾶτε, ἔφη, ὅπως μὴ οὐκέτι εὐμεταχείριστα ἔσται ἐκεῖνα ὑμῖν. ἐπεὶ δὲ καὶ Ποτείδαιαν ἔχουσιν ἐπὶ τῶι ἰσθμῶι τῆς Παλλήνης οὖσαν, νομίζετε καὶ τὰς ἐντὸς ταύτης πόλεις ὑπηκόους ἔσεσθαι αὐτῶν. τεκμήριον δ᾽ ἔτι ἔστω ὑμῖν καὶ τοῦτο ὅτι ἰσχυρῶς αὗται αἱ πόλεις πεφόβηνται· μάλιστα γὰρ μισοῦσαι τοὺς Ὀλυνθίους ὅμως οὐκ ἐτόλμησαν μεθ᾽ ἡμῶν πρεσβείας πέμπειν διδαξούσας ταῦτα.
[5.2.16]
ἐννοήσατε δὲ καὶ τόδε, πῶς εἰκὸς ὑμᾶς τῆς μὲν Βοιωτίας ἐπιμεληθῆναι ὅπως μὴ καθ᾽ ἓν εἴη, πολὺ δὲ μείζονος ἁθροιζομένης δυνάμεως ἀμελῆσαι, καὶ ταύτης οὐ κατὰ γῆν μόνον, ἀλλὰ καὶ κατὰ θάλατταν ἰσχυρᾶς γιγνομένης. τί γὰρ δὴ καὶ ἐμποδών, ὅπου ξύλα μὲν ναυπηγήσιμα ἐν αὐτῆι τῆι χώραι ἐστί, χρημάτων δὲ πρόσοδοι ἐκ πολλῶν μὲν λιμένων, ἐκ πολλῶν δ᾽ ἐμπορίων, πολυανθρωπία γε μὴν διὰ τὴν πολυσιτίαν ὑπάρχει;
[5.2.17]
ἀλλὰ μὴν καὶ γείτονές γ᾽ εἰσὶν αὐτοῖς Θρᾶικες οἱ ἀβασίλευτοι, οἳ θεραπεύουσι μὲν καὶ νῦν ἤδη τοὺς Ὀλυνθίους· εἰ δὲ ὑπ᾽ ἐκείνοις ἔσονται, πολλὴ καὶ αὕτη δύναμις προσγένοιτ᾽ ἂν αὐτοῖς. τούτων γε μὴν ἀκολουθούντων καὶ τὰ ἐν τῶι Παγγαίωι χρύσεια χεῖρα ἂν αὐτοῖς ἤδη ὀρέγοι. καὶ τούτων ἡμεῖς οὐδὲν λέγομεν ὅ τι οὐ καὶ ἐν τῶι τῶν Ὀλυνθίων δήμωι μυριόλεκτόν ἐστι.
[5.2.18]
τό γε μὴν φρόνημα αὐτῶν τί ἄν τις λέγοι; καὶ γὰρ ὁ θεὸς ἴσως ἐποίησεν ἅμα τῶι δύνασθαι καὶ τὰ φρονήματα αὔξεσθαι τῶν ἀνθρώπων. ἡμεῖς μὲν οὖν, ὦ ἄνδρες Λακεδαιμόνιοί τε καὶ σύμμαχοι, ἐξαγγέλλομεν ὅτι οὕτω τἀκεῖ ἔχει· ὑμεῖς δὲ βουλεύεσθε, εἰ δοκεῖ ἄξια ἐπιμελείας εἶναι. δεῖ γε μὴν ὑμᾶς καὶ τόδε εἰδέναι, ὡς ἣν εἰρήκαμεν δύναμιν μεγάλην οὖσαν, οὔπω δυσπάλαιστός ἐστιν. αἱ γὰρ ἄκουσαι τῶν πόλεων τῆς πολιτείας κοινωνοῦσαι, αὗται, ἄν τι ἴδωσιν ἀντίπαλον, ταχὺ ἀποστήσονται·
[5.2.19]
εἰ μέντοι συγκλεισθήσονται ταῖς τε ἐπιγαμίαις καὶ ἐγκτήσεσι παρ᾽ ἀλλήλοις, ἃς ἐψηφισμένοι εἰσί, καὶ γνώσονται ὅτι μετὰ τῶν κρατούντων ἕπεσθαι κερδαλέον ἐστίν, ὥσπερ Ἀρκάδες, ὅταν μεθ᾽ ὑμῶν ἴωσι, τά τε αὑτῶν σώιζουσι καὶ τὰ ἀλλότρια ἁρπάζουσιν, ἴσως οὐκέθ᾽ ὁμοίως εὔλυτα ἔσται.

[5.2.20]
Λεχθέντων δὲ τούτων ἐδίδοσαν οἱ Λακεδαιμόνιοι τοῖς συμμάχοις λόγον καὶ ἐκέλευον συμβουλεύειν ὅ τι γιγνώσκει τις ἄριστον τῆι Πελοποννήσωι τε καὶ τοῖς συμμάχοις. ἐκ τούτου μέντοι πολλοὶ μὲν συνηγόρευον στρατιὰν ποιεῖν, μάλιστα δὲ οἱ βουλόμενοι χαρίζεσθαι τοῖς Λακεδαιμονίοις, καὶ ἔδοξε πέμπειν τὸ εἰς τοὺς μυρίους σύνταγμα ἑκάστην πόλιν.
[5.2.21]
λόγοι δὲ ἐγένοντο ἀργύριόν τε ἀντ᾽ ἀνδρῶν ἐξεῖναι διδόναι τῆι βουλομένηι τῶν πόλεων, τριώβολον Αἰγιναῖον κατὰ ἄνδρα, ἱππέας τε εἴ τις παρέχοι, ἀντὶ τεττάρων ὁπλιτῶν τὸν μισθὸν τῶι ἱππεῖ δίδοσθαι·
[5.2.22]
εἰ δέ τις τῶν πόλεων ἐκλίποι τὴν στρατιάν, ἐξεῖναι Λακεδαιμονίοις ἐπιζημιοῦν στατῆρι κατὰ τὸν ἄνδρα τῆς ἡμέρας.
[5.2.23]
ἐπεὶ δὲ ταῦτα ἔδοξεν, ἀναστάντες οἱ Ἀκάνθιοι πάλιν ἐδίδασκον ὡς ταῦτα καλὰ μὲν εἴη τὰ ψηφίσματα, οὐ μέντοι δυνατὰ ταχὺ περανθῆναι. βέλτιον οὖν ἔφασαν εἶναι, ἐν ἧι αὕτη ἡ παρασκευὴ ἁθροίζοιτο, ὡς τάχιστα ἄνδρα ἐξελθεῖν ἄρχοντα καὶ δύναμιν ἐκ Λακεδαιιμονός τε, ὅση ἂν ταχὺ ἐξέλθοι, καὶ ἐκ τῶν ἄλλων πόλεων· τούτου γὰρ γενομένου τάς τε οὔπω προσκεχωρηκυίας πόλεις στῆναι ἂν καὶ τὰς βεβιασμένας ἧττον ἂν συμμαχεῖν.
[5.2.24]
δοξάντων δὲ καὶ τούτων, ἐκπέμπουσιν οἱ Λακεδαιμόνιοι Εὐδαμίδαν, καὶ σὺν αὐτῶι νεοδαμώδεις τε καὶ τῶν περιοίκων καὶ τῶν Σκιριτῶν ἄνδρας ὡς δισχιλίους. ὁ μέντοι Εὐδαμίδας ἐξιὼν Φοιβίδαν τὸν ἀδελφὸν ἐδεήθη τῶν ἐφόρων τοὺς ὑπολειπομένους τῶν ἑαυτῶι προστεταγμένων ἁθροίσαντα μετιέναι· αὐτὸς δὲ ἐπεὶ ἀφίκετο εἰς τὰ ἐπὶ Θράικης χωρία, ταῖς μὲν δεομέναις τῶν πόλεων φρουροὺς ἔπεμπε, Ποτείδαιαν δὲ καὶ προσέλαβεν ἑκοῦσαν, σύμμαχον ἤδη ἐκείνων οὖσαν, καὶ ἐντεῦθεν ὀρμώμενος ἐπολέμει ὥσπερ εἰκὸς τὸν ἐλάττω ἔχοντα δύναμιν.

[5.2.25]
Ὁ δὲ Φοιβίδας, ἐπεὶ ἡθροίσθησαν αὐτῶι οἱ ὑπολειφθέντες τοῦ Εὐδαμίδου, λαβὼν αὐτοὺς ἐπορεύετο. ὡς δ᾽ ἐγένοντο ἐν Θήβαις, ἐστρατοπεδεύσαντο μὲν ἔξω τῆς πόλεως περὶ τὸ γυμνάσιον· στασιαζόντων δὲ τῶν Θηβαίων, πολεμαρχοῦντες μὲν ἐτύγχανον Ἰσμηνίας τε καὶ Λεοντιάδης, διάφοροι δὲ ὄντες ἀλλήλοις καὶ ἀρχηγὸς ἑκάτερος τῶν ἑταιριῶν. ὁ μὲν οὖν Ἰσμηνίας διὰ τὸ μῖσος τῶν Λακεδαιμονίων οὐδὲ ἐπλησίαζε τῶι Φοιβίδαι. ὁ μέντοι Λεοντιάδης ἄλλως τε ἐθεράπευεν αὐτόν, καὶ ἐπεὶ εἰσωικειώθη, ἔλεγε τάδε·
[5.2.26]
Ἔξεστί σοι, ὦ Φοιβίδα, τῆιδε τῆι ἡμέραι μέγιστα ἀγαθὰ τῆι σεαυτοῦ πατρίδι ὑπουργῆσαι· ἐὰν γὰρ ἀκολουθήσηις ἐμοὶ σὺν τοῖς ὁπλίταις, εἰσάξω σε ἐγὼ εἰς τὴν ἀκρόπολιν. τούτου δὲ γενομένου νόμιζε τὰς Θήβας παντάπασιν ὑπὸ Λακεδαιμονίοις καὶ ἡμῖν τοῖς ὑμετέροις φίλοις ἔσεσθαι.
[5.2.27]
καίτοι νῦν μέν, ὡς ὁρᾶις, ἀποκεκήρυκται μηδένα μετὰ σοῦ στρατεύειν Θηβαίων ἐπ᾽ Ὀλυνθίους· ἐὰν δέ γε σὺ ταῦτα μεθ᾽ ἡμῶν πράξηις, εὐθύς σοι ἡμεῖς πολλοὺς μὲν ὁπλίτας, πολλοὺς δὲ ἱππέας συμπέμψομεν· ὥστε πολλῆι δυνάμει βοηθήσεις τῶι ἀδελφῶι, καὶ ἐν ὧι μέλλει ἐκεῖνος Ὄλυνθον καταστρέφεσθαι, σὺ κατεστραμμένος ἔσει Θήβας, πολὺ μείξω πόλιν Ὀλύνθου.
[5.2.28]
ἀκούσας δὲ ταῦτα ὁ Φοιβίδας ἀνεκουφίσθη· καὶ γὰρ ἦν τοῦ λαμπρόν τι ποιῆσαι πολὺ μᾶλλον ἢ τοῦ ζῆν ἐραστής, οὐ μέντοι λογιστικός γε οὐδὲ πάνυ φρόνιμος ἐδόκει εἶναι. ἐπεὶ δὲ ὡμολόγησε ταῦτα, προορμῆσαι μὲν αὐτὸν ἐκέλευσεν, ὥσπερ συνεσκευασμένος ἦν εἰς τὸ ἀπιέναι· ἡνίκα δ᾽ ἆν ἦι καιρός, πρὸς σὲ ἥξω ἐγώ, ἔφη ὁ Λεοντιάδης, καὶ αὐτός σοι ἡγήσομαι.
[5.2.29]
ἐν ὧι δὲ ἡ μὲν βουλὴ ἐκάθητο ἐν τῆι ἐν ἀγορᾶι στοᾶι διὰ τὸ τὰς γυναῖκας ἐν τῆι Καδμείαι θεσμοφοριάζειν, θέρους δὲ ὄντος καὶ μεσημβρίας πλείστη ἦν ἐρημία ἐν ταῖς ὁδοῖς, ἐν τούτωι προσελάσας ἐφ᾽ ἵππου ὁ Λεοντιάδης ἀποστρέφει τε τὸν Φοιβίδαν καὶ ἡγεῖται εὐθὺς εἰς τὴν ἀκρόπολιν. καταστήσας δ᾽ ἐκεῖ τὸν Φοιβίδαν καὶ τοὺς μετ᾽ αὐτοῦ καὶ παραδοὺς τὴν βαλανάγραν αὐτῶι τῶν πυλῶν, καὶ εἰπὼν μηδένα παριέναι εἰς τὴν ἀκρόπολιν ὅντινα μὴ αὐτὸς κελεύοι, εὐθὺς ἐπορεύετο πρὸς τὴν βουλήν.
[5.2.30]
ἐλθὼν δὲ εἶπε τάδε· Ὅτι μέν, ὦ ἄνδρες, Λακεδαιμόνιοι κατέχουσι τὴν ἀκρόπολιν, μηδὲν ἀθυμεῖτε· οὐδενὶ γάρ φασι πολέμιοι ἥκειν, ὅστις μὴ πολέμου ἐρᾶι· ἐγὼ δὲ τοῦ νόμου κελεύοντας ἐξεῖναι πολεμάρχωι λαβεῖν, εἴ τις δοκεῖ ἄξια θανάτου ποιεῖν, λαμβάνω τουτονὶ Ἰσμηνίαν, ὡς πολεμοποιοῦντα. καὶ ὑμεῖς δὲ οἱ λοχαγοί τε καὶ οἱ μετὰ τούτων τεταγμένοι, ἀνίστασθε, καὶ λαβόντες ἀπαγάγετε τοῦτον ἔνθα εἴρηται.
[5.2.31]
οἱ μὲν δὴ εἰδότες τὸ πρᾶγμα παρῆσάν τε καὶ ἐπείθοντο καὶ συνελάμβανον· τῶν δὲ μὴ εἰδότων, ἐναντίων δὲ ὄντων τοῖς περὶ Λεοντιάδην, οἱ μὲν ἔφευγον εὐθὺς ἔξω τῆς πόλεως, δείσαντες μὴ ἀποθάνοιεν· οἱ δὲ καὶ οἴκαδε πρῶτον ἀπεχώρησαν· ἐπεὶ δὲ εἰργμένον τὸν Ἰσμηνίαν ἤισθοντο [οἱ] ἐν τῆι Καδμείαι, τότε δὴ ἀπεχώρησαν εἰς τὰς Ἀθήνας οἱ ταὐτὰ γιγνώσκοντες Ἀνδροκλείδαι τε καὶ Ἰσμηνίαι μάλιστα τριακόσιοι.
[5.2.32]
ὡς δὲ ταῦτ᾽ ἐπέπρακτο, πολέμαρχον μὲν ἀντὶ Ἰσμηνίου ἄλλον εἵλοντο, ὁ δὲ Λεοντιάδης εὐθὺς εἰς Λακεδαίμονα ἐπορεύετο. ηὗρε δ᾽ ἐκεῖ τοὺς μὲν ἐφόρους καὶ τῆς πόλεως τὸ πλῆθος χαλεπῶς ἔχοντας τῶι Φοιβίδαι, ὅτι οὐ προσταχθέντα ὑπὸ τῆς πόλεως ταῦτα ἐπεπράχει· ὁ μέντοι Ἀγησίλαος ἔλεγεν ὅτι εἰ μὲν βλαβερὰ τῆι Λακεδαίμονι πεπραχὼς εἴη, δίκαιος εἴη ζημιοῦσθαι, εἰ δὲ ἀγαθά, ἀρχαῖον εἶναι νόμιμον ἐξεῖναι τὰ τοιαῦτα αὐτοσχεδιάζειν. αὐτὸ οὖν τοῦτ᾽, ἔφη, προσήκει σκοπεῖν, πότερον ἀγαθὰ ἢ κακά ἐστι τὰ πεπραγμένα.
[5.2.33]
ἔπειτα μέντοι ὁ Λεοντιάδης ἐλθὼν εἰς τοὺς ἐκκλήτους ἔλεγε τοιάδε· Ἄνδρες Λακεδαιμόνιοι, ὡς μὲν πολεμικῶς εἶχον ὑμῖν οἱ Θηβαῖοι, πρὶν τὰ νῦν πεπραγμένα γενέσθαι, καὶ ὑμεῖς ἐλέγετε· ἑωρᾶτε γὰρ ἀεὶ τούτους τοῖς μὲν ὑμετέροις δυσμενέσι φιλικῶς ἔχοντας, τοῖς δ᾽ ὑμετέροις φίλοις ἐχθροὺς ὄντας. οὐκ ἐπὶ μὲν τὸν ἐν Πειραιεῖ δῆμον, πολεμιώτατον ὄντα ὑμῖν, οὐκ ἠθέλησαν συστρατεύειν, Φωκεῦσι δέ, ὅτι ὑμᾶς εὐμενεῖς ὄντας ἑώρων, ἐπεστράτευον;
[5.2.34]
ἀλλὰ μὴν καὶ πρὸς Ὀλυνθίους εἰδότες ὑμᾶς πόλεμον ἐκφέροντας συμμαχίαν ἐποιοῦντο, καὶ ὑμεῖς γε τότε μὲν ἀεὶ προσείχετε τὸν νοῦν τότε ἀκούσεσθε βιαζομένους αὐτοὺς τὴν Βοιωτίαν ὑφ᾽ αὑτοῖς εἶναι· νῦν δ᾽ ἐπεὶ τάδε πέπρακται, οὐδὲν ὑμᾶς δεῖ Θηβαίους φοβεῖσθαι· ἀλλ᾽ ἀρκέσει ὑμῖν μικρὰ σκυτάλη ὥστ᾽ ἐκεῖθεν πάντα ὑπηρετεῖσθαι ὅσων ἂν δέησθε, ἐὰν ὥσπερ ἡμεῖς ὑμῶν, οὕτω καὶ ὑμεῖς ἡμῶν ἐπιμελῆσθε.
[5.2.35]
ἀκούουσι ταῦτα τοῖς Λακεδαιμονίοις ἔδοξε τήν τε ἀκρόπολιν ὥσπερ κατείληπτο φυλάττειν καὶ Ἰσμηνίαι κρίσιν ποιῆσαι. ἐκ δὲ τούτου πέμπουσι δικαστὰς Λακεδαιμονίων μὲν τρεῖς, ἀπὸ δὲ τῶν συμμαχίδων ἕνα ἀφ᾽ ἑκάστης καὶ μικρᾶς καὶ μεγάλης πόλεως. ἐπεὶ δὲ συνεκαθίζετο τὸ δικαστήριον, τότε δὴ κατηγορεῖτο τοῦ Ἰσμηνίου καὶ ὡς βαρβαρίζοι καὶ ὡς ξένος τῶι Πέρσηι ἐπ᾽ οὐδενὶ ἀγαθῶι τῆς Ἑλλάδος γεγενημένος εἴη καὶ ὡς τῶν παρὰ βασιλέως χρημάτων μετειληφὼς εἴη καὶ ὅτι τῆς ἐν τῆι Ἑλλάδι ταραχῆς πάσης ἐκεῖνός τε καὶ Ἀνδροκλείδας αἰτιώτατοι εἶεν.
[5.2.36]
ὁ δὲ ἀπελογεῖτο μὲν πρὸς πάντα ταῦτα, οὐ μέντοι ἔπειθέ γε τὸ μὴ οὐ μεγαλοπράγμων τε καὶ κακοπράγμων εἶναι. καὶ ἐκεῖνος μὲν κατεψηφίσθη καὶ ἀποθνήισκει· οἱ δὲ περὶ Λεοντιάδην εἶχόν τε τὴν πόλιν καὶ τοῖς Λακεδαιμονίοις ἔτι πλείω ὑπηρέτουν ἢ προσετάττετο αὐτοῖς.
[5.2.37]
τούτων δὴ πεπραγμένων οἱ Λακεδαιμόνιοι πολὺ προθυμότερον τὴν εἰς τὴν Ὄλυνθον στρατιὰν συναπέστελλον. καὶ ἐκπέμπουσι Τελευτίαν μὲν ἁρμοστήν, τὴν δ᾽ εἰς τοὺς μυρίους σύνταξιν αὐτοί τε ἅπαντας συνεξέπεμπον, καὶ εἰς τὰς συμμαχίδας πόλεις σκυτάλας διέπεμπον, κελεύοντες ἀκολουθεῖν Τελευτίαι κατὰ τὸ δόγμα τῶν συμμάχων. καὶ οἵ τε ἄλλοι προθύμως τῶι Τελευτίαι ὑπηρέτουν, καὶ γὰρ οὐκ ἀχάριστος ἐδόκει εἶναι τοῖς ὑπουργοῦσί τι, καὶ ἡ τῶν Θηβαίων δὲ πόλις, ἅτε καὶ Ἀγησιλάου ὄντος αὐτῶι ἀδελφοῦ, προθύμως συνέπεμψε καὶ ὁπλίτας καὶ ἱππέας.
[5.2.38]
ὁ δὲ σπεύδων μὲν οὐ μάλα ἐπορεύετο, ἐπιμελόμενος δὲ τοῦ τε μὴ ἀδικῶν τοὺς φίλους πορεύεσθαι καὶ τοῦ ὡς πλείστην δύναμιν ἁθροίζειν. προέπεμπε δὲ καὶ πρὸς Ἀμύνταν, καὶ ἠξίου αὐτὸν καὶ ξένους μισθοῦσθαι καὶ τοῖς πλησίον βασιλεῦσι χρήματα διδόναι, ὡς συμμάχους εἶναι, εἴπερ βούλοιτο τὴν ἀρχὴν ἀναλαβεῖν. ἔπεμπε δὲ καὶ πρὸς Δέρδαν τὸν Ἐλιμίας ἄρχοντα, διδάσκων ὅτι οἱ Ὀλύνθιοι κατεστραμμένοι τὴν μείζω δύναμιν Μακεδονίας εἶεν, καὶ οὐκ ἀνήσουσι τὴν ἐλάττω, εἰ μή τις αὐτοὺς παύσει τῆς ὕβρεως.
[5.2.39]
ταῦτα δὲ ποιῶν, μάλα πολλὴν ἔχων στρατιὰν ἀφίκετο εἰς τὴν ἑαυτῶν συμμαχίδα. ἐπεὶ δ᾽ ἦλθεν εἰς τὴν Ποτείδαιαν, ἐκεῖθεν συνταξάμενος ἐπορεύετο εἰς τὴν πολεμίαν. καὶ πρὸς μὲν τὴν πόλιν ἰὼν οὔτ᾽ ἔκαεν οὔτ᾽ ἔκοπτε, νομίζων, εἴ τι ποιήσειε τούτων, ἐμποδὼν ἂν αὐτῶι πάντα γίγνεσθαι καὶ προσιόντι καὶ ἀπιόντι· ὁπότε δὲ ἀναχωροίη ἀπὸ τῆς πόλεως τότε ὀρθῶς ἔχειν κόπτοντα τὰ δένδρα ἐμποδὼν καταβάλλειν, εἴ τις ὄπισθεν ἐπίοι.
[5.2.40]
ὡς δὲ ἀπεῖχεν ἀπὸ τῆς πόλεως οὐδὲ δέκα στάδια, ἔθετο τὰ ὅπλα, εὐώνυμον μὲν αὐτὸς ἔχων, οὕτω γὰρ συνέβαινεν αὐτῶι κατὰ τὰς πύλας ἰέναι ἧι ἐξῆισαν οἱ πολέμιοι, ἡ δ᾽ ἄλλη φάλαγξ τῶν συμμάχων ἀπετέτατο πρὸς τὸ δεξιόν. καὶ τῶν ἱππέων δὲ τοὺς μὲν Λάκωνας καὶ τοὺς Θηβαίους καὶ ὅσοι τῶν Μακεδόνων παρῆσαν ἐπὶ τῶι δεξιῶι ἐτάξατο, παρὰ δὲ αὑτῶι εἶχε Δέρδαν τε καὶ τοὺς ἐκείνου ἱππέας ὡς εἰς τετρακοσίους διά τε τὸ ἄγασθαι τοῦτο τὸ ἱππικὸν καὶ διὰ τὸ θεραπεύειν τὸν Δέρδαν, ὡς ἡδόμενος παρείη.
[5.2.41]
ἐπεὶ δὲ καὶ οἱ πολεμίοι ἐλθόντες ἀντιπαρετάξαντο ὑπὸ τῶι τείχει, συσπειραθέντες αὐτῶν οἱ ἱππεῖς ἐμβάλλουσι κατὰ τοὺς Λάκωνας καὶ Βοιωτούς. καὶ Πολύχαρμόν τε τὸν Λακεδαιμόνιον ἵππαρχον καταβάλλουσιν ἀπὸ τοῦ ἵππου καὶ κείμενον πάμπολλα κατέτρωσαν, καὶ ἄλλους ἀπέκτειναν, καὶ τέλος τρέπονται τὸ ἐπὶ τῶι δεξιῶι κέρατι ἱππικόν. φευγόντων δὲ τῶν ἱππέων ἐνέκλινε καὶ τὸ ἐχόμενον πεζὸν αὐτῶν, καὶ ὅλον δ᾽ ἂν ἐκινδύνευσεν ἡττηθῆναι τὸ στράτευμα, εἰ μὴ Δέρδας ἔχων τὸ ἑαυτοῦ ἱππικὸν εὐθὺς πρὸς τὰς πύλας τῶν Ὀλυνθίων ἤλασεν. ἐπήιει δὲ καὶ ὁ Τελευτίας σὺν τοῖς περὶ ἑαυτὸν ἐν τάξει.
[5.2.42]
ὡς δὲ ταῦτα ἤισθοντο οἱ Ὀλύνθιοι ἱππεῖς, δείσαντες μὴ ἀποκλεισθεῖεν τῶν πυλῶν, ἀναστρέψαντες ἀπεχώρους πολλῆι σπουδῆι. ἔνθα δὴ ὁ Δέρδας παρελαύνοντας παμπόλλους ἱππέας αὐτῶν ἀπέκτεινεν. ἀπεχώρησαν δὲ καὶ οἱ πεζοὶ τῶν Ὀλυνθίων εἰς τὴν πόλιν· οὐ μέντοι πολλοὶ αὐτῶν ἀπέθανον, ἅτε ἐγγὺς τοῦ τείχους ὄντος.
[5.2.43]
ἐπεὶ δὲ τροπαῖόν τε ἐστάθη καὶ ἡ νίκη αὕτη τῶι Τελευτίαι ἐγεγένητο, ἀπιὼν δὴ ἕκοπτε τὰ δένδρα. καὶ τοῦτο μὲν στρατευσάμενος τὸ θέρος διῆκε καὶ τὸ Μακεδονικὸν στράτευμα καὶ τὸ τοῦ Δέρδα· πολλάκις μέντοι καὶ οἱ Ὀλύνθιοι καταθέοντες εἰς τὰς τῶν Λακεδαιμονίων συμμαχίδας πόλεις ἐλεηλάτουν καὶ ἄνδρας ἀπεκτίννυον.

Other books

A Knight at the Opera by Kenneth L. Levinson
The Second Empire by Paul Kearney
Stormy Challenge by Jayne Ann Krentz, Stephanie James
Storm of Dogs by Erin Hunter
Foul Tide's Turning by Stephen Hunt
The Gypsy Morph by Terry Brooks
Cara Darling by Destiny Blaine
Monkey by Ch'eng-en, Wu
Time Was by Steve Perry
Loose Lips by Rae Davies