Complete Works of Xenophon (Illustrated) (Delphi Ancient Classics) (279 page)

BOOK: Complete Works of Xenophon (Illustrated) (Delphi Ancient Classics)
6.53Mb size Format: txt, pdf, ePub

[9]
Καὶ ἐγὼ ἀκούσας ταῦτα· Μέλει γὰρ δή σοι, ὦ Ἰσχόμαχε, ὅπως πλουτῆις καὶ πολλὰ χρήματα ἔχων πολλὰ ἔχηις πράγματα τούτων ἐπιμελόμενος;

Καὶ πάνυ γ᾽, ἔφη ὁ Ἰσχόμαχος, μέλει μοι τούτων ὧν ἐρωτᾶις· ἡδὺ γάρ μοι δοκεῖ, ὦ Σώκρατες, καὶ θεοὺς μεγαλείως τιμᾶν καὶ φίλους, ἄν τινος δέωνται, ἐπωφελεῖν καὶ τὴν πόλιν μηδὲν <τὸ> κατ᾽ ἐμὲ χρήμασιν ἀκόσμητον εἶναι.

[10]
Καὶ γὰρ καλά, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, ἐστὶν ἃ σὺ λέγεις, καὶ δυνατοῦ γε ἰσχυρῶς ἀνδρός· πῶς γὰρ οὔ; ὅτε πολλοὶ μὲν εἰσὶν ἄνθρωποι οἳ οὐ δύνανται ζῆν ἄνευ τοῦ ἄλλων δεῖσθαι, πολλοὶ δὲ ἀγαπῶσιν, ἂν δύνωνται τὰ ἑαυτοῖς ἀρκοῦντα πορίζεσθαι. οἱ δὲ δὴ δυνάμενοι μὴ μόνον τὸν ἑαυτῶν οἶκον διοικεῖν, ἀλλὰ καὶ περιποιεῖν ὥστε καὶ τὴν πόλιν κοσμεῖν καὶ τοὺς φίλους ἐπικουφίζειν, πῶς τούτους οὐχὶ βαθεῖς τε καὶ ἐρρωμένους ἄνδρας χρὴ νομίσαι;
[11]
ἀλλὰ γὰρ ἐπαινεῖν μέν, ἔφην ἐγώ, τοὺς τοιούτους πολλοὶ δυνάμεθα· σὺ δέ μοι λέξον, ὦ Ἰσχόμαχε, ἀφ᾽ ὧνπερ ἤρξω, πῶς ὑγιείας ἐπιμελῆι; πῶς τῆς τοῦ σώματος ῥώμης; πῶς θέμις εἶναί σοι καὶ ἐκ πολέμου καλῶς σώιζεσθαι; τῆς δὲ χρηματίσεως πέρι καὶ μετὰ ταῦτα, ἔφην ἐγώ, ἀρκέσει ἀκούειν.

[12]
Ἀλλ᾽ ἔστι μέν, ἔφη ὁ Ἰσχόμαχος, ὥς γε ἐμοὶ δοκεῖ, ὦ Σώκρατες, ἀκόλουθα ταῦτα πάντα ἀλλήλων. ἐπεὶ γὰρ ἐσθίειν τις τὰ ἱκανὰ ἔχει, ἐκπονοῦντι μὲν ὀρθῶς μᾶλλον δοκεῖ μοι ἡ ὑγίεια παραμένειν, ἐκπονοῦντι δὲ μᾶλλον ἡ ῥώμη προσγίγνεσθαι, ἀσκοῦντι δὲ τὰ τοῦ πολέμου κάλλιον σώιζεσθαι, ὀρθῶς δὲ ἐπιμελομένωι καὶ μὴ καταμαλακιζομένωι μᾶλλον εἰκὸς τὸν οἶκον αὔξεσθαι.

[13]
Ἀλλὰ μέχρι μὲν τούτου ἕπομαι, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, ὅτι ἐκπονοῦντα φὴις καὶ ἐπιμελόμενον καὶ ἀσκοῦντα ἄνθρωπον μᾶλλον τυγχάνειν τῶν ἀγαθῶν, ὁποίωι δὲ πόνωι χρῆι πρὸς τὴν εὐεξίαν καὶ ῥώμην καὶ ὅπως ἀσκεῖς τὰ τοῦ πολέμου καὶ ὅπως ἐπιμελεῖ τοῦ περιουσίαν ποιεῖν ὡς καὶ φίλους ἐπωφελῖν καὶ πόλιν ἐπισχύειν, ταῦτα ἂν ἡδέως, ἔφην ἐγώ, πυθοίμην.

[14]
Ἐγὼ τοίνυν, ἔφη, ὦ Σώκρατες, ὁ Ἰσχόμαχος, ἀνίστασθαι μὲν ἐξ εὐνῆς εἴθισμαι ἡνίκ᾽ <ἂν> ἔτι ἔνδον καταλαμβάνοιμι, εἴ τινα δεόμενος ἰδεῖν τυγχάνοιμι. κἂν μέν τι κατὰ πόλιν δέηι πράττειν, ταῦτα παργματευόμενος περιπάτωι τούτωι χρῶμαι·
[15]
ἂν δὲ μηδὲν ἀναγκαῖον ἦι κατὰ πόλιν, τὸν μὲν ἵππον ὁ παῖς προάγει εἰς ἀγρόν, ἐγὼ δὲ περιπάτωι χρῶμαι τῆι εἰς ἀγρὸν ὁδῶι ἴσως ἄμεινον, ὦ Σώκρατες, ἢ εἰ ἐν τῶι ξυστῶι περιπατοίην.
[16]
ἐπειδὰν δὲ ἔλθω εἰς ἀγρόν, ἄν τέ μοι φυτεύοντες τυγχάνωσιν ἂν τε νειοποιοῦντες ἄν τε σπείροντες ἄν τε καρπὸν προσκομίζοντες, ταῦτα ἐπισκεψάμενος ὅπως ἕκαστα γίγνεται, μεταρρυθμίζω, ἐὰν ἔχω τι βέλτιον τοῦ παρόντος.
[17]
μετὰ δὲ ταῦτα ὡς τὰ πολλὰ ἀναβὰς ἐπὶ τὸν ἵππον ἱππασάμην ἱππασίαν ὡς ἂν ἐγὼ δύνωμαι ὁμοιοτάτην ταῖς ἐν τῶι πολέμωι ἀναγκαίαις ἱππασίαις, οὔτε πλαγίου οὔτε κατάντους οὔτε τάφρου οὔτε ὀχετοῦ ἀπεχόμενος, ὡς μέντοι δυνατὸν ταῦτα ποιοῦντα ἐπιμέλομαι μὴ ἀποχωλεῦσαι τὸν ἵππον.
[18]
ἐπειδὰν δὲ ταῦτα γένηται, ὁ παῖς ἐξαλίσας τὸν ἵππον οἴκαδε ἀπάγει, ἅμα φέρων ἀπὸ τοῦ χώρου ἄν τι δεώμεθα εἰς ἄστυ. ἐγὼ δὲ τὰ μὲν βάδην τὰ δὲ ἀποδραμὼν οἴκαδε ἀπεστλεγγισάμην. εἶτα δὲ ἀριστῶ, ὦ Σώκρατες, ὅσα μήτε κενὸς μήτε ἄγαν πλήρης διημερεύειν.

[19]
Νὴ τὴν Ἥραν, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, ἀρεσκόντως γέ μοι ταῦτα ποιεῖς. τὸ γὰρ ἐν τῶι αὐτῶι χρόνωι συνεσκευασμένοις χρῆσθαι τοῖς τε πρὸς τὴν ὑγίειαν καὶ τοῖς πρὸς τὴν ῥώμην παρασκευάσμασι καὶ τοῖς εἰς τὸν πόλεμον ἀσκήμασι καὶ ταῖς τοῦ πλούτου ἐπιμελείαις, ταῦτα πάντα ἀγαστά μοι δοκεῖ εἶναι.
[20]
καὶ γὰρ ὅτι ὀρθῶς ἑκάστου τούτων ἐπιμελῆι ἱκανὰ τεκμήρια παρέχηι· ὑγιαίνοντά τε γὰρ καὶ ἐρρωμένον ὡς ἐπὶ τὸ πολὺ σὺν τοῖς θεοῖς σε ὁρῶμεν καὶ ἐν τοῖς ἱππικωτάτοις τε καὶ πλουσιωτάτοις λεγόμενόν σε ἐπιστάμεθα.

[21]
Ταῦτα τοίνυν ἐγὼ ποιῶν, ἔφη, ὦ Σώκρατες, ὑπὸ πολλῶν πάνυ συκοφαντοῦμαι, σὺ δ᾽ ἴσως ὤιου με ἐρεῖν ὡς ὑπὸ πολλῶν καλὸς κἀγαθὸς κέκλημαι.

[22]
Ἀλλὰ καὶ ἔμελλον δὲ ἐγώ, ἔφην, ὦ Ἰσχόμαχε, τοῦτο ἐρήσεσθαι, εἴ τινα καὶ τούτου ἐπιμέλειαν ποιῆι, ὅπως δύνηι λόγον διδόναι καὶ λαμβάνειν, ἄν τινί ποτε δέηι.

Οὐ γὰρ δοκῶ σοι, ἔφη, ὦ Σώκρατες, αὐτὰ ταῦτα διατελεῖν μελετῶν, ἀπολογεῖσθαι μὲν ὅτι οὐδένα ἀδικῶ, εὖ δὲ ποιῶ πολλοὺς ὅσον ἂν δύνωμαι, κατηγορεῖν δὲ οὐ δοκῶ σοι μελετᾶν ἀνθρώπων, ἀδικοῦντας μὲν καὶ ἰδίαι πολλοὺς καὶ τὴν πόλιν καταμανθάνων τινάς, εὖ δὲ ποιοῦντας οὐδένα;

[23]
Ἀλλ᾽ εἰ καὶ ἑρμηνεύειν τοιαῦτα μελετᾶις, τοῦτό μοι, ἔφην ἐγώ, ἔτι, ὦ Ἰσχόμαχε, δήλωσον.

Οὐδὲν μὲν οὖν, ὦ Σώκρατες, παύομαι, ἔφη, λέγειν μελετῶν. ἢ γὰρ κατηγοροῦντός τινος τῶν οἰκετῶν ἢ ἀπολογουμένου ἀκούσας ἐλέγχειν πειρῶμαι, ἢ μέμφομαί τινα πρὸς τοὺς φίλους ἢ ἐπαινῶ, ἢ διαλλάττω τινὰς τῶν ἐπιτηδείων πειρώμενος διδάσκειν ὡς συμφέρει αὐτοῖς φίλους εἶναι μᾶλλον ἢ πολεμίους,
[24]
<ἢ> ἐπιτιμῶμέν τινι στρατηγῶι συμπαρόντες, ἢ ἀπολογούμεθα ὑπέρ του, εἴ τις ἀδίκως αἰτίαν ἔχει, ἢ κατηγοροῦμεν πρὸς ἀλλήλους, εἴ τις ἀδιικως τιμᾶται. πολλάκις δὲ καὶ βουλευόμενοι ἃ μὲν ἂν ἐπιθυμῶμεν πράττειν, ταῦτα ἐπαινοῦμεν, ἃ δ᾽ ἂν μὴ βουλώμεθα πράττειν, ταῦτα μεμφόμεθα.
[25]
ἤδη δ᾽, ἔφη, ὦ Σώκρατες, καὶ διειλημμένως πολλάκις ἐκρίθην ὅ τι χρὴ παθεῖν ἢ ἀποτεῖσαι.

Ὑπὸ τοῦ, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε; ἐμὲ γὰρ δὴ τοῦτο ἐλάνθανεν.

Ὑπὸ τῆς γυναικός, ἔφη.

Καὶ πῶς δή, ἔφην ἐγώ, ἀγωνίζει;

Ὅταν μὲν ἀληθῆ λέγειν συμφέρηι, πάνυ ἐπιεικῶς· ὅταν δὲ ψευδῆ, τὸν ἥττω λόγον, ὦ Σώκρατες, οὐ μὰ τὸν Δία οὐ δύναμαι κρείττω ποιεῖν.

Καὶ ἐγὼ εἶπον· Ἴσως γάρ, ὦ Ἰσχόμαχε, τὸ ψεῦδος οὐ δύνασαι ἀληθὲς ποιεῖν.

Κεφ

λαιον
ιβ
ʹ

[1]
Ἀλλὰ γάρ, ἔφην ἐγώ, μή σε κατακωλύω, ὦ Ἰσχόμαχε, ἀπιέναι ἤδη βουλόμενον.

Μὰ Δί᾽, ἔφη, ὦ Σώκρατες· ἐπεὶ οὐκ ἂν ἀπέλθοιμι πρὶν <ἂν> παντάπασιν ἡ ἀγορὰ λυθῆι.

[2]
Νὴ Δί᾽, ἔφην ἐγώ, φυλάττηι γὰρ ἰσχυρῶς μὴ ἀποβάληις τὴν ἐπωνυμίαν, τὸ ἀνὴρ καλὸς κἀγαθὸς κεκλῆσθαι. νῦν γὰρ πολλῶν σοι ἴσως ὄντων ἐπιμελείας δεομένων, ἐπὲι συνέθου τοῖς ξένοις, ἀναμένεις αὐτούς, ἵνα μὴ ψεύσηι.

Ἀλλά τοι, ὦ Σώκρατες, ἔφη ὁ Ἰσχόμαχος, οὐδ᾽ ἐκεῖνά μοι ἀμελεῖται ἃ σὺ λέγεις· ἔχω γὰρ ἐπιτρόπους ἐν τοῖς ἀγροῖς.

[3]
Πότερα δέ, ἐγὼ ἔφην, ὦ Ἰσχόμαχε, ὅταν δεηθῆις ἐπιτρόπου, καταμαθὼν ἄν που ἦι ἐπιτροπευτικὸς ἀνήρ, τοῦτον πειρᾶι ὠνεῖσθαι, ὥσπερ, ὅταν τέκτονος δεηθῆις, καταμαθὼν εὖ οἶδ᾽ ὅτι ἄν που ἴδηις τεκτονικόν, τοῦτον πειρᾶι κτᾶσθαι, ἢ αὐτὸς παιδεύεις τοὺς ἐπιτρόπους;

[4]
Αὐτὸς νὴ Δί᾽, ἔφη, ὦ Σώκρατες, πειρῶμαι παιδεύειν. καὶ γὰρ ὅστις μέλλει ἀρκέσειν, ὅταν ἐγὼ ἀπῶ, ἀντ᾽ ἐμοῦ ἐπιμελόμενος, τί αὐτὸν καὶ δεῖ ἄλλο ἐπίστασθαι ἢ ἅπερ ἐγώ; εἴπερ γὰρ ἱκανός εἰμι τῶν ἔργων προστατεύειν, κἂν ἄλλον δήπου δυναίμην διδάξαι ἅπερ αὐτὸς ἐπίσταμαι.

[5]
Οὐκοῦν εὔνοιαν πρῶτον, ἔφην ἐγώ, δεήσει αὐτὸν ἔχειν σοὶ καὶ τοῖς σοῖς, εἰ μέλλει ἀρκέσειν ἀντὶ σοῦ παρών. ἄνευ γὰρ εὐνοίας τί ὄφελος καὶ ὁποίας τινὸς οὖν ἐπιτρόπου ἐπιστήμης γίγνεται;

Οὐδὲν μὰ Δί᾽, ἔφη ὁ Ἰσχόμαχος, ἀλλά τοι τὸ εὐνοεῖν ἐμοὶ καὶ τοῖς ἐμοῖς ἐγὼ πρῶτον πειρῶμαι παιδεύειν.

[6]
Καὶ πῶς, ἐγὼ ἔφην, πρὸς τῶν θεῶν εὔνοιαν ἔχειν σοὶ καὶ τοῖς σοῖς διδάσκεις ὄντινα ἂν βούληι;

Εὐεργετῶν νὴ Δί᾽, ἔφη ὁ Ἰσχόμαχος, ὅταν τινὸς ἀγαθοῦ οἱ θεοὶ ἀφθονίαν διδῶσιν ἡμῖν.

[7]
Τοῦτο οὖν λέγεις, ἔφην ἐγώ, ὅτι οἱ ἀπολαύοντες τῶν σῶν ἀγαθῶν εὖνοί σοι γίγνονται καὶ ἀγαθόν τί σε βούλονται πράττειν;

Τοῦτο γὰρ ὄργανον, ὦ Σώκρατες, εὐνοίας ἄριστον ὁρῶ ὄν.

[8]
Ἂν δὲ δὴ εὔνους σοι γένηται, ἔφην, ὦ Ἰσχόμαχε, ἦ τούτου ἕνεκα ἱκανὸς ἔσται ἐπιτροπεύειν; οὐχ ὁρᾶις ὅτι καὶ ἑαυτοῖς εὖνοι πάντες ὄντες ὡς εἰπεῖν ἄνθρωποι, πολλοὶ αὐτῶν εἰσὶν οἳ οὐκ ἐθέλουσιν ἐπιμελεῖσθαι ὅπως αὐτοῖς ἔσται ταῦτα ἃ βούλονται εἶναί σφισι τὰ ἀγαθά;

[9]
Ἀλλὰ ναὶ μὰ Δί᾽, ἔφη ὁ Ἰσχόμαχος, τοιούτους ὅταν ἐπιτρόπους βούλωμαι καθιστάναι, καὶ ἐπιμελεῖσθαι διδάσκω.

[10]
Πῶς, ἔφην ἐγώ, πρὸς τῶν θεῶν; τοῦτο γὰρ δὴ ἐγὼ παντάπασιν οὐ διδακτὸν ὤιμην εἶναι, τὸ ἐπιμελῆ ποιῆσαι.

Οὐδὲ γάρ ἐστιν, ἔφη, ὦ Σώκρατες, ἐφεξῆς γε οὕτως οἷόν τε πάντας διδάξαι ἐπιμελεῖς εἶναι.

[11]
Ποίους μὲν δή, ἐγὼ ἔφην, ο9ίον τε; πάντως μοι σαφῶς τούτους διασήμηνον.

Πρῶτον μέν, ἔφη, ὦ Σώκρατες, τοὺς οἴνου ἀκρατεῖς οὐκ ἂν δύναιο ἐπιμελεῖς ποιῆσαι· τὸ γὰρ μεθύειν λήθην ἐμποιεῖ πάντων τῶν πράττειν δεομένων.

[12]
Οἱ οὖν τούτου ἀκρατεῖς μόνοι, ἐγὼ ἔφην, ἀδύνατοί εἰσιν ἐπιμελεῖσθαι ἢ καὶ ἄλλοι τινές;

Ναὶ μὰ Δί᾽, ἔφη ὁ Ἰσχόμαχος, καὶ οἵ γε τοῦ ὕπνου· οὔτε γὰρ ἂν αὐτὸς δύναιτο καθεύδων τὰ δέοντα ποιεῖν οὔτε ἄλλους παρέχεσθαι.

[13]
Τί οὖν; ἐγὼ ἔφην, οὗτοι αὖ μόνοι ἀδύνατοι ἡμῖν ἔσονται ταύτην τὴν ἐπιμέλειαν διδαχθῆναι ἢ καὶ ἄλλοι τινὲς πρὸς τούτοις;

Ἔμοιγέ τοι δοκοῦσιν, ἔφη ὁ Ἰσχόμαχος, καὶ οἱ τῶν ἀφροδισίων δυσέρωτες ἀδύνατοι εἶναι διδαχθῆναι ἄλλου τινὸς μᾶλλον ἐπιμελεῖσθαι ἢ τούτου·
[14]
οὔτε γάρ ἐλπίδα οὔτ᾽ ἐπιμέλειαν ἡδίονα ῥάιδιον εὑρεῖν τῆς τῶν παιδικῶν ἐπιμελείας, οὐδὲ μήν, ὅταν παρῆι τὸ πρακτέον, τιμωρίαν χαλεπωτέραν εὐπετές ἐστι τοῦ ἀπὸ τῶν ἐρωμένων κωλύεσθαι. ὑφίεμαι οὖν καὶ οὓς ἂν τοιούτους γνῶ ὄντας μηδ᾽ ἐπιχειρεῖν ἐπιμελητὰς τούτων τινὰς καθιστάναι.

[15]
Τί δέ, ἔφην ἐγώ, οἵτινες αὖ ἐρωτικῶς ἔχουσι τοῦ κερδαίνειν, ἦ καὶ οὗτοι ἀδύνατοί εἰσιν εἰς ἐπιμέλειαν τῶν κατ᾽ ἀγρὸν ἔργων παιδεύεσθαι;

Οὐ μὰ Δί᾽, ἔφη ὁ Ἰσχόμαχος, οὐδαμῶς γε, ἀλλὰ καὶ πάνυ εὐάγωγοί εἰσιν εἰς τὴν τούτων ἐπιμέλειαν· οὐδὲν γὰρ ἄλλο δεῖ ἢ δεῖξαι μόνον αὐτοῖς ὅτι κερδαλέον ἐστὶν ἡ ἐπιμέλεια.

[16]
Τοὺς δὲ ἄλλους, ἔφην ἐγώ, εἰ ἐγκρατεῖς τέ εἰσιν ὧν σὺ κελεύεις καὶ πρὸς τὸ φιλοκερδεῖς εἶναι μετρίως ἔχουσι, πῶς ἐκδιδάσκεις ὧν σὺ βούλει ἐπιμελεῖς γίγνεσθαι;

Ἁπλῶς, ἔφη, πάνυ, ὦ Σώκρατες. ὅταν μὲν γὰρ ἐπιμελομένους ἴδω, καὶ ἐπαινῶ καὶ τιμᾶν πειρῶμαι αὐτούς, ὅταν δὲ ἀμελοῦντας, λέγειν τε πειρῶμαι καὶ ποιεῖν ὁποῖα δήξεται αὐτούς.

[17]
Ἴθι, ἐγὼ ἔφην, ὦ Ἰσχόμαχε, καὶ τόδε μοι παρατραπόμενος τοῦ λόγου περὶ τῶν παιδευομένων εἰς τὴν ἐπιμέλειαν δήλωσον περὶ τοῦ παιδεύεσθαι, εἰ οἷόν τέ ἐστιν ἀμελῆ αὐτὸν ὄντα ἄλλους ποιεῖν ἐπιμελεῖς.

[18]
Οὐ μὰ Δί᾽, ἔφη ὁ Ἰσχόμαχος, οὐδέν γε μᾶλλον ἢ ἄμουσον ὄντα αὐτὸν ἄλλους μουσικοὺς ποιεῖν. χαλεπὸν γὰρ τοῦ διδασκάλου πονηρῶς τι ὑποδεικνύοντος καλῶς τοῦτο ποιεῖν μαθεῖν, καὶ ἀμελεῖν γε ὑποδεικνύοντος τοῦ δεσπότου χαλεπὸν ἐπιμελῆ θεράποντα γενέσθαι.
[19]
ὡς δὲ συντόμως εἰπεῖν, πονηροῦ μὲν δεσπότου οἰκέτας οὐ δοκῶ χρηστοὺς καταμεμαθηκέναι· χρηστοῦ μέντοι πονηροὺς ἤδη εἶδον, οὐ μέντοι ἀζημίους γε. τὸν δὲ ἐπιμελητικοὺς βουλόμενον ποιήσασθαί τινας καὶ ἐφορατικὸν δεῖ εἶναι τῶν ἔργων καὶ ἐξεταστικὸν καὶ χάριν θέλοντα τῶν καλῶς τελουμένων ἀποδιδόναι τῶι αἰτίωι, καὶ δίκην μὴ ὀκνοῦντα τὴν ἀξίαν ἐπιθεῖναι τῶι ἀμελοῦντι.
[20]
καλῶς δέ μοι δοκεῖ ἔχειν, ἔφη ὁ Ἰσχόμαχος, καὶ ἡ τοῦ βαρβάρου λεγομένη ἀπόκρισις, ὅτε βασιλεὺς ἄρα ἵππου ἐπιτυχὼν ἀγαθοῦ παχῦναι αὐτὸν ὡς τάχιστα βουλόμενος ἤρετο τῶν δεινῶν τινα ἀμφ᾽ ἵππους δοκούντων εἶναι τί τάχιστα παχύνει ἵππον· τὸν δ᾽ εἰπεῖν λέγεται ὅτι δεσπότου ὀφθαλμός. οὕτω δ᾽, ἔφη, ὦ Σώκρατες, καὶ τἆλλα μοι δοκεῖ δεσπότου ὀφθαλμὸς τὰ καλά τε κἀγαθὰ μάλιστα ἐργάζεσθαι.

Κεφ

λαιον
ιγ
ʹ

[1]
Ὅταν <δὲ> παραστήσηις τινί, ἔφην ἐγώ, τοῦτο καὶ πάνυ ἰσχυρῶς, ὅτι δεῖ ἐπιμελεῖσθαι ὧν ἂν σὺ βούληι, ἦ ἱκανὸς ἤδη ἔσται ὁ οτιοῦτος ἐπιτροπεύειν, ἤ τι καὶ ἄλλο προσμαθητέον αὐτῶι ἔσται, εἰ μέλλει ἐπίτροπος ἱκανὸς ἔσεσθαι;

[2]
Ναὶ μὰ Δί᾽, ἔφη ὁ Ἰσχόμαχος, ἔτι μέντοι λοιπὸν αὐτῶι ἐστι γνῶναι ὅ τι τε ποιητέον καὶ ὁπότε καὶ ὅπως, εἰ δὲ μή, τί μᾶλλον ἐπιτρόπου ἄνευ τούτων ὄφελος ἢ ἰατροῦ ὃς ἐπιμελοῖτο μὲν κάμνοντός τινος πρώι τε ἰὼν καὶ ὀψέ, ὅ τι δὲ συμφέρον τῶι κάμνοντι ποιεῖν εἴη, τοῦτο μὴ εἰδείη;

[3]
Ἐάν γε μὴν καὶ τὰ ἔργα μάθηι ὡς ἔστιν ἐργαστέα, ἔτι τινός, ἔφην ἐγώ, προσδεήσεται, ἢ ἀποτετελεσμένος ἤδη οὗτός σοι ἔσται ἐπίτροπος;

Ἄρχειν γε, ἔφη, οἶμαι δεῖν αὐτὸν μαθεῖν τῶν ἐργαζομένων.

[4]
Ἦ οὖν, ἔφην ἐγώ, καὶ σὺ ἄρχειν ἱκανοὺς εἶναι παιδεύεις τοὺς ἐπιτρόπους;

Πειρῶμαί γε δή, ἔφη ὁ Ἰσχόμαχος.

Καὶ πῶς δή, ἔφην ἐγώ, πρὸς τῶν θεῶν τὸ ἀρχικοὺς εἶναι ἀνθρώπων παιδεύεις;

Φαύλως, ἔφη, πάνυ, ὦ Σώκρατες, ὥστε ἴσως ἂν καὶ καταγελάσαις ἀκούων.

[5]
Οὐ μὲν δὴ ἄξιόν γ᾽, ἔφην ἐγώ, τὸ πρᾶγμα καταγέλωτος, ὦ Ἰσχόμαχε. ὅστις γάρ τοι ἀρχικοὺς ἀνθρώπων δύναται ποιεῖν, δῆλον ὅτι οὗτος καὶ δεσποτικοὺς ἀνθρώπων δύναται διδάσκειν, ὅστις δὲ δεσποτικοὺς δύναται ποιεῖν, καὶ βασιλικούς. ὥστε οὐ καταγέλωτός μοι δοκεῖ ἄξιος εἶναι ἀλλ᾽ ἐπαίνου μεγάλου ὁ τοῦτο δυνάμενος ποιεῖν.

[6]
Οὐκοῦν, ἔφη, ὦ Σώκρατες, τὰ μὲν ἄλλα ζῶια ἐκ δυοῖν τούτοιν τὸ πείθεσθαι μανθάνουσιν, ἔκ τε τοῦ ὅταν ἀπειθεῖν ἐπιχειρῶσι κολάζεσθαι καὶ ἐκ τοῦ ὅταν προθύμως ὑπηρετῶσιν εὖ πάσχειν.
[7]
οἵ τε γοῦν πῶλοι μανθάνουσιν ὑπακούειν τοῖς πωλοδάμναις τῶι ὅταν μὲν πείθωνται τῶν ἡδέων τι αὐτοῖς γίγνεσθαι, ὅταν δὲ ἀπειθῶσι πράγματα ἔχειν, ἔστ᾽ ἂν ὑπηρετήσωσι κατὰ γνώμην τῶι πωλοδάμνηι.
[8]
καὶ τὰ κυνίδια δὲ πολὺ τῶν ἀνθρώπων καὶ τῆι γνώμηι καὶ τῆι γλώττηι ὑποδεέστερα ὄντα ὅμως καὶ περιτρέχειν καὶ κυβιστᾶν καὶ ἄλλα πολλὰ μανθάνει τῶι αὐτῶι τούτωι τρόπωι. ὅταν μὲν γὰρ πείθηται, λαμβάνει τι ὧν δεῖται, ὅταν δὲ ἀμελῆι, κολάζεται.
[9]
ἀνθρώπους δ᾽ ἔστι πιθανωτέρους ποιεῖν καὶ λόγωι, ἐπιδεικνύοντα ὡς συμφέρει αὐτοῖς πείθεσθαι, τοῖς δὲ δούλοις καὶ ἡ δοκοῦσα θηριώδης παιδεία εἶναι πάνυ ἐστὶν ἐπαγωγὸς πρὸς τὸ πείθεσθαι διδάσκειν· τῆι γὰρ γαστρὶ αὐτῶν ἐπὶ ταῖς ἐπιθυμίαις προσχαριζόμενος ἂν πολλὰ ἁνύτοις παρ᾽ αὐτῶν. αἱ δὲ φιλότιμοι τῶν φύσεων καὶ τῶι ἐπαίνωι παροξύνονται. πεινῶσι γὰρ τοῦ ἐπαίνου οὐχ ἧττον ἔνιαι τῶν φύσεων ἢ ἄλλαι τῶν σίτων τε καὶ ποτῶν.
[10]
ταῦτά τε οὖν, ὅσαπερ αὐτὸς ποιῶν οἶμαι πιθανωτέροις ἀνθρώποις χρῆσθαι, διδάσκω οὓς ἂν ἐπιτρόπους βούλωμαι καταστῆσαι καὶ τάδε συλλαμβάνω αὐτοῖς· ἱμάτιά τε γὰρ ἃ δεῖ παρέχειν ἐμὲ τοῖς ἐργαστῆρσι καὶ ὑποδήματα οὐχ ὅμοια πάντα ποιῶ, ἀλλὰ τὰ μὲν χείρω, τὰ δὲ βελτίω, ἵνα ἦι τὸν κρείττω τοῖς βελτίοσι τιμᾶν, τῶι δὲ χείρονι τὰ ἥττω διδόναι.
[11]
πάνυ γάρ μοι δοκεῖ, ἔφη, ὦ Σώκρατες, ἀθυμία ἐγγ1γνεσθαι τοῖς ἀγαθοῖς, ὅταν ὁρῶσι τὰ μὲν ἔργα δι᾽ αὑτῶν καταπραττόμενα, τῶν δὲ ὁμοίων τυγχάνοντας ἑαυτοῖς τοὺς μήτε πονεῖν μήτε κινδυνεύειν ἐθέλοντας, ὅταν δέηι.
[12]
αὐτός τε οὖν ουδ᾽ ὁπωστιοῦν τῶν ἴσων ἀξιῶ τοὺς ἀμείνους τοῖς κακίοσι τυγχάνειν, τούς τε ἐπιτρόπους, ὅταν μὲν εἰδῶ διαδεδωκότας τοῖς πλείστου ἀξίοις τὰ κράτιστα, ἐπαινῶ, ἂν δὲ ἴδω ἢ κολακεύμασί τινα προτιμώμενον ἢ καὶ ἄλληι τινὶ ἀνωφελεῖ χάριτι, οὐκ ἀμελῶ, ἀλλ᾽ ἐπιπλήττω καὶ πειρῶμαι διδάσκειν, ὦ Σώκρατες, ὅτι οὐδ᾽ αὑτῶι σύμφορα ταῦτα ποιεῖ.

Other books

Lure of Forever by Doris O'Connor
The Guarded Heart by K. Sterling
The Clue is in the Pudding by Kate Kingsbury
Make Me Love You by Johanna Lindsey
Death's Last Run by Robin Spano
Songs From Spider Street by Mark Howard Jones