ἡ δέ τε παρθένος ἐστὶ Δίκη, Διὸς ἐκγεγαυῖα,
κυδρή τ’ αἰδοίη τε θεοῖς οἳ Ὄλυμπον ἔχουσιν,
καί ῥ’ ὁπότ’ ἄν τίς μιν βλάπτῃ σκολιῶς ὀνοτάζων,
αὐτίκα πὰρ Διὶ πατρὶ καθεζομένη Κρονίωνι
260
γηρύετ’ ἀνθρώπων ἀδίκων νόον, ὄφρ’ ἀποτείσῃ
δῆμος ἀτασθαλίας βασιλέων οἳ λυγρὰ νοεῦντες
ἄλλῃ παρκλίνωσι δίκας σκολιῶς ἐνέποντες.
ταῦτα φυλασσόμενοι, βασιλῆς, ἰθύνετε μύθους,
δωροφάγοι, σκολιέων δὲ δικέων ἐπὶ πάγχυ λάθεσθε.
265
οἷ αὐτῷ κακὰ τεύχει ἀνὴρ ἄλλῳ κακὰ τεύχων,
ἡ δὲ κακὴ βουλὴ τῷ βουλεύσαντι κακίστη.
πάντα ἰδὼν Διὸς ὀφθαλμὸς καὶ πάντα νοήσας
καί νυ τάδ’, αἴ κ’ ἐθέλῃσ’, ἐπιδέρκεται, οὐδέ ἑ λήθει
οἵην δὴ καὶ τήνδε δίκην πόλις ἐντὸς ἐέργει.
270
νῦν δὴ ἐγὼ μήτ’ αὐτὸς ἐν ἀνθρώποισι δίκαιος
εἴην μήτ’ ἐμὸς υἱός, ἐπεὶ κακὸν ἄνδρα δίκαιον
ἔμμεναι, εἰ μείζω γε δίκην ἀδικώτερος ἕξει.
ἀλλὰ τά γ’ οὔπω ἔολπα τελεῖν Δία μητιόεντα.
Ὦ Πέρση, σὺ δὲ ταῦτα μετὰ φρεσὶ βάλλεο σῇσι
275
καί νυ δίκης ἐπάκουε, βίης δ’ ἐπιλήθεο πάμπαν.
τόνδε γὰρ ἀνθρώποισι νόμον διέταξε Κρονίων,
ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς
ἔσθειν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶ μετ’ αὐτοῖς·
ἀνθρώποισι δ’ ἔδωκε δίκην, ἣ πολλὸν ἀρίστη
280
γίνεται· εἰ γάρ τίς κ’ ἐθέλῃ τὰ δίκαι’ ἀγορεῦσαι
γινώσκων, τῷ μέν τ’ ὄλβον διδοῖ εὐρύοπα Ζεύς·
ὃς δέ κε μαρτυρίῃσιν ἑκὼν ἐπίορκον ὀμόσσας
ψεύσεται, ἐν δὲ δίκην βλάψας νήκεστον ἀασθῇ,
τοῦ δέ τ’ ἀμαυροτέρη γενεὴ μετόπισθε λέλειπται·
285
ἀνδρὸς δ’ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων.
Σοὶ δ’ ἐγὼ ἐσθλὰ νοέων ἐρέω, μέγα νήπιε Πέρση·
τὴν μέν τοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι
ῥηιδίως· λείη μὲν ὁδός, μάλα δ’ ἐγγύθι ναίει·
τῆς δ’ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν
290
ἀθάνατοι· μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴν
καὶ τρηχὺς τὸ πρῶτον· ἐπὴν δ’ εἰς ἄκρον ἵκηται,
ῥηιδίη δὴ ἔπειτα πέλει, χαλεπή περ ἐοῦσα.
Οὗτος μὲν πανάριστος, ὃς αὐτῷ πάντα νοήσει
[φρασσάμενος τά κ’ ἔπειτα καὶ ἐς τέλος ᾖσιν ἀμείνω]·
295
ἐσθλὸς δ’ αὖ κἀκεῖνος ὃς εὖ εἰπόντι πίθηται·
ὃς δέ κε μήτ’ αὐτῷ νοέῃ μήτ’ ἄλλου ἀκούων
ἐν θυμῷ βάλληται, ὃ δ’ αὖτ’ ἀχρήιος ἀνήρ.
ἀλλὰ σύ γ’ ἡμετέρης μεμνημένος αἰὲν ἐφετμῆς
ἐργάζευ, Πέρση, δῖον γένος, ὄφρα σε Λιμὸς
300
ἐχθαίρῃ, φιλέῃ δέ σ’ ἐυστέφανος Δημήτηρ
αἰδοίη, βιότου δὲ τεὴν πιμπλῇσι καλιήν·
Λιμὸς γάρ τοι πάμπαν ἀεργῷ σύμφορος ἀνδρί·
τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἀνέρες ὅς κεν ἀεργὸς
ζώῃ, κηφήνεσσι κοθούροις εἴκελος ὀργήν,
305
οἵ τε μελισσάων κάματον τρύχουσιν ἀεργοὶ
ἔσθοντες· σοὶ δ’ ἔργα φίλ’ ἔστω μέτρια κοσμεῖν,
ὥς κέ τοι ὡραίου βιότου πλήθωσι καλιαί.
ἐξ ἔργων δ’ ἄνδρες πολύμηλοί τ’ ἀφνειοί τε,
καί τ’ ἐργαζόμενος πολὺ φίλτερος ἀθανάτοισιν
310
[ἔσσεαι ἠδὲ βροτοῖς· μάλα γὰρ στυγέουσιν ἀεργούς].
ἔργον δ’ οὐδὲν ὄνειδος, ἀεργίη δέ τ’ ὄνειδος.
εἰ δέ κεν ἐργάζῃ, τάχα σε ζηλώσει ἀεργὸς
πλουτεῦντα· πλούτῳ δ’ ἀρετὴ καὶ κῦδος ὀπηδεῖ.
δαίμονι δ’ οἷος ἔησθα, τὸ ἐργάζεσθαι ἄμεινον,
315
εἴ κεν ἀπ’ ἀλλοτρίων κτεάνων ἀεσίφρονα θυμὸν
ἐς ἔργον τρέψας μελετᾷς βίου, ὥς σε κελεύω.
αἰδὼς δ’ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει,
αἰδώς, ἥ τ’ ἄνδρας μέγα σίνεται ἠδ’ ὀνίνησιν·
αἰδώς τοι πρὸς ἀνολβίῃ, θάρσος δὲ πρὸς ὄλβῳ.
320
χρήματα δ’ οὐχ ἁρπακτά, θεόσδοτα πολλὸν ἀμείνω·
εἰ γάρ τις καὶ χερσὶ βίῃ μέγαν ὄλβον ἕληται,
ἢ ὅ γ’ ἀπὸ γλώσσης ληίσσεται, οἷά τε πολλὰ
γίνεται, εὖτ’ ἂν δὴ κέρδος νόον ἐξαπατήσῃ
ἀνθρώπων, αἰδῶ δέ τ’ ἀναιδείη κατοπάζῃ,
325
ῥεῖα δέ μιν μαυροῦσι θεοί, μινύθουσι δὲ οἶκον
ἀνέρι τῷ, παῦρον δέ τ’ ἐπὶ χρόνον ὄλβος ὀπηδεῖ.
Ἶσον δ’ ὅς θ’ ἱκέτην ὅς τε ξεῖνον κακὸν ἔρξει,
ὅς τε κασιγνήτοιο ἑοῦ ἀνὰ δέμνια βαίνῃ
[κρυπταδίῃς εὐνῇς ἀλόχου, παρακαίρια ῥέζων],
330
ὅς τέ τευ ἀφραδίῃς ἀλιταίνητ’ ὀρφανὰ τέκνα,
ὅς τε γονῆα γέροντα κακῷ ἐπὶ γήραος οὐδῷ
νεικείῃ χαλεποῖσι καθαπτόμενος ἐπέεσσι·
τῷ δ’ ἦ τοι Ζεὺς αὐτὸς ἀγαίεται, ἐς δὲ τελευτὴν
ἔργων ἀντ’ ἀδίκων χαλεπὴν ἐπέθηκεν ἀμοιβήν.
335
ἀλλὰ σὺ τῶν μὲν πάμπαν ἔεργ’ ἀεσίφρονα θυμόν.
Κὰδ δύναμιν δ’ ἔρδειν ἱέρ’ ἀθανάτοισι θεοῖσιν
ἁγνῶς καὶ καθαρῶς, ἐπὶ δ’ ἀγλαὰ μηρία καίειν·
ἄλλοτε δὲ σπονδῇσι θύεσσί τε ἱλάσκεσθαι,
ἠμὲν ὅτ’ εὐνάζῃ καὶ ὅτ’ ἂν φάος ἱερὸν ἔλθῃ,
340
ὥς κέ τοι ἵλαον κραδίην καὶ θυμὸν ἔχωσιν,
ὄφρ’ ἄλλων ὠνῇ κλῆρον, μὴ τὸν τεὸν ἄλλος.
Τὸν φιλέοντ’ ἐπὶ δαῖτα καλεῖν, τὸν δ’ ἐχθρὸν ἐᾶσαι·
τὸν δὲ μάλιστα καλεῖν ὅστις σέθεν ἐγγύθι ναίει·
εἰ γάρ τοι καὶ χρῆμ’ ἐγκώμιον ἄλλο γένηται,
345
γείτονες ἄζωστοι ἔκιον, ζώσαντο δὲ πηοί.
πῆμα κακὸς γείτων, ὅσσον τ’ ἀγαθὸς μέγ’ ὄνειαρ·
ἔμμορέ τοι τιμῆς ὅς τ’ ἔμμορε γείτονος ἐσθλοῦ·
οὐδ’ ἂν βοῦς ἀπόλοιτ’, εἰ μὴ γείτων κακὸς εἴη.
εὖ μὲν μετρεῖσθαι παρὰ γείτονος, εὖ δ’ ἀποδοῦναι,
350
αὐτῷ τῷ μέτρῳ, καὶ λώιον αἴ κε δύνηαι,
ὡς ἂν χρηίζων καὶ ἐς ὕστερον ἄρκιον εὕρῃς.
μὴ κακὰ κερδαίνειν· κακὰ κέρδεα ἶσ’ ἄτῃσι.
τὸν φιλέοντα φιλεῖν, καὶ τῷ προσιόντι προσεῖναι.
καὶ δόμεν ὅς κεν δῷ καὶ μὴ δόμεν ὅς κεν μὴ δῷ·
355
δώτῃ μέν τις ἔδωκεν, ἀδώτῃ δ’ οὔ τις ἔδωκεν·
δὼς ἀγαθή, ἅρπαξ δὲ κακή, θανάτοιο δότειρα·
ὃς μὲν γάρ κεν ἀνὴρ ἐθέλων, ὅ γε καὶ μέγα, δώῃ,
χαίρει τῷ δώρῳ καὶ τέρπεται ὃν κατὰ θυμόν·
ὃς δέ κεν αὐτὸς ἕληται ἀναιδείηφι πιθήσας,
360
καί τε σμικρὸν ἐόν, τό γ’ ἐπάχνωσεν φίλον ἦτορ.
εἰ γάρ κεν καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθεῖο
καὶ θαμὰ τοῦτ’ ἔρδοις, τάχα κεν μέγα καὶ τὸ γένοιτο·
ὃς δ’ ἐπ’ ἐόντι φέρει, ὃ δ’ ἀλέξεται αἴθοπα λιμόν.
οὐδὲ τό γ’ εἰν οἴκῳ κατακείμενον ἀνέρα κήδει·
365
οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν.
ἐσθλὸν μὲν παρεόντος ἑλέσθαι, πῆμα δὲ θυμῷ
χρηίζειν ἀπεόντος· ἅ σε φράζεσθαι ἄνωγα.
Ἀρχομένου δὲ πίθου καὶ λήγοντος κορέσασθαι,
μεσσόθι φείδεσθαι· δειλὴ δ’ ἐν πυθμένι φειδώ.
370
[μισθὸς δ’ ἀνδρὶ φίλῳ εἰρημένος ἄρκιος ἔστω·
καί τε κασιγνήτῳ γελάσας ἐπὶ μάρτυρα θέσθαι·
†πίστεις δ’ ἄρα †ὁμῶς καὶ ἀπιστίαι ὤλεσαν ἄνδρας.]
μηδὲ γυνή σε νόον πυγοστόλος ἐξαπατάτω
αἱμύλα κωτίλλουσα, τεὴν διφῶσα καλιήν·
375
ὃς δὲ γυναικὶ πέποιθε, πέποιθ’ ὅ γε φιλήτῃσιν.
μουνογενὴς δὲ πάις εἴη πατρώιον οἶκον
φερβέμεν· ὣς γὰρ πλοῦτος ἀέξεται ἐν μεγάροισιν·
γηραιὸς δὲ θάνοι ἕτερον παῖδ’ ἐγκαταλείπων.
ῥεῖα δέ κεν πλεόνεσσι πόροι Ζεὺς ἄσπετον ὄλβον·
380
πλείων μὲν πλεόνων μελέτη, μείζων δ’ ἐπιθήκη.
σοὶ δ’ εἰ πλούτου θυμὸς ἐέλδεται ἐν φρεσὶ σῇσιν,
ὧδ’ ἔρδειν, καὶ ἔργον ἐπ’ ἔργῳ ἐργάζεσθαι.
Πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων
ἄρχεσθ’ ἀμήτου, ἀρότοιο δὲ δυσομενάων.
385
αἳ δή τοι νύκτας τε καὶ ἤματα τεσσαράκοντα
κεκρύφαται, αὖτις δὲ περιπλομένου ἐνιαυτοῦ
φαίνονται τὰ πρῶτα χαρασσομένοιο σιδήρου.
οὗτός τοι πεδίων πέλεται νόμος οἵ τε θαλάσσης
ἐγγύθι ναιετάουσ’ οἵ τ’ ἄγκεα βησσήεντα
390
πόντου κυμαίνοντος ἀπόπροθι, πίονα χῶρον,
ναίουσιν· γυμνὸν σπείρειν, γυμνὸν δὲ βοωτεῖν,
γυμνὸν δ’ ἀμάειν, εἴ χ’ ὥρια πάντ’ ἐθέλῃσθα
ἔργα κομίζεσθαι Δημήτερος, ὥς τοι ἕκαστα
ὥρι’ ἀέξηται, μή πως τὰ μέταζε χατίζων
395
πτώσσῃς ἀλλοτρίους οἴκους καὶ μηδὲν ἀνύσσῃς.
ὡς καὶ νῦν ἐπ’ ἔμ’ ἦλθες· ἐγὼ δέ τοι οὐκ ἐπιδώσω
οὐδ’ ἐπιμετρήσω· ἐργάζευ, νήπιε Πέρση,
ἔργα τά τ’ ἀνθρώποισι θεοὶ διετεκμήραντο,
μή ποτε σὺν παίδεσσι γυναικί τε θυμὸν ἀχεύων
400
ζητεύῃς βίοτον κατὰ γείτονας, οἳ δ’ ἀμελῶσιν.
δὶς μὲν γὰρ καὶ τρὶς τάχα τεύξεαι· ἢν δ’ ἔτι λυπῇς,
χρῆμα μὲν οὐ πρήξεις, σὺ δ’ ἐτώσια πόλλ’ ἀγορεύσεις,
ἀχρεῖος δ’ ἔσται ἐπέων νομός. ἀλλά σ’ ἄνωγα
φράζεσθαι χρειῶν τε λύσιν λιμοῦ τ’ ἀλεωρήν.
405
Οἶκον μὲν πρώτιστα γυναῖκά τε βοῦν τ’ ἀροτῆρα,
[κτητήν, οὐ γαμετήν, ἥτις καὶ βουσὶν ἕποιτο,]
χρήματα δ’ εἰν οἴκῳ πάντ’ ἄρμενα ποιήσασθαι,
μὴ σὺ μὲν αἰτῇς ἄλλον, ὃ δ’ ἀρνῆται, σὺ δὲ τητᾷ,
ἡ δ’ ὥρη παραμείβηται, μινύθῃ δέ τοι ἔργον.
410
μηδ’ ἀναβάλλεσθαι ἔς τ’ αὔριον ἔς τε ἔνηφι·
οὐ γὰρ ἐτωσιοεργὸς ἀνὴρ πίμπλησι καλιὴν
οὐδ’ ἀναβαλλόμενος· μελέτη δέ τοι ἔργον ὀφέλλει·
αἰεὶ δ’ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει.
Ἦμος δὴ λήγει μένος ὀξέος ἠελίοιο
415
καύματος ἰδαλίμου, μετοπωρινὸν ὀμβρήσαντος
Ζηνὸς ἐρισθενέος, μετὰ δὲ τρέπεται βρότεος χρὼς
πολλὸν ἐλαφρότερος· δὴ γὰρ τότε Σείριος ἀστὴρ
βαιὸν ὑπὲρ κεφαλῆς κηριτρεφέων ἀνθρώπων
ἔρχεται ἠμάτιος, πλεῖον δέ τε νυκτὸς ἐπαυρεῖ·
420
τῆμος ἀδηκτοτάτη πέλεται τμηθεῖσα σιδήρῳ
ὕλη, φύλλα δ’ ἔραζε χέει, πτόρθοιό τε λήγει·
τῆμος ἄρ’ ὑλοτομεῖν μεμνημένος ὥρια ἔργα·
ὄλμον μὲν τριπόδην τάμνειν, ὕπερον δὲ τρίπηχυν,
ἄξονα δ’ ἑπταπόδην· μάλα γάρ νύ τοι ἄρμενον οὕτω·
425
εἰ δέ κεν ὀκταπόδην, ἀπὸ καὶ σφῦράν κε τάμοιο.
τρισπίθαμον δ’ ἅψιν τάμνειν δεκαδώρῳ ἀμάξῃ,
πόλλ’ ἐπικαμπύλα κᾶλα· φέρειν δὲ γύην, ὅτ’ ἂν εὕρῃς,
εἰς οἶκον, κατ’ ὄρος διζήμενος ἢ κατ’ ἄρουραν,
πρίνινον· ὃς γὰρ βουσὶν ἀροῦν ὀχυρώτατός ἐστιν,
430
εὖτ’ ἂν Ἀθηναίης δμῶος ἐν ἐλύματι πήξας
γόμφοισιν πελάσας προσαρήρεται ἱστοβοῆι.
δοιὰ δὲ θέσθαι ἄροτρα, πονησάμενος κατὰ οἶκον,
αὐτόγυον καὶ πηκτόν, ἐπεὶ πολὺ λώιον οὕτω·
εἴ χ’ ἕτερον [γ’] ἄξαις, ἕτερόν κ’ ἐπὶ βουσὶ βάλοιο.
435
δάφνης δ’ ἢ πτελέης ἀκιώτατοι ἱστοβοῆες.
δρυὸς ἔλυμα, πρίνου δὲ γύην. βόε δ’ ἐνναετήρω
ἄρσενε κεκτῆσθαι· [τῶν γὰρ σθένος οὐκ ἀλαπαδνόν·
ἥβης μέτρον ἔχοντε·] τὼ ἐργάζεσθαι ἀρίστω.
οὐκ ἂν τώ γ’ ἐρίσαντε ἐν αὔλακι κὰμ μὲν ἄροτρον
440
ἄξειαν, τὸ δὲ ἔργον ἐτώσιον αὖθι λίποιεν.
τοῖς δ’ ἅμα τεσσαρακονταετὴς αἰζηὸς ἕποιτο
ἄρτον δειπνήσας τετράτρυφον, ὀκτάβλωμον,
ὅς κ’ ἔργου μελετῶν ἰθείην αὔλακ’ ἐλαύνοι,
μηκέτι παπταίνων μεθ’ ὁμήλικας, ἀλλ’ ἐπὶ ἔργῳ
445
θυμὸν ἔχων· τοῦ δ’ οὔ τι νεώτερος ἄλλος ἀμείνων
σπέρματα δάσσασθαι καὶ ἐπισπορίην ἀλέασθαι·
κουρότερος γὰρ ἀνὴρ μεθ’ ὁμήλικας ἐπτοίηται.
Φράζεσθαι δ’, εὖτ’ ἂν γεράνου φωνὴν ἐπακούσῃς
ὑψόθεν ἐκ νεφέων ἐνιαύσια κεκληγυίης,
450
ἥ τ’ ἀρότοιό τε σῆμα φέρει καὶ χείματος ὥρην
δεικνύει ὀμβρηροῦ, κραδίην δ’ ἔδακ’ ἀνδρὸς ἀβούτεω·
δὴ τότε χορτάζειν ἕλικας βόας ἔνδον ἐόντας·
ῥηίδιον γὰρ ἔπος εἰπεῖν· “βόε δὸς καὶ ἄμαξαν·”
ῥηίδιον δ’ ἀπανήνασθαι· “πάρα [δ’] ἔργα βόεσσιν.”
455
φησὶ δ’ ἀνὴρ φρένας ἀφνειὸς πήξασθαι ἄμαξαν·
νήπιος, οὐδὲ τὸ οἶδ’· ἑκατὸν δέ τε δούρατ’ ἀμάξης,
τῶν πρόσθεν μελέτην ἐχέμεν οἰκήια θέσθαι.
Εὖτ’ ἂν δὴ πρώτιστ’ ἄροτος θνητοῖσι φανήῃ,
δὴ τότ’ ἐφορμηθῆναι, ὁμῶς δμῶές τε καὶ αὐτός,
460
αὔην καὶ διερὴν ἀρόων ἀρότοιο καθ’ ὥρην,
πρωὶ μάλα σπεύδων, ἵνα τοι πλήθωσιν ἄρουραι.
ἔαρι πολεῖν· θέρεος δὲ νεωμένη οὔ σ’ ἀπατήσει·
νειὸν δὲ σπείρειν ἔτι κουφίζουσαν ἄρουραν.
νειὸς ἀλεξιάρη παίδων εὐκηλήτειρα.
465
Εὔχεσθαι δὲ Διὶ χθονίῳ Δημήτερί θ’ ἁγνῇ
ἐκτελέα βρίθειν Δημήτερος ἱερὸν ἀκτήν,
ἀρχόμενος τὰ πρῶτ’ ἀρότου, ὅτ’ ἂν ἄκρον ἐχέτλης
χειρὶ λαβὼν ὅρπηκι βοῶν ἐπὶ νῶτον ἵκηαι
ἔνδρυον ἑλκόντων μεσάβων. ὁ δὲ τυτθὸς ὄπισθε
470
δμῶος ἔχων μακέλην πόνον ὀρνίθεσσι τιθείη
σπέρμα κατακρύπτων· εὐθημοσύνη γὰρ ἀρίστη
θνητοῖς ἀνθρώποις, κακοθημοσύνη δὲ κακίστη.
ὧδέ κεν ἁδροσύνῃ στάχυες νεύοιεν ἔραζε,
εἰ τέλος αὐτὸς ὄπισθεν Ὀλύμπιος ἐσθλὸν ὀπάζοι,
475
ἐκ δ’ ἀγγέων ἐλάσειας ἀράχνια, καί σε ἔολπα
γηθήσειν βιότου αἰρεύμενον ἔνδον ἐόντος.
εὐοχθέων δ’ ἵξεαι πολιὸν ἔαρ οὐδὲ πρὸς ἄλλους
αὐγάσεαι· σέο δ’ ἄλλος ἀνὴρ κεχρημένος ἔσται.
Εἰ δέ κεν ἠελίοιο τροπῇς ἀρόῳς χθόνα δῖαν,
480
ἥμενος ἀμήσεις ὀλίγον περὶ χειρὸς ἐέργων,
ἀντία δεσμεύων κεκονιμένος, οὐ μάλα χαίρων,
οἴσεις δ’ ἐν φορμῷ· παῦροι δέ σε θηήσονται.
ἄλλοτε δ’ ἀλλοῖος Ζηνὸς νόος αἰγιόχοιο,
ἀργαλέος δ’ ἄνδρεσσι καταθνητοῖσι νοῆσαι.
485
εἰ δή κ’ ὄψ’ ἀρόσῃς, τόδε κέν τοι φάρμακον εἴη·
ἦμος κόκκυξ κοκκύζει δρυὸς ἐν πετάλοισι
τὸ πρῶτον, τέρπει δὲ βροτοὺς ἐπ’ ἀπείρονα γαῖαν,
τῆμος Ζεὺς ὕοι τρίτῳ ἤματι μηδ’ ἀπολήγοι,
μήτ’ ἄρ’ ὑπερβάλλων βοὸς ὁπλὴν μήτ’ ἀπολείπων·
490
οὕτω κ’ ὀψαρότης πρωιηρότῃ ἰσοφαρίζοι.
ἐν θυμῷ δ’ εὖ πάντα φυλάσσεο· μηδέ σε λήθοι
μήτ’ ἔαρ γινόμενον πολιὸν μήθ’ ὥριος ὄμβρος.
Πὰρ δ’ ἴθι χάλκειον θῶκον καὶ ἐπαλέα λέσχην
ὥρῃ χειμερίῃ, ὁπότε κρύος ἀνέρα ἔργων
495
ἰσχάνει, ἔνθα κ’ ἄοκνος ἀνὴρ μέγα οἶκον ὀφέλλοι,
μή σε κακοῦ χειμῶνος ἀμηχανίη καταμάρψῃ
σὺν πενίῃ, λεπτῇ δὲ παχὺν πόδα χειρὶ πιέζῃς.
πολλὰ δ’ ἀεργὸς ἀνήρ, κενεὴν ἐπὶ ἐλπίδα μίμνων,
χρηίζων βιότοιο, κακὰ προσελέξατο θυμῷ.
500
ἐλπὶς δ’ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει,
ἥμενον ἐν λέσχῃ, τῷ μὴ βίος ἄρκιος εἴη.
δείκνυε δὲ δμώεσσι θέρευς ἔτι μέσσου ἐόντος·
“οὐκ αἰεὶ θέρος ἐσσεῖται, ποιεῖσθε καλιάς.”
Μῆνα δὲ Ληναιῶνα, κάκ’ ἤματα, βουδόρα πάντα,
505
τοῦτον ἀλεύασθαι καὶ πηγάδας, αἵ τ’ ἐπὶ γαῖαν
πνεύσαντος Βορέαο δυσηλεγέες τελέθουσιν,
ὅς τε διὰ Θρῄκης ἱπποτρόφου εὐρέι πόντῳ
ἐμπνεύσας ὤρινε, μέμυκε δὲ γαῖα καὶ ὕλη·
πολλὰς δὲ δρῦς ὑψικόμους ἐλάτας τε παχείας
510