Complete Works of Xenophon (Illustrated) (Delphi Ancient Classics) (288 page)

BOOK: Complete Works of Xenophon (Illustrated) (Delphi Ancient Classics)
8.88Mb size Format: txt, pdf, ePub

Κεφ

λαιον
ς
ʹ

[1]
Δηλώσομεν δὲ καὶ τοῦτο, ὡς ἂν ἀβλαβέστατα μέν τις ἑαυτῶι, τῶι δ’ ἵππωι ὠφελιμώτατα <τὰ πρόσθεν> ψήχοι. ἢν μὲν γὰρ ἐς τὸ αὐτὸ βλέπων τῶι ἵππωι καθαίρηι, κίνδυνος καὶ τῶι γόνατι καὶ τῆι ὁπλῆι εἰς τὸ πρόσωπον πληγῆναι·
[2]
ἢν δὲ ἀντία τῶι ἵππωι ὁπῶν καὶ ἔξω τοῦ σκέλους, ὅταν καθαίρηι, κατὰ τὴν ὠμοπλάτην καθίζων ἀποτρίβηι, οὕτω πάθοι μὲν ἂν οὐδέν, δύναιτο δ’ ἂν καὶ τὴν χελιδόνα τοῦ ἵππου θεραπεύειν ἀναπτύσσων τὴν ὁπλήν. ὡς δ’ αὔτως καὶ τὰ ὄπισθεν σκέλη καθαιρέτω.
[3]
εἰδέναι δὲ χρὴ τὸν περὶ τὸν ἵππον ὅτι καὶ ταῦτα καὶ τἆλλα πάντα ὅσα πράττειν δεῖ ὡς ἥκιστα χρὴ κατὰ [τὸ] πρόσωπόν τε καὶ οὐρὰν ἀντίον ἑαυτὸν ποιήσαντα προσιέναι· ἢν γὰρ ἐπιχειρῆι ἀδικεῖν, κατ’ ἀμφότερα ταῦτα κρείττων ὁ ἵππος ἀνθρώπου. ἐκ πλαγίου δ’ ἄν τις προσιὼν ἀβλαβέστατα μὲν ἑαυτῶι, πλεῖστα δ’ ἂν ἵππωι δύναιτο χρῆσθαι.
[4]
ἐπειδὰν δὲ ἄγειν δέηι τὸν ἵππον, τὴν μὲν ὄπισθεν ἀγωγὴν διὰ τάδε οὐκ ἐπαινοῦμεν, ὅτι τῶι μὲν ἄγοντι οὕτως ἥκιστα ἔστι φυλάξασθαι, τῶι δὲ ἵππωι οὕτως μάλιστα ἔξεστι ποιῆσαι ὅ τι ἂν βούληται.
[5]
τὸ δ’ αὖ ἔμπροσθεν μακρῶι τῶι ἀγωγεῖ προϊόντα διδάσκειν ὑφηγεῖσθαι τὸν ἵππον διὰ τάδε αὖ ψέγομεν· ἔξεστι μὲν γὰρ τῶι ἵππωι καθ’ ὁπότερ’ ἂν βούληται τῶν πλαγίων κακουργεῖν, ἔξεστι δὲ ἀναστρεφόμενον ἀντίον γίγνεσθαι τῶι ἄγοντι.
[6]
ἁθρόοι δὲ δὴ ἵπποι πῶς ἄν ποτε ἀλλήλων δύναιντο ἀπέχεσθαι οὕτως ἀγόμενοι; ἐκ πλαγίου δὲ ἵππος ἐθισθεὶς παράγεσθαι ἥκιστα μὲν ἂν καὶ ἵππους καὶ ἀνθρώπους δύναιτ’ ἂν κακουργεῖν, κάλλιστα δ’ ἂν παρεσκευασμένος τῶι ἀναβάτηι εἴη καὶ εἴ ποτε ἐν τάχει ἀναβῆναι δεήσειεν.
[7]
ἵνα δὲ ὁ ἱπποκόμος καὶ τὸν χαλινὸν ὀρθῶς ἐμβάληι, πρῶτον μὲν προσίτω κατὰ τὰ ἀριστερὰ τοῦ ἵππου· ἕπειτα τὰς μὲν ἡνίας περιβαλὼν περὶ τὴν κεφαλὴν καθέτω ἐπὶ τῆι ἀκρωμίαι, τὴν δὲ κορυφαίαν τῆι δεξιᾶι αἰρέτω, τὸ δὲ στόμιον τῆι ἀριστερᾶι προσφερέτω.
[8]
κἂν μὲν δέχηται, δῆλον ὅτι περιτιθέναι δεῖ τὸν κεκρύφαλον· ἐὰν δὲ μὴ ὑποχάσκηι, ἔχοντα δεῖ πρὸς τοῖς ὀδοῦσι τὸν χαλινὸν τὸν μέγαν δάκτυλον τῆς ἀριστερᾶς χειρὸς εἴσω τῆς γνάθου τῶι ἵππωι ποιῆσαι. οἱ γὰρ πολλοὶ τούτου γιγνομένου χαλῶσι τὸ στόμα. ἢν δὲ μηδ’ οὕτω δέχηται, πιεσάτω τὸ χεῖλος περὶ τῶι κυνόδοντι· καὶ πάνυ τινὲς ὀλίγοι οὐ δέχονται τοῦτο πάσχοντες.
[9]
δεδιδάχθω δὲ καὶ τάδε ὁ ἱπποκόμος, πρῶτον μὲν μήποτε ἄγειν τῆς ἡνίας τὸν ἵππον· τοῦτο γὰρ ἑτερογνάθων ποιεῖ· ἔπειτα δὲ ὅσον δεῖ ἀπέχειν τὸν χαλινὸν τῶν γνάθων. ὁ μὲν γὰρ ἄγαν πρὸς αὐταῖς τυλοῖ τὸ στόμα, ὥστε μὴ εὐαίσθητον εἶναι, ὁ δὲ ἄγαν εἰς ἄκρον τὸ στόμα καθιέμενος ἐξουσίαν παρέχει συνδάκνοντι τὸ στόμιον μὴ πείθεσθαι.
[10]
χρὴ δὲ τὸν ἱπποκόμον καὶ τὰ τοιάδε παρατηρεῖν, εἰ μὴ ῥαιδίως τὸν χαλινὸν ὁ ἵππος δέχεται, αἰσθανόμενος ὅτι δεῖ πονεῖν. οὕτω γὰρ δὴ μέγα ἐστὶ τὸ λαμβάνειν ἐθέλειν τὸν ἵππον τὸν χαλινὸν ὡς ὁ μὴ δεχόμενος παντάπασιν ἄχρηστος.
[11]
ἢν δὲ μὴ μόνον ὅταν πονεῖν μέλληι χαλινῶται, ἀλλὰ καὶ ὅταν ἐπὶ τὸν σῖτον καὶ ὅταν ἐξ ἱππασίας εἰς οἶκον ἀπάγηται, οὐδὲν ἂν εἴη θαυμαστὸν εἰ ἁρπάζοι τὸν χαλινὸν αὐτόματος προτεινόμενον.
[12]
ἀγαθὸν δὲ τὸν ἱπποκόμον καὶ ἀναβάλλειν ἐπιιστασθαι τὸν Περσικὸν τρόπον, ὅπως αὐτός τε ὁ δεσπότης, ἤν ποτε ἀρρωστήσηι ἢ πρεσβύτερος γένηται, ἔχηι τὸν εὐπετῶς ἀναβιβάσοντα καὶ ἄλλωι ἤν τινι βούληται τὸν ἀναβαλοῦντα ἐπιχαρίσηται.
[13]
τὸ δὲ μήποτε σὺν ὀργῆι ἵππωι προσφέρεσθαι, ἓν τοῦτο καὶ δίδαγμα καὶ ἔθισμα πρὸς ἵππον ἄριστον. ἀπρονόητον γὰρ ἡ ὀργή, ὥστε πολλάκις ἐξεργάζεται ὧν μεταμέλειν ἀνάγκη.
[14]
καὶ ὅταν δὲ ὑποπτεύσας τι ὁ ἵππος μὴ θέληι πρὸς τοῦτο προσιέναι, διδάσκειν δεῖ ὅτι οὐ δεινόν ἐστι μάλιστα μὲν οὖν ἵππωι εὐκαρδίωι, εἰ δὲ μή, ἁπτόμενον αὐτὸν τοῦ δεινοῦ δοκοῦντος εἶναι καὶ τὸν ἵππον πράιως προσάγοντα.
[15]
οἱ δὲ πληγαῖς ἀναγκάζοντες ἔτι πλείω φόβον παρέχουσιν· οἴονται γὰρ οἱ ἵπποι, ὅταν τι χαλεπὸν πάσχωσιν ἐν τῶι τοιούτωι, καὶ τούτου τὰ ὑποπτευόμενα αἴτια εἶναι.
[16]
ἐπειδάν γε μὴν ὁ ἱπποκόμος τὸν ἵππον παραδῶι τῶι ἀναβάτηι, τὸ μὲν ἐπίστασθαι ὑποβιβάζεσθαι τὸν ἵππον, ὥστε εὐπετὲς εἶναι ἀναβῆναι, οὐ μεμφόμεθα· τόν γε μέντοι ἱππέα νομίζομεν χρῆναι μελετᾶν καὶ μὴ παρέχοντος ἵππου δύνασθαι ἀναβαίνειν. ἄλλοτε μὲν γὰρ ἄλλοῖος ἵππος παραπίπτει, ἄλλοτε δ’ ἄλλως ὁ αὐτὸς ὑπηρετεῖ.

Κεφ

λαιον
ζ
ʹ

[1]
Ὅταν γε μὴν παραδέξηται τὸν ἵππον ὡς ἀναβησόμενος, νῦν αὖ γράψομεν ὅσα ποιῶν ὁ ἱππεὺς καὶ ἑαυτῶι καὶ τῶι ἵππωι ὠφελιμώτατος ἂν ἐν τῆι ἱππικῆι εἴη. πρῶτον μὲν τοίνυν τὸν ῥυταγωγέα χρὴ ἐκ τῆς ὑποχαλινιδίας ἢ ἐκ τοῦ ψαλίου ἠρτημένον εὐτρεπῆ εἰς τὴν ἀριστερὰν χεῖρα λαβεῖν, καὶ οὕτω χαλαρὸν ὡς μήτ’ ἂν [ἀνιὼν] τῶν τριχῶν παρὰ τὰ ὦτα λαβόμενος μέλληι ἀναβήσεσθαι μήτ’ ἂν ἀπὸ δόρατος ἀναπηδᾶι, σπᾶν τὸν ἵππον. τῆι δεξιᾶι δὲ τὰς ἡνίας παρὰ τὴν ἀκρωμίαν λαμβανέτω ὁμοῦ τῆι χαίτηι, ὅπως μηδὲ καθ’ ἕνα τρόπον ἀναβαίνων σπάσηι τῶι χαλινῶι τὸ στόμα τοῦ ἵππου.
[2]
ἐπειδὰν δὲ ἀνακουφίσηι ἑαυτὸν εἰς τὴν ἀνάβασιν, τῆι μὲν ἀριστερᾶι ἀνιμάτω τὸ σῶμα, τὴν δὲ δεξιὰν ἐκτείνων συνεπαιρέτω ἑαυτόν [οὕτω γὰρ ἀναβαίνων οὐδὲ ὄπισθεν αἰσχρὰν θέαν παρέξει συγκεκαμμένωι τῶι σκέλει], καὶ μηδὲ τὸ γόνυ ἐπὶ τὴν ῥάχιν τοῦ τιθέτω ἵππου, ἀλλ’ ὑπερβησάτω ἐπὶ τὰς δεξιὰς πλευρὰς τὴν κνήμην. ὅταν δὲ περιενέγκηι τὸν πόδα, τότε καὶ τὼ γλουτὼ καθέτω ἐπὶ τὸν ἵππον.
[3]
ἢν δὲ τύχηι ὁ ἱππεὺς τῆι μὲν ἀριστερᾶι ἄγων τὸν ἵππον, τῆι δὲ δεξιᾶι τὸ δόρυ ἔχων, ἀγαθὸν μὲν ἡμῖν δοκεῖ εἶναι τὸ καὶ ἐκ τῶν δεξιῶν μελετῆσαι ἀναπηδᾶν. μαθεῖν δ’ οὐδὲν δεῖ ἄλλο ἢ ἃ μὲν τότε τοῖς δεξιοῖς τοῦ σώματος ἐποίει τοῖς ἀριστεροῖς ποιεῖν, ἃ δὲ τότε τοῖς ἀριστεροῖς τοῖς δεξιοῖς.
[4]
τούτου δ’ ἕνεκεν καὶ ταύτην ἐπαινοῦμεν τὴν ἀνάβασιν, ὅτι ἅμα τε ἀναβεβηκὼς ἂν εἴη καὶ κατεσκευασμένος πάντα, εἴ τι δέοι ἐξαίφνης πρὸς πολεμίους ἀγωνίζεσθαι.
[5]
ἐπειδάν γε μὴν καθέζηται ἐάν τε ἐπὶ ψιλοῦ ἐάν τε ἐπὶ τοῦ ἐφιππίου, οὐ τὴν ὥσπερ ἐπὶ [τοῦ] δίφρου ἕδραν ἐπαινοῦμεν, ἀλλὰ τὴν ὥσπερ εἰ ὀρθὸς ἂν διαβεβηκὼς εἴη τοῖν σκελοῖν. τοῖν τε γὰρ μηροῖν οὕτως ἂν ἔχοιτο μᾶλλον τοῦ ἵππου, καὶ ὀρθὸς ὢν ἐρρωμενεστέρως ἂν δύναιτο καὶ ἀκοντίσαι καὶ πατάξαι ἀπὸ τοῦ ἵππου,
[6]
εἰ δέοι. χρὴ δὲ καὶ χαλαρὰν ἀπὸ τοῦ γόνατος ἀφεῖσθαι τὴν κνήμην σὺν τῶι ποδί. σκληρὸν μὲν γὰρ ἔχων τὸ σκέλος εἰ προσκόψειέ τωι, προσκεκλασμένος ἂν εἴη· ὑγρὰ δὲ οὖσα ἡ κνήμη, εἴ τι καὶ προσπίπτοι αὐτῆι, ὑπείκοι ἂν καὶ τὸν μηρὸν οὐδὲν μετακινοίη.
[7]
δεῖ δὲ τὸν ἱππέα καὶ τὸ ἄνωθεν τῶν ἑαυτοῦ ἰσχίων σῶμα ὡς ὑγρότατον ἐθίζειν εἶναι. οὕτω γὰρ ἂν πονεῖν τε ἔτι μᾶλλον δύναιτο καὶ εἰ ἕλκοι τις αὐτὸν ἢ ὠθοίη ἧττον ἂν σφάλλοιτο.
[8]
ἐπειδάν γε μὴν καθέζηται, πρῶτον μὲν ἠρεμεῖν δεῖ διδάσκειν τὸν ἵππον, ἕως ἂν καὶ ὑποσπάσηται, ἤν τι δέηται, καὶ ἡνίας ἰσώσηται καὶ δόρυ λάβηι ὡς ἂν εὐφορώτατον εἴη· ἔπειτα δὲ ἐχέτω τὸν ἀριστερὸν βραχίονα πρὸς ταῖς πλευραῖς· οὕτω γὰρ εὐσταλέστατός τε ὁ ἱππεὺς ἔσται καὶ ἡ χεὶρ ἐγκρατεστάτη.
[9]
ἡνίας γε μὴν ἐπαινοῦμεν ὁποῖαι ἴσαι τέ εἰσι καὶ μὴ ἀσθενεῖς μηδὲ ὀλισθηραὶ μηδὲ παχεῖαι, ἵνα καὶ τὸ δόρυ ὅταν δέηι δέχεσθαι ἡ χεὶρ δύνηται.

[10]
Ὅταν δὲ προχωρεῖν σημήνηι τῶι ἵππωι, βάδην μὲν ἀρχέσθω· τοῦτο γὰρ ἀταρακτότατον. ἡνιοχείτω δέ, ἢν μὲν κυφαγωγότερος ἦι ὁ ἵππος, ἀνωτέρω ταῖς χερσίν, ἢν δὲ μᾶλλον ἀνακεκυφώς, κατωτέρω· οὕτω γὰρ ἂν μάλιστα κοσμοίη τὸ σχῆμα.
[11]
μετὰ δὲ ταῦτα τὸν αὐτοφυᾶ διατροχάζων διαχαλώιη τ’ ἂν ἀλυπότατα τὸ σῶμα καὶ εἰς τὸ ἐπιρραβδοφορεῖν ἥδιστ’ ἂν ἀφικνοῖτο. ἐπείπερ δὲ καὶ ἀπὸ τῶν ἀριστερῶν ἄρχεσθαι εὐδοκιμώτερον, ὧδ’ ἂν μάλιστα ἀπὸ τούτων ἄρχοιτο, εἰ διατροχάζοντος μέν, ὁπότε ἐμβαίνοι τῶι δεξιῶι, τότε σημαίνοι τῶι ἵππωι τὸ ἐπιρραβδοφορεῖν.
[12]
τὸ γὰρ ἀριστερὸν μέλλων αἴρειν ἐκ τούτου ἂν ἄρχοιτο, καὶ ὁπότε ἐπὶ τὰ εὐώνυμα ἀναστρέφοι, τότε καὶ τῆς ἐπισκελίσεως ἄρχοιτο. καὶ γὰρ πέφυκεν ὁ ἵππος εἰς μὲν τὰ δεξιὰ στρεφόμενος τοῖς δεξιοῖς ἀφηγεῖσθαι, εἰς εὐώνυμα δὲ τοῖς ἀριστεροῖς.
[13]
Ἱππασίαν δ’ ἐπαινοῦμεν τὴν πέδην καλουμένην· ἐπ’ ἀμφοτέρας γὰρ τὰς γνάθους στρέφεσθαι ἐθίζει. καὶ τὸ μεταβάλλεσθαι δὲ τὴν ἱππασίαν ἀγαθόν, ἵνα ἀμφότεραι αἱ γνάθοι καθ’ ἑκάτερον τῆς ἱππασίας ἰσάζωνται.

[14]
ἐπαινοῦμεν δὲ καὶ τὴν ἑτερομήκη πέδην μᾶλλον τῆς κυκλοτεροῦς. ἥδιον μὲν γὰρ οὕτως ἂν στρέφοιτο ὁ ἵππος ἤδη πλήρης ὢν τοῦ εὐθέος, καὶ τό τε ὀρθοδρομεῖν καὶ τὸ ἀποκάμπτειν ἅμα μελετώιη ἄν.
[15]
δεῖ δὲ καὶ ὑπολαμβάνειν ἐν ταῖς στροφαῖς· οὐ γὰρ ῥάιδιον τῶι ἵππωι οὐδ’ ἀσφαλὲς ἐν τῶι τάχει ὄντα κάμπτειν ἐν μικρῶι, ἄλλως τε κἂν ἀπόκροτον ἢ ὀλισθηρὸν ἦι τὸ χωρίον.
[16]
ὅταν γε μὴν ὑπολαμβάνηι, ὡς ἥκιστα μὲν χρὴ τὸν ἵππον πλαγιοῦν τῶι χαλινῶι, ὡς ἥκιστα δ’ αὐτὸν πλαγιοῦσθαι· εἰ δὲ μή, εὖ χρὴ εἰδέναι ὅτι μικρὰ πρόφασις ἀρκέσει κεῖσθαι καὶ αὐτὸν καὶ τὸν ἵππον.
[17]
ἐπειδάν γε μὴν ἐκ τῆς στροφῆς εἰς τὸ εὐθὺ βλέπηι ὁ ἵππος, ἐν τούτωι πρὸς τὸ θᾶττον αὐτὸν ὁρμάτω. δῆλον γὰρ ὅτι καὶ ἐν τοῖς πολέμοις αἱ στροφαί εἰσι τοῦ διώκειν ἢ τοῦ ἀποχωρεῖν ἕνεκα. ἀγαθὸν οὖν τὸ στραφέντα ταχύνειν μελετᾶν.
[18]
ὅταν δὲ ἱκανῶς ἤδη δοκῆι τὸ γυμνάσιον τῶι ἵππωι ἔχειν, ἀγαθὸν καὶ διαναπαύσαντα ὁρμῆσαι αὖθις ἐξαίφνης εἰς τὸ τάχιστον, καὶ ἀφ’ ἵππων μέντοι, μὴ πρὸς ἵππους· καὶ ἐκ τοῦ ταχέος αὖ ὡς ἐγγυτάτω ἠρεμίζειν, καὶ ἐκ τοῦ ἑστάναι δὲ στρέψαντα [δεῖ] πάλιν ὁρμᾶν· πρόδηλον γὰρ ὅτι ἔσται ποτὲ ὅτε ἑκατέρου τούτων δεήσει·
[19]
ὅταν γε μὴν καταβαίνειν ἤδη καιρὸς ἦι, μήτε ἐν ἵπποις ποτὲ καταβαίνειν μήτε παρὰ σύστασιν ἀνθρώπων μήτ’ ἔξω τῆς ἱππασίας, ἀλλ’ ὅπουπερ καὶ πονεῖν ἀναγκάζεται ὁ ἵππος, ἐνταῦθα καὶ τῆς ῥαιστώνης τυγχανέτω.

Κεφ

λαιον
η
ʹ

[1]
Ἐπείπερ δὲ ἔστιν ὅπου τρέχειν δεήσει τὸν ἵππον καὶ πρανῆ καὶ ὄρθια καὶ πλάγια, ἔστι δ’ ὅπου διαπηδᾶν, ἔστι δ’ ὅπου καὶ ἐκπηδᾶν, ἔνθα δὲ καθάλλεσθαι, καὶ ταῦτα πάντα διδάσκειν τε δεῖ καὶ μελετᾶν καὶ αὑτὸν καὶ τὸν ἵππον. οὕτω γὰρ ἂν σωτήριοί τε εἶεν ἀλλήλοις καὶ καθόλου χρησιμώτεροι ἂν δοκοῖεν εἶναι.
[2]
εἰ δέ τις διλογεῖν ἡμᾶς οἴεται, ὅτι περὶ τῶν αὐτῶν λέγομεν νῦν τε καὶ πρόσθεν, οὐ διλογία ταῦτ’ ἐστίν. ὅτε μὲν γὰρ ἐωνεῖτο, πειρᾶσθαι ἐκελεύομεν εἰ δύναιτο ὁ ἵππος ταῦτα ποιεῖν· νῦν δὲ διδάσκειν φαμὲν χρῆναι τὸν ἑαυτοῦ καὶ γράψομεν ὡς δεῖ διδάσκειν.
[3]
τὸν μὲν γὰρ παντάπασιν ἄπειρον τοῦ διαπηδᾶν λαβόντα δεῖ τοῦ ἀγωγέως καταβεβλημένου προδιαβῆναι αὐτὸν τὴν τάφρον, ἔπειτα δὲ ἐντείνειν δεῖ τῶι ἀγωγεῖ ὡς διάλληται.
[4]
ἢν δὲ μὴ ἐθέληι, ἔχων τις μάστιγα ἢ ῥάβδον ἐμβαλέτω ὡς ἰσχυρότατα· καὶ οὕτως ὑπεραλεῖται οὐ τὸ μέτρον, ἀλλὰ πολὺ πλέον τοῦ καιρίου· καὶ τὸ λοιπὸν οὐδὲν δεήσει παίειν, ἀλλ’ ἢν μόνον ἴδηι ὄπισθέν τινα ἐπελθόντα, ἁλεῖται.
[5]
ἐπειδὰν δὲ οὕτω διαπηδᾶν ἐθισθῆι, καὶ ἀναβεβηκὼς ἐπαγέτω τὸ μὲν πρῶτον μικράς, ἔπειτα δὲ καὶ μείζους. ὅταν δὲ μέλληι πηδᾶν, παισάτω αὐτὸν τῶι μύωπι. ὡσαύτως δὲ καὶ τὸ ἀναπηδᾶν καὶ τὸ καταπηδᾶν διδάσκειν παίσαντα τῶι μύωπι. ἁθρόωι γὰρ τῶι σώματι ταῦτα πάντα ποιῶν καὶ ἑαυτῶι ὁ ἵππος καὶ τῶι ἀναβάτηι ἀσφαλέστερον ποιήσει μᾶλλον ἢ ἂν ἐκλείπηι τὰ ὄπισθεν ἢ διαπηδῶν ἢ ἀνορούων ἢ καθαλλόμενος.
[6]
εἴς γε μὴν τὸ κάταντες πρῶτον χρὴ ἐν μαλακῶι χωρίωι διδάσκειν, καὶ τελευτῶν, ἐπειδὰν τοῦτο ἐθισθῆι, πολὺ ἥδιον τὸ πρανὲς τοῦ ὀρθίου δραμεῖται. ἃ δὲ φοβοῦνταί τινες μὴ ἀπορρηγνύωνται τοὺς ὤμους κατὰ τὰ πρανῆ ἐλαυνόμενοι, θαρρούντων μαθόντες ὅτι Πέρσαι καὶ Ὀδρύσαι ἅπαντες τὰ κατάντη ἁμιλλώμενοι οὐδὲν ἧττον τῶν Ἑλλήνων ὑγιεῖς τοὺς ἵππους ἔχουσι.

[7]
Παρήσομεν δὲ οὐδὲ ὅπως τὸν ἀναβάτην ὑπηρετεῖν δεῖ πρὸς ἕκαστα τούτων. χρὴ γὰρ ὁρμῶντος μὲν ἐξαίφνης τοῦ ἵππου προνεύειν· ἧττον γὰρ ἂν καὶ ὑποδύοι ὁ ἵππος καὶ ἀναβάλλοι τὸν ἀναβάτην· ἐν μικρῶι δὲ ἀναλαμβανομένου ἀναπίπτειν· ἧττον γὰρ ἂν αὐτὸς κόπτοιτο.
[8]
τάφρον δὲ διαλλομένου καὶ πρὸς ὄρθιον ἱεμένου καλὸν χαίτης ἐπιλαμβάνεσθαι, ὡς μὴ ὁ ἵππος τῶι τε χωρίωι ἅμα καὶ τῶι χαλινῶι βαρύνηται. εἴς γε μὴν τὸ πρανὲς καὶ ἑαυτὸν ὑπτιώτερον ποιητέον καὶ τοῦ ἵππου ἀντιληπτέον τῶι χαλινῶι, ὡς μὴ προπετῶς εἰς τὸ κάταντες μήτε αὐτὸς μήτε ὁ ἵππος φέρηται.

[9]
Ὀρθῶς δ’ ἔχει καὶ τὸ ἄλλοτε μὲν ἐν ἄλλοις τόποις, ἄλλοτε δὲ μακράς, ἄλλοτε δὲ βραχείας τὰς ἱππασίας ποιεῖσθαι. ἀμισέστερα γὰρ καὶ ταῦτα τῶι ἵππωι τοῦ ἀεὶ ἐν τοῖς αὐτοῖς τόποις καὶ ὁμοίας τὰς ἱππασίας ποιεῖσθαι.
[10]
ἐπεὶ δὲ δεῖ ἐν παντοίοις τε χωρίοις τὸν ἱππέα ἀνὰ κράτος ἐλαύνοντα ἔποχον εἶναι καὶ ἀπὸ τοῦ ἵππου τοῖς ὅπλοις καλῶς δύνασθαι χρῆσθαι, ὅπου μέν ἐστι χωρία ἐπιτήδεια καὶ θηρία, ἄμεμπτος ἡ ἐν θήραις μελέτη τῆς ἱππικῆς· ὅπου δὲ ταῦτα μὴ ὑπάρχει, ἀγαθὴ ἄσκησις καὶ ἢν δύο ἱππότα συνθεμένω ὁ μὲν φεύγηι ἐπὶ τοῦ ἵππου παντοῖα χωρία καὶ τὸ δόρυ εἰς τοὔπισθεν μεταβαλόμενος ὑποχωρῆι, ὁ δὲ διώκηι ἐσφαιρωμένα τε ἔχων ἀκόντια καὶ δόρυ ὡσαύτως πεπραγματευμένον, καὶ ὅπου μὲν ἂν εἰς ἀκόντιον ἀφικνῆται, ἀκοντίζηι τὸν φεύγοντα τοῖς σφαιρωτοῖς, ὅπου δ’ ἂν εἰς δόρατος πληγήν, τῶι δόρατι παίηι τὸν ἀλισκόμενον.
[11]
ἀγαθὸν δὲ κἂν ποτε συμπέσωσιν, ἑλκύσαντα ἐφ’ ἑαυτὸν τὸν πολέμιον ἐξαίφνης ἀπῶσαι· τοῦτο γὰρ καταβλητικόν. ὀρθῶς δὲ ἔχει καὶ τῶι ἑλκομένωι ἐπελαύνειν τὸν ἵππον· τοῦτο γὰρ ποιῶν ὁ ἑλκόμενος καταβάλοι ἂν μᾶλλον τὸν ἕλκοντα ἢ καταπέσοι.
[12]
ἢν δέ ποτε καὶ στρατοπέδου ἀντικαθημένου ἀνθιππεύωσιν ἀλλήλοις, καὶ διώκωσι μὲν μέχρι τῆς πολεμίας φάλαγγος τοὺς ἀντίους, φεύγωσι δὲ μέχρι τῆς φιλίας, ἀγαθὸν καὶ ἐνταῦθα ἐπίστασθαι ὅτι ἕως μὲν ἂν παρὰ τοὺς φίλους τις ἦι, καλὸν καὶ ἀσφαλὲς τὸ ἐν πρώτοις ἀναστρέψαντα ἀνὰ κράτος ἐπικεῖσθαι, ὅταν δ’ ἐγγὺς τῶν ἐναντίων γίγνηται, ὑποχείριον τὸν ἵππον ἔχειν. οὕτω γὰρ ἂν ὡς τὸ εἰκὸς μάλιστα δύναιτο βλάπτων τοὺς ἐναντίους μὴ βλάπτεσθαι ὑπ’ αὐτῶν.
[13]
ἀνθρώποις μὲν οὖν ἄνθρωπον ἔδοσαν οἱ θεοὶ λόγωι διδάσκειν ἃ δεῖ ποιεῖν, ἵππον δὲ δῆλον ὅτι λόγωι μὲν οὐδὲν ἂν διδάξαις· ἢν δὲ ὅταν μὲν ποιήσηι ὡς ἂν βούλοιο, ἀντιχαρίσηι τι αὐτῶι, ὅταν δὲ ἀπειθῆι, κολάζηις, οὕτω μάλιστ’ ἂν μάθοι τὸ δέον ὑπηρετεῖν.
[14]
καὶ ἔστι μὲν τοῦτο ἐν βραχεῖ εἰπεῖν, δι’ ὅλης δὲ τῆς ἱππικῆς παρακολουθεῖ. καὶ γὰρ χαλινὸν μᾶλλον ἂν λαμβάνοι, εἴ ὁπότε δέξαιτο ἀγαθόν τι αὐτῶι ἀποβαίνοι· καὶ διαπηδώιη δ’ ἂν καὶ ἐξάλλοιτο καὶ τἆλλα πάντα ὑπηρετοίη ἄν, εἰ προσδοκώιη, ὁπότε τὰ σημαινόμενα πράξειε, ῥαιστώνην τινά.

Κεφ

λαιον
θ
ʹ

[1]
Καὶ τὰ μὲν δὴ εἰρημένα ταῦτ’ ἐστίν, ὡς ἂν ἥκιστα μὲν ἐξαπατῶιτο καὶ πῶλον καὶ ἵππον ὠνούμενος, ἥκιστα δ’ ἂν διαφθείροι χρώμενος, μάλιστα δ’ ἂν ἵππον ἀποδεικνύοι, εἰ δέοι, ἔχοντα ὧν ἱππεὺς δεῖται εἰς πόλεμον. καιρὸς δ’ ἴσως γράψαι καί, εἴ ποτε συμβαίη θυμοειδεστέρωι ἵππωι τοῦ καιρίου χρῆσθαι ἢ βλακωδεστέρωι, ὡς ἂν ὀρθότατα ἑκατέρωι χρῶιτο.
[2]
πρῶτον μὲν τοίνυν χρὴ τοῦτο γνῶναι, ὅτι ἐστὶ θυμὸς ἵππωι ὅπερ ὀργὴ ἀνθρώπωι. ὥσπερ οὖν ἄνθρωπον ἥκιστ’ ἂν ὀργίζοι τις [ὁ] μήτε λέγων χαλεπὸν μηδὲν μήτε ποιῶν, οὕτω καὶ ἵππον θυμοειδῆ ὁ μὴ ἀνιῶν ἥκιστ’ ἂν ἐξοργίζοι.
[3]
εὐθὺς μὲν οὖν χρὴ ἐν τῆι ἀναβάσει ἐπιμελεῖσθαι ὡς ἂν ἥκιστ’ ἀναβαίνων λυποίη· ἐπειδὰν δὲ ἀναβῆι, ἠρεμήσαντα πλείω χρόνον ἢ τὸν ἐπιτυχόντα οὕτω προκινεῖν αὐτὸν ὡς πραιοτάτοις σημείοις· ἔπειτα δ’ ἐκ τοῦ βραδυτάτου ἀρχόμενον οὕτως αὖ εἰς τὸ θᾶττον προάγειν, ὡς ἂν μάλιστα λανθάνοι αὑτὸν ὁ ἵππος εἰς τὸ ταχὺ ἀφικνούμενος.
[4]
ὅ τι δ’ ἂν ἐξαίφνης σημήνηι, θυμοειδῆ ἵππον ὥσπερ ἄνθρωπον ταράττει τὰ ἐξαπίναια καὶ ὁράματα καὶ ἀκούσματα καὶ παθήματα. εἰδέναι δὲ χρὴ ὅτι καὶ ἐν ἵππωι τὰ ἐξαπίναια τάραχον ἐξεργάζεται.
[5]
ἢν δὲ καὶ εἰς τὸ θᾶττον ὁρμώμενον τοῦ καιροῦ ὑπολαμβάνειν βούληι τὸν θυμοειδῆ, οὐ δεῖ ἐξαπιναίως σπᾶν, ἀλλ’ ἠρεμαίως προσάγεσθαι τῶι χαλινῶι, πραΰνοντα, οὐ βιαζόμενον ἠρεμεῖν.
[6]
καὶ αἵ τε μακραὶ ἐλάσεις μᾶλλον ἢ αἱ πυκναὶ ἀποστροφαὶ πραΰνουσι τοὺς ἵππους, καὶ αἱ ἡσυχαῖοι μέν, πολυχρόνιοι δὲ καθέψουσι καὶ πραΰνουσι καὶ οὐκ ἀνεγείρουσι τὸν θυμοειδῆ.
[7]
εἰ δέ τις οἴεται, ἢν ταχὺ καὶ πολλὰ ἐλαύνηται, ἀπειπεῖν ποιήσας τὸν ἵππον πραϋνεῖν, τἀναντία γιγνώσκει τοῦ γιγνομένου. ἐν γὰρ τοῖς τοιούτοις ὁ θυμοειδὴς καὶ ἄγειν βίαι μάλιστα ἐπιχειρεῖ καὶ σὺν τῆι ὀργῆι, ὥσπερ ἄνθρωπος ὀργίλος, πολλάκις καὶ ἑαυτὸν καὶ τὸν ἀναβάτην πολλὰ ἀνήκεστα ἐποίησεν.
[8]
ἐπιλαμβάνειν δὲ χρὴ ἵππον θυμοειδῆ καὶ τότε τοῦ εἰς τὸ τάχιστον ὁρμᾶν, τοῦ δὲ δὴ παραβάλλειν ἵππωι καὶ παντάπασιν ἀπέχεσθαι· σχεδὸν γὰρ οἱ θυμοειδέστατοι καὶ φιλονικότατοι τῶν ἵππων γίγνονται.
[9]
καὶ χαλινοὶ δὲ οἱ λεῖοι ἐπιτηδειότεροι τῶν τραχέων. ἐὰν δὲ καὶ τραχὺς ἐμβληθῆι, τῆι χαλαρότητι λείωι δεῖ αὐτὸν ἀφομοιοῦν. ἀγαθὸν δὲ ἐθίζειν αὑτὸν καὶ τὸ ἡρεμεῖν, μάλιστα ἐπὶ θυμοειδοῦς ἵππου, καὶ τὸ ὡς ἥκιστα ἄλλωι τινὶ ἅπτεσθαι ἢ οἷς τοῦ καθῆσθαι ἀσφαλῶς ἕνεκα ἁπτόμεθα.
[10]
εἰδέναι δὲ χρὴ ὅτι δίδαγμά τί ἐστι καὶ τὸ ποππυσμῶι μὲν πραΰνεσθαι, κλωσμῶι δὲ ἐγείρεσθαι, καὶ εἴ τις ἐξ ἀρχῆς ἐπὶ μὲν κλωσμῶι τὰ πραέα, ἐπὶ δὲ ποππυσμῶι τὰ χαλεπὰ προσφέροι, μάθοι ἂν ὁ ἵππος ποππυσμῶι μὲν ἐγείρεσθαι, κλωσμῶι δὲ πραΰνεσθαι.
[11]
οὕτως οὖν δεῖ καὶ παρὰ κραυγὴν καὶ παρὰ σάλπιγγα μήτ’ αὐτὸν φαίνεσθαι τεθορυβημένον τῶι ἵππωι μήτε μὴν ἐκείνωι θορυβῶδες μηδὲν προσφέρειν, ἀλλ’ εἰς τὸ δυνατὸν καὶ ἀναπαύειν ἐν τῶι τοιούτωι καὶ ἄριστα καὶ δεῖπνα, εἰ ἐγχωροίη, προσφέρειν.
[12]
κάλλιστον δὲ συμβούλευμα τὸ ἄγαν θυμοειδῆ ἵππον μὴ κτᾶσθαι εἰς πόλεμον. βλᾶκα γε μὴν ἵππον ἀρκεῖν μοι δοκεῖ γράψαι πάντα τἀναντία ποιεῖν ὅσων τῶι θυμοειδεῖ χρῆσθαι συμβουλεύομεν.

Other books

Ships from the West by Paul Kearney
For Valour by Douglas Reeman
Mrs R (Mrs R & Mr V #1) by Jessie Courts
UFOs in Reality by Dutton, T.R.
Broken by Adams, Claire
When Books Went to War by Molly Guptill Manning
The Chase by DiAnn Mills
Mind Guest by Green, Sharon