Delphi Complete Works of Hesiod (Illustrated) (Delphi Ancient Classics) (23 page)

BOOK: Delphi Complete Works of Hesiod (Illustrated) (Delphi Ancient Classics)
13.09Mb size Format: txt, pdf, ePub

[Κλωθὼ καὶ Λάχεσίς σφιν ἐφέστασαν· ἣ μὲν ὑφήσσων
Ἄτροπος οὔ τι πέλεν μεγάλη θεός, ἀλλ’ ἄρα ἥ γε
260
 
τῶν γε μὲν ἀλλάων προφερής τ’ ἦν πρεσβυτάτη τε.
πᾶσαι δ’ ἀμφ’ ἑνὶ φωτὶ μάχην δριμεῖαν ἔθεντο·
δεινὰ δ’ ἐς ἀλλήλας δράκον ὄμμασι θυμήνασαι,
ἐν δ’ ὄνυχας χεῖράς τε θρασείας ἰσώσαντο.]
πὰρ δ’ Ἀχλὺς εἱστήκει ἐπισμυγερή τε καὶ αἰνή,
265
 
χλωρὴ ἀυσταλέη λιμῷ καταπεπτηυῖα,
γουνοπαχής, μακροὶ δ’ ὄνυχες χείρεσσιν ὑπῆσαν·
τῆς ἐκ μὲν ῥινῶν μύξαι ῥέον, ἐκ δὲ παρειῶν
αἷμ’ ἀπελείβετ’ ἔραζ’· ἣ δ’ ἄπλητον σεσαρυῖα
εἱστήκει, πολλὴ δὲ κόνις κατενήνοθεν ὤμους,
270
 
δάκρυσι μυδαλέη. παρὰ δ’ εὔπυργος πόλις ἀνδρῶν,
χρύσειαι δέ μιν εἶχον ὑπερθυρίοις ἀραρυῖαι
ἑπτὰ πύλαι· τοὶ δ’ ἄνδρες ἐν ἀγλαΐαις τε χοροῖς τε
τέρψιν ἔχον· τοὶ μὲν γὰρ ἐυσσώτρου ἐπ’ ἀπήνης
ἤγοντ’ ἀνδρὶ γυναῖκα, πολὺς δ’ ὑμέναιος ὀρώρει·
275
 
τῆλε δ’ ἀπ’ αἰθομένων δαΐδων σέλας εἰλύφαζε
χερσὶν ἐνὶ δμῳῶν· ταὶ δ’ ἀγλαΐῃ τεθαλυῖαι
πρόσθ’ ἔκιον, τῇσιν δὲ χοροὶ παίζοντες ἕποντο·
τοὶ μὲν ὑπὸ λιγυρῶν συρίγγων ἵεσαν αὐδὴν
ἐξ ἁπαλῶν στομάτων, περὶ δέ σφισιν ἄγνυτο ἠχώ·
280
 
αἳ δ’ ὑπὸ φορμίγγων ἄναγον χορὸν ἱμερόεντα.
[ἔνθεν δ’ αὖθ’ ἑτέρωθε νέοι κώμαζον ὑπ’ αὐλοῦ.]
τοί γε μὲν αὖ παίζοντες ὑπ’ ὀρχηθμῷ καὶ ἀοιδῇ
[τοί γε μὲν αὖ γελόωντες ὑπ’ αὐλητῆρι ἕκαστος]
πρόσθ’ ἔκιον· πᾶσαν δὲ πόλιν θαλίαι τε χοροί τε
285
 
ἀγλαΐαι τ’ εἶχον. τοὶ δ’ αὖ προπάροιθε πόληος
νῶθ’ ἵππων ἐπιβάντες ἐθύνεον. οἱ δ’ ἀροτῆρες
ἤρεικον χθόνα δῖαν, ἐπιστολάδην δὲ χιτῶνας
ἐστάλατ’. αὐτὰρ ἔην βαθὺ λήιον· οἵ γε μὲν ἤμων
αἰχμῇς ὀξείῃσι κορωνιόωντα πέτηλα
290
 
βριθόμενα σταχύων, ὡς εἰ Δημήτερος ἀκτήν·
οἳ δ’ ἄρ’ ἐν ἐλλεδανοῖσι δέον καὶ ἔπιτνον ἀλωῇ·
οἳ δ’ ἐτρύγων οἴνας, δρεπάνας ἐν χερσὶν ἔχοντες·
[οἳ δ’ αὖτ’ ἐς ταλάρους ἐφόρευν ὑπὸ τρυγητήρων
λευκοὺς καὶ μέλανας βότρυας μεγάλων ἀπὸ ὄρχων,
295
 
βριθομένων φύλλοισι καὶ ἀργυρέῃς ἑλίκεσσιν.]
οἳ δ’ αὖτ’ ἐς ταλάρους ἐφόρευν. παρὰ δέ σφισιν ὄρχος
χρύσεος ἦν, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο,
[τοί γε μὲν αὖ παίζοντες ὑπ’ αὐλητῆρι ἕκαστος]
[σειόμενος φύλλοισι καὶ ἀργυρέῃσι κάμαξι,]
300
 
βριθόμενος σταφυλῇσι· μελάνθησάν γε μὲν αἵδε.
οἵ γε μὲν ἐτράπεον, τοὶ δ’ ἤρυον. οἳ δὲ μάχοντο
πύξ τε καὶ ἑλκηδόν· τοὶ δ’ ὠκύποδας λαγὸς ᾕρευν
ἄνδρες θηρευταί, καὶ καρχαρόδοντε κύνε πρό,
ἱέμενοι μαπέειν, οἳ δ’ ἱέμενοι ὑπαλύξαι.
305
 
πὰρ δ’ αὐτοῖς ἱππῆες ἔχον πόνον, ἀμφὶ δ’ ἀέθλῳ
δῆριν ἔχον καὶ μόχθον· ἐυπλεκέων δ’ ἐπὶ δίφρων
ἡνίοχοι βεβαῶτες ἐφίεσαν ὠκέας ἵππους
ῥυτὰ χαλαίνοντες, τὰ δ’ ἐπικροτέοντα πέτοντο
ἅρματα κολλήεντ’, ἐπὶ δὲ πλῆμναι μέγ’ ἀύτευν.
310
 
οἳ μὲν ἄρ’ ἀίδιον εἶχον πόνον, οὐδέ ποτέ σφιν
νίκη ἐπηνύσθη, ἀλλ’ ἄκριτον εἶχον ἄεθλον.
τοῖσι δὲ καὶ προύκειτο μέγας τρίπος ἐντὸς ἀγῶνος,
χρύσειος, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο.
 Ἀμφὶ δ’ ἴτυν ῥέεν Ὠκεανὸς πλήθοντι ἐοικώς,
315
 
πᾶν δὲ συνεῖχε σάκος πολυδαίδαλον· οἳ δὲ κατ’ αὐτὸν
κύκνοι ἀερσιπόται μεγάλ’ ἤπυον, οἵ ῥά τε πολλοὶ
νῆχον ἐπ’ ἄκρον ὕδωρ· παρὰ δ’ ἰχθύες ἐκλονέοντο·
θαῦμα ἰδεῖν καὶ Ζηνὶ βαρυκτύπῳ, οὗ διὰ βουλὰς
Ἥφαιστος ποίησε σάκος μέγα τε στιβαρόν τε,
320
 
ἀρσάμενος παλάμῃσι. τὸ μὲν Διὸς ἄλκιμος υἱὸς
πάλλεν ἐπικρατέως· ἐπὶ δ’ ἱππείου θόρε δίφρου,
εἴκελος ἀστεροπῇ πατρὸς Διὸς αἰγιόχοιο,
κοῦφα βιβάς· τῷ δ’ ἡνίοχος κρατερὸς Ἰόλαος
δίφρου ἐπεμβεβαὼς ἰθύνετο καμπύλον ἅρμα.
325
 
Ἀγχίμολον δέ σφ’ ἦλθε θεὰ γλαυκῶπις Ἀθήνη,
καί σφεας θαρσύνουσ’ ἔπεα πτερόεντα προσηύδα·
“Χαίρετε, Λυγκῆος γενεὴ τηλεκλειτοῖο·
νῦν δὴ Ζεὺς κράτος ὔμμι διδοῖ μακάρεσσιν ἀνάσσων
Κύκνον τ’ ἐξεναρεῖν καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.
330
 
ἄλλο δέ τοί τι ἔπος ἐρέω, μέγα φέρτατε λαῶν·
εὖτ’ ἂν δὴ Κύκνον γλυκερῆς αἰῶνος ἀμέρσῃς,
τὸν μὲν ἔπειτ’ αὐτοῦ λιπέειν καὶ τεύχεα τοῖο,
αὐτὸς δὲ βροτολοιγὸν Ἄρη’ ἐπιόντα δοκεύσας,
ἔνθα κε γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο
335
 
ὀφθαλμοῖσιν ἴδῃς, ἔνθ’ οὐτάμεν ὀξέι χαλκῷ·
ἂψ δ’ ἀναχάσσασθαι, ἐπεὶ οὔ νύ τοι αἴσιμόν ἐστιν
οὔθ’ ἵππους ἑλέειν οὔτε κλυτὰ τεύχεα τοῖο.”
 Ὣς εἰποῦσ’ ἐς δίφρον ἐβήσατο δῖα θεάων,
νίκην ἀθανάτῃς χερσὶν καὶ κῦδος ἔχουσα,
340
 
ἐσσυμένως. τότε δή ῥα διόγνητος Ἰόλαος
σμερδαλέον ἵπποισιν ἐκέκλετο· τοὶ δ’ ὑπ’ ὀμοκλῆς
ῥίμφ’ ἔφερον θοὸν ἅρμα κονίοντες πεδίοιο·
ἐν γάρ σφιν μένος ἧκε θεὰ γλαυκῶπις Ἀθήνη
αἰγίδ’ ἀνασσείσασα· περιστενάχησε δὲ γαῖα.
345
 
τοὶ δ’ ἄμυδις προγένοντ’ ἴκελοι πυρὶ ἠὲ θυέλλῃ,
Κύκνος θ’ ἱππόδαμος καὶ Ἄρης ἀκόρητος ἀυτῆς.
τῶν δ’ ἵπποι μὲν ἔπειθ’ ὑπεναντίοι ἀλλήλοισιν
ὀξεῖα χρέμισαν, περὶ δέ σφισιν ἄγνυτο ἠχώ.
τὸν πρότερος προσέειπε βίη Ἡρακληείη·
350
 
“Κύκνε πέπον, τί νυ νῶιν ἐπίσχετον ὠκέας ἵππους,
ἀνδράσιν οἵ τε πόνου καὶ ὀιζύος ἴδριές εἰμεν;
ἀλλὰ παρὲξ ἔχε δίφρον ἐύξοον ἠδὲ κελεύθου
εἶκε †παρὲξ ἰέναι †· Τρηχῖνάδε τοι παρελαύνω
ἐς Κήυκα ἄνακτα· ὃ γὰρ δυνάμει τε καὶ αἰδοῖ
355
 
Τρηχῖνος προβέβηκε. σὺ δ’ εὖ μάλα οἶσθα καὶ αὐτός·
τοῦ γὰρ ὀπυίεις παῖδα Θεμιστονόην κυανῶπιν.
ὦ πέπον, οὐ μὲν γάρ τοι Ἄρης θανάτοιο τελευτὴν
ἀρκέσει, εἰ δὴ νῶι συνοισόμεθα πτολεμίζειν.
ἤδη μέν τέ ἕ φημι καὶ ἄλλοτε πειρηθῆναι
360
 
ἔγχεος ἡμετέρου, ὅθ’ ὑπὲρ Πύλου ἠμαθόεντος
ἀντίος ἔστη ἐμεῖο, μάχης ἄμοτον μενεαίνων.
τρὶς μὲν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἠρείσατο γαίῃ
οὐταμένου σάκεος, τὸ δὲ τέτρατον ἤλασα μηρὸν
παντὶ μένει σπεύδων, διὰ δὲ μέγα σαρκὸς ἄραξα·
365
 
πρηνὴς δ’ ἐν κονίῃσι χαμαὶ πέσεν ἔγχεος ὁρμῇ.
ἔνθα κε δὴ λωβητὸς ἐν ἀθανάτοισιν ἐτύχθη
χερσὶν ὕφ’ ἡμετέρῃσι λιπὼν ἔναρα βροτόεντα ...”
 Ὣς ἔφατ’· οὐδ’ ἄρα Κύκνος ἐυμμελίης ἐμενοίνα
τῷ ἐπιπειθόμενος ἐχέμεν ἐρυσάρματας ἵππους.
370
 
δὴ τότ’ ἀπ’ εὐπλεκέων δίφρων θόρον αἶψ’ ἐπὶ γαῖαν
παῖς τε Διὸς μεγάλου καὶ Ἐνυαλίοιο ἄνακτος·
ἡνίοχοι δ’ ἔμπλην ἔλασαν καλλίτριχας ἵππους.
τῶν δ’ ὑπὸ σευομένων κανάχιζε †πόσ’ εὐρεῖα χθών †
ὡς δ’ ὅτ’ ἀφ’ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο
375
 
πέτραι ἀποθρώσκωσιν, ἐπ’ ἀλλήλαις δὲ πέσωσι,
πολλαὶ δὲ δρῦς ὑψίκομοι, πολλαὶ δέ τε πεῦκαι
αἴγειροί τε τανύρριζοι ῥήγνυνται ὑπ’ αὐτέων
ῥίμφα κυλινδομένων, ἧος πεδίονδ’ ἀφίκωνται,
ὣς οἳ ἐπ’ ἀλλήλοισι πέσον μέγα κεκλήγοντες.
380
 
πᾶσα δὲ Μυρμιδόνων τε πόλις κλειτή τ’ Ἰαωλκὸς
Ἄρνη τ’ ἠδ’ Ἑλίκη Ἄνθειά τε ποιήεσσα
φωνῇ ὑπ’ ἀμφοτέρων μεγάλ’ ἴαχον· οἳ δ’ ἀλαλητῷ
θεσπεσίῳ σύνισαν· μέγα δ’ ἔκτυπε μητίετα Ζεύς,
[κὰδ δ’ ἄρ’ ἀπ’ οὐρανόθεν ψιάδας βάλεν αἱματοέσσας,]
385
 
σῆμα τιθεὶς πολέμοιο ἑῷ μεγαθαρσέι παιδί.
οἷος δ’ ἐν βήσσῃς ὄρεος χαλεπὸς προϊδέσθαι
κάπρος χαυλιόδων φρονέει [δὲ] θυμῷ μαχέσασθαι
ἀνδράσι θηρευτῇς, θήγει δέ τε λευκὸν ὀδόντα
δοχμωθείς, ἀφρὸς δὲ περὶ στόμα μαστιχόωντι
390
 
λείβεται, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἔικτον,
ὀρθὰς δ’ ἐν λοφιῇ φρίσσει τρίχας ἀμφί τε δειρήν·
τῷ ἴκελος Διὸς υἱὸς ἀφ’ ἱππείου θόρε δίφρου.
ἦμος δὲ χλοερῷ κυανόπτερος ἠχέτα τέττιξ
ὄζῳ ἐφεζόμενος θέρος ἀνθρώποισιν ἀείδειν
395
 
ἄρχεται, ᾧ τε πόσις καὶ βρῶσις θῆλυς ἐέρση,
καί τε πανημέριός τε καὶ ἠῷος χέει αὐδὴν
ἴδει ἐν αἰνοτάτῳ, ὅτε τε χρόα Σείριος ἄζει,
τῆμος δὴ [κέγχροισι πέρι γλῶχες τελέθουσι
τούς τε θέρει σπείρουσιν, ὅτ’ ὄμφακες αἰόλλονται,
400
 
οἷα Διώνυσος δῶκ’ ἀνδράσι χάρμα καὶ ἄχθος·
τὴν ὥρην] μάρναντο, πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει.
ὡς δὲ λέοντε δύω ἀμφὶ κταμένης ἐλάφοιο
ἀλλήλοις κοτέοντες ἐπὶ σφέας ὁρμήσωσι,
δεινὴ δέ σφ’ ἰαχὴ ἄραβός θ’ ἅμα γίνετ’ ὀδόντων ...
405
 
[οἳ δ’ ὥς τ’ αἰγυπιοὶ γαμψώνυχες, ἀγκυλοχῆλαι,
πέτρῃ ἐφ’ ὑψηλῇ μεγάλα κλάζοντε μάχωνται
αἰγὸς ὀρεσσινόμου ἢ ἀγροτέρης ἐλάφοιο
πίονος, ἥν τ’ ἐδάμασσε βαλὼν αἰζήιος ἀνὴρ
ἰῷ ἀπὸ νευρῆς, αὐτὸς δ’ ἀπαλήσεται ἄλλῃ
410
 
χώρου ἄιδρις ἐών· οἳ δ’ ὀτραλέως ἐνόησαν,
ἐσσυμένως δέ οἱ ἀμφὶ μάχην δριμεῖαν ἔθεντο·
ὣς οἳ κεκλήγοντες ἐπ’ ἀλλήλοισιν ὄρουσαν.]
ἔνθ’ ἦ τοι Κύκνος μέν, ὑπερμενέος Διὸς υἱὸν
κτεινέμεναι μεμαώς, σάκει ἔμβαλε χάλκεον ἔγχος,
415
 
οὐδ’ ἔρρηξεν χαλκός, ἔρυτο δὲ δῶρα θεοῖο·
Ἀμφιτρυωνιάδης δέ, βίη Ἡρακληείη,
μεσσηγὺς κόρυθός τε καὶ ἀσπίδος ἔγχεϊ μακρῷ
αὐχένα γυμνωθέντα θοῶς ὑπένερθε γενείου
ἤλασ’ ἐπικρατέως, ἀπὸ δ’ ἄμφω κέρσε τένοντε
420
 
ἀνδροφόνος μελίη· μέγα γὰρ σθένος ἔμπεσε φωτός.
ἤριπε δ’, ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ὅτε πεύκη
ἠλίβατος, πληγεῖσα Διὸς ψολόεντι κεραυνῷ·
ὣς ἔριπ’, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
 Τὸν μὲν ἔπειτ’ εἴασε Διὸς ταλακάρδιος υἱός,
425
 
αὐτὸς δὲ βροτολοιγὸν Ἄρην προσιόντα δοκεύσας,
δεινὸν ὁρῶν ὄσσοισι, λέων ὣς σώματι κύρσας,
ὅς τε μάλ’ ἐνδυκέως ῥινὸν κρατεροῖς ὀνύχεσσι
σχίσσας ὅττι τάχιστα μελίφρονα θυμὸν ἀπηύρα·
ἐμ μένεος δ’ ἄρα τοῦ γε κελαινὸν πίμπλαται ἦτορ·
430
 
γλαυκιόων δ’ ὄσσοις δεινὸν πλευράς τε καὶ ὤμους
οὐρῇ μαστιόων ποσσὶν γλάφει, οὐδέ τις αὐτὸν
ἔτλη ἐς ἄντα ἰδὼν σχεδὸν ἐλθέμεν οὐδὲ μάχεσθαι·
τοῖος ἄρ’ Ἀμφιτρυωνιάδης, ἀκόρητος ἀυτῆς,
ἀντίος ἔστη Ἄρηος, ἐνὶ φρεσὶ θάρσος ἀέξων,
435
 
ἐσσυμένως· ὃ δέ οἱ σχεδὸν ἤλυθεν ἀχνύμενος κῆρ.
[ἀμφότεροι δ’ ἰάχοντες ἐπ’ ἀλλήλοισιν ὄρουσαν.]
ὡς δ’ ὅτ’ ἀπὸ μεγάλου πέτρη πρηῶνος ὀρούσῃ,
μακρὰ δ’ ἐπιθρώσκουσα κυλίνδεται, ἣ δέ τε ἠχῇ
ἔρχεται ἐμμεμαυῖα· πάγος δέ οἱ ἀντεβόλησεν
440
 
ὑψηλός, τῷ δὴ συνενείκεται, ἔνθα μιν ἴσχει·
τὼς ‹ἄρ’› ὃ μὲν ἰαχῇ βρισάρματος οὔλιος Ἄρης
κεκληγὼς ἐπόρουσεν, ὃ δ’ ἐμμαπέως ὑπέδεκτο.
αὐτὰρ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,
ἀντίη ἦλθεν Ἄρηος ἐρεμνὴν αἰγίδ’ ἔχουσα·
445
 
δεινὰ δ’ ὑπόδρα ἰδοῦσ’ ἔπεα πτερόεντα προσηύδα·
 “Ἆρες, ἔπισχε μένος κρατερὸν καὶ χεῖρας ἀάπτους·
οὐ γάρ τοι θέμις ἐστὶν ἀπὸ κλυτὰ τεύχεα δῦσαι
Ἡρακλέα κτείναντα, Διὸς θρασυκάρδιον υἱόν·
ἀλλ’ ἄγε παῦε μάχης, μηδ’ ἀντίος ἵστασ’ ἐμεῖο.”
450
 
Ὣς ἔφατ’· ἀλλ’ οὐ πεῖθ’ Ἄρεος μεγαλήτορα θυμόν,
ἀλλὰ μέγα ἰάχων, φλογὶ εἴκελα τεύχεα πάλλων
καρπαλίμως ἐπόρουσε βίῃ Ἡρακληείῃ
κακκτάμεναι μεμαώς· καί ῥ’ ἔμβαλε χάλκεον ἔγχος,
σπερχνὸν παιδὸς ἑοῦ κοτέων περὶ τεθνηῶτος,
455
 
ἐν σάκεϊ μεγάλῳ. ἀπὸ δὲ γλαυκῶπις Ἀθήνη
ἔγχεος ὁρμὴν ἔτραπ’ ὀρεξαμένη ἀπὸ δίφρου.
δριμὺ δ’ Ἄρη’ ἄχος εἷλεν· ἐρυσσάμενος δ’ ἄορ ὀξὺ
ἔσσυτ’ ἐφ’ Ἡρακλέα κρατερόφρονα· τὸν δ’ ἐπιόντα
Ἀμφιτρυωνιάδης, δεινῆς ἀκόρητος ἀυτῆς,
460
 
μηρὸν γυμνωθέντα σάκευς ὑπὸ δαιδαλέοιο
οὔτασ’ ἐπικρατέως· διὰ δὲ μέγα σαρκὸς ἄραξε
δούρατι νωμήσας, ἐπὶ δὲ χθονὶ κάββαλε μέσσῃ.
τῷ δὲ Φόβος καὶ Δεῖμος ἐύτροχον ἅρμα καὶ ἵππους
ἤλασαν αἶψ’ ἐγγύς, καὶ ἀπὸ χθονὸς εὐρυοδείης
465
 
ἐς δίφρον θῆκαν πολυδαίδαλον· αἶψα δ’ ἔπειτα
ἵππους μαστιέτην, ἵκοντο δὲ μακρὸν Ὄλυμπον.
υἱὸς δ’ Ἀλκμήνης καὶ κυδάλιμος Ἰόλαος
Κύκνον σκυλεύσαντες ἀπ’ ὤμων τεύχεα καλὰ
νίσοντ’· αἶψα δ’ ἔπειτα πόλιν Τρηχῖνος ἵκοντο
470
 
ἵπποις ὠκυπόδεσσιν. ἀτὰρ γλαυκῶπις Ἀθήνη
ἐξίκετ’ Οὔλυμπόν τε μέγαν καὶ δώματα πατρός.
Κύκνον δ’ αὖ Κήυξ θάπτεν καὶ λαὸς ἀπείρων,
οἵ ῥ’ ἐγγὺς ναῖον πόλιος κλειτοῦ βασιλῆος,
[Ἄνθην Μυρμιδόνων τε πόλιν κλειτήν τ’ Ἰαωλκὸν
475
 
Ἄρνην τ’ ἠδ’ Ἑλίκην· πολλὸς δ’ ἠγείρετο λαός,]
τιμῶντες Κήυκα, φίλον μακάρεσσι θεοῖσιν.
τοῦ δὲ τάφον καὶ σῆμ’ ἀιδὲς ποίησεν Ἄναυρος
ὄμβρῳ χειμερίῳ πλήθων· τὼς γάρ μιν Ἀπόλλων
Λητοΐδης ἤνωξ’, ὅτι ῥα κλειτὰς ἑκατόμβας
480
 
ὅστις ἄγοι Πυθοῖδε βίῃ σύλασκε δοκεύων.

The Biographies

Ruins at Locris.  One tradition records that the Delphic oracle warned Hesiod that he would die in Nemea, and so he fled to Locris, where he was killed at the local temple to Nemean Zeus and later buried there.

INTRODUCTION TO HESIOD by Hugh G. Evelyn-White

Other books

The Butterfly Plague by Timothy Findley
Destroyed by the Bad Boy by Madison Collins
Red Heart Tattoo by McDaniel, Lurlene
Fire Falling by Elise Kova
Other Earths by edited by Nick Gevers, Jay Lake
Mount Pleasant by Patrice Nganang
Finding Home by Lois Greiman
Kindred Spirits by Julia Watts