Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) (68 page)

BOOK: Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)
7.27Mb size Format: txt, pdf, ePub

ΙΩ
τίς γῆ; τί
γένος; τίνα φῶ
λεύσσειν
τόνδε
χαλινοῖς ἐν
πετρίνοισιν
χειμαζόμενον;
τίνος
ἀμπλακίας
ποινὰς ὀλέκῃ;
σήμηνον ὅποι

565
γῆς ἡ μογερὰ
πεπλάνημαι.
ἆ ἆ, ἓ ἕ·
χρίει τίς αὖ
με τὰν
τάλαιναν
οἶστρος;
εἴδωλον Ἄργου
γηγενοῦς·
†ἄλευ’, ἆ δᾶ·
φοβοῦμαι,
τὸν μυριωπὸν
εἰσορῶσα
βούταν.
ὁ δὲ
πορεύεται
δόλιον ὄμμ’
ἔχων,

570
ὃν οὐδὲ
κατθανόντα
γαῖα κεύθει.
ἀλλ’ ἐμὲ τὰν
τάλαιναν
ἐξ ἐνέρων
περῶν κυναγεῖ,
πλανᾷ
τε νῆστιν ἀνὰ
τὰν παραλίαν
ψάμμον.
ὑπὸ δὲ
κηρόπλαστος
ὀτοβεῖ δόναξ
  [στρ. α.

575
ἀχέτας
ὑπνοδόταν
νόμον·
ἰὼ ἰὼ πόποι,
ποῖ μ’ ἄγουσι
τηλέπλαγκτοι
πλάναι;
τί ποτέ μ’, ὦ
Κρόνιε παῖ, τί
ποτε ταῖσδ’
ἐνέζευξας
εὑρὼν
ἁμαρτοῦσαν ἐν
πημοναῖσιν,
ἓ ἕ·

580
οἰστρηλάτῳ δὲ
δείματι
δειλαίαν
παράκοπον ὧδε
τείρεις;
πυρί ‹με›
φλέξον, ἢ χθονὶ
κάλυψον, ἢ
ποντίοις
δάκεσι δὸς
βοράν,
μηδέ μοι
φθονήσῃς
εὐγμάτων,
ἄναξ.

585
ἄδην με
πολύπλανοι
πλάναι
γεγυμνάκασιν,
οὐδ’ ἔχω μαθεῖν
ὅπῃ
πημονὰς
ἀλύξω.
κλύεις φθέγμα
τᾶς βούκερω
παρθένου;
Πρ. πῶς δ’ οὐ
κλύω τῆς
οἰστροδινήτου
κόρης

590
τῆς Ἰναχείας, ἣ
Διὸς θάλπει
κέαρ
ἔρωτι, καὶ νῦν
τοὺς
ὑπερμήκεις
δρόμους
Ἥρᾳ στυγητὸς
πρὸς βίαν
γυμνάζεται;
Ιω. πόθεν ἐμοῦ
σὺ πατρὸς ὄνομ’
ἀπύεις;
  [ἀντ. α.
εἰπέ μοι τᾷ
μογερᾷ τίς ὤν,

595
τίς ἄρα μ’, ὦ
τάλας, [τὰν]
ταλαίπωρον ὧδ’
ἔτυμα προσ-
θροεῖς,
θεόσυτόν τε
νόσον
ὠνόμασας, ἃ
μαραίνει με
χρίουσα
κέντροισι
φοιταλέοισιν;
ἓ ἕ·
σκιρτημάτων
δὲ νήστισιν
αἰκείαις

600
λαβρόσυτος
ἦλθον, ‹Ἥρας›
ἐπικότοισι
μήδεσι
δαμεῖσα. δυσ-
δαιμόνων δὲ
τίνες οἵ, ἓ ἕ,
οἷ’ ἐγὼ
μογοῦσιν;
ἀλλά μοι
τορῶς

605
τέκμηρον ὅ τι μ’
ἐπαμμένει
παθεῖν· τί
μῆχαρ, ἢ τί
φάρμακον
νόσου;
δεῖξον, εἴπερ
οἶσθα·
θρόει, φράζε
τᾷ δυσπλάνῳ
παρθένῳ.
Πρ. λέξω τορῶς
σοι πᾶν ὅπερ
χρῄζεις
μαθεῖν,

610
οὐκ ἐμπλέκων
αἰνίγματ’, ἀλλ’
ἁπλῷ λόγῳ,
ὥσπερ δίκαιον
πρὸς φίλους
οἴγειν στόμα.
πυρὸς βροτοῖς
δοτῆρ’ ὁρᾷς
Προμηθέα.
Ιω. ὦ κοινὸν
ὠφέλημα
θνητοῖσιν
φανείς,
τλῆμον
Προμηθεῦ, τοῦ
δίκην πάσχεις
τάδε;

615
Πρ. ἁρμοῖ
πέπαυμαι τοὺς
ἐμοὺς θρηνῶν
πόνους.
Ιω. οὔκουν
πόροις ἂν
τήνδε δωρειὰν
ἐμοί;
Πρ. λέγ’ ἥντιν’
αἰτεῖ· πᾶν γὰρ
ἂν πύθοιό μου.
Ιω. σήμηνον
ὅστις ἐν
φάραγγί σ’
ὤχμασεν.
Πρ. βούλευμα
μὲν τὸ Δῖον,
Ἡφαίστου δὲ
χείρ.

620
Ιω. ποινὰς δὲ
ποίων
ἀμπλακημάτων
τίνεις;
Πρ. τοσοῦτον
ἀρκῶ σοι
σαφηνίσας
μόνον.
Ιω. καὶ πρός γε
τούτοις τέρμα
τῆς ἐμῆς
πλάνης
δεῖξον, τίς
ἔσται τῇ
ταλαιπώρῳ
χρόνος.
Πρ. τὸ μὴ
μαθεῖν σοι
κρεῖσσον ἢ
μαθεῖν τάδε.

625
Ιω. μήτοι με
κρύψῃς τοῦθ’
ὅπερ μέλλω
παθεῖν.
Πρ. ἀλλ’ οὐ
μεγαίρω τοῦδέ
σοι δωρήματος.
Ιω. τί δῆτα
μέλλεις μὴ οὐ
γεγωνίσκειν
τὸ πᾶν;
Πρ. φθόνος μὲν
οὐδείς, σὰς δ’
ὀκνῶ θράξαι
φρένας.
Ιω. μή μου
προκήδου
μᾶσσον ὧν ἐμοὶ
γλυκύ.

630
Πρ. ἐπεὶ
προθυμῇ, χρὴ
λέγειν· ἄκουε
δή.
Χο. μήπω γε·
μοῖραν δ’
ἡδονῆς κἀμοὶ
πόρε.
τὴν τῆσδε
πρῶτον
ἱστορήσωμεν
νόσον,
αὐτῆς
λεγούσης τὰς
πολυφθόρους
τύχας·
τὰ λοιπὰ δ’
ἄθλων σοῦ
διδαχθήτω
πάρα.

635
Πρ. σὸν ἔργον,
Ἰοῖ, ταῖσδ’
ὑπουργῆσαι
χάριν,
ἄλλως τε
πάντως καὶ
κασιγνήταις
πατρός.
ὡς
τἀποκλαῦσαι
κἀποδύρασθαι
τύχας
ἐνταῦθ’, ὅπου
μέλλοι τις
οἴσεσθαι
δάκρυ
πρὸς τῶν
κλυόντων,
ἀξίαν τριβὴν
ἔχει.

640
Ιω. οὐκ οἶδ’
ὅπως ὑμῖν
ἀπιστῆσαί με
χρή,
σαφεῖ δὲ μύθῳ
πᾶν ὅπερ
προσχρῄζετε
πεύσεσθε·
καίτοι καὶ
λέγουσ’
αἰσχύνομαι
θεόσσυτον
χειμῶνα καὶ
διαφθορὰν
μορφῆς, ὅθεν
μοι σχετλίᾳ
προσέπτατο.

645
αἰεὶ γὰρ ὄψεις
ἔννυχοι
πωλεύμεναι
ἐς παρθενῶνας
τοὺς ἐμοὺς
παρηγόρουν
λείοισι
μύθοις ‘Ὦ μέγ’
εὔδαιμον κόρη,
τί παρθενεύῃ
δαρόν, ἐξόν σοι
γάμου
τυχεῖν
μεγίστου;
Ζεὺς γὰρ
ἱμέρου βέλει

650
πρὸς σοῦ
τέθαλπται καὶ
συναίρεσθαι
Κύπριν
θέλει· σὺ δ’, ὦ
παῖ, μὴ ‘πολακτίσῃς
λέχος
τὸ Ζηνός, ἀλλ’
ἔξελθε πρὸς
Λέρνης βαθὺν
λειμῶνα,
ποίμνας
βουστάσεις τε
πρὸς πατρός,
ὡς ἂν τὸ Δῖον
ὄμμα λωφήσῃ
πόθου.’

655
τοιοῖσδε
πάσας
εὐφρόνας
ὀνείρασι
ξυνειχόμην
δύστηνος, ἔστε
δὴ πατρὶ
ἔτλην
γεγωνεῖν
νυκτίφοιτ’
ὀνείρατα.
ὁ δ’ ἔς τε Πυθὼ
κἀπὶ Δωδώνης
πυκνοὺς
θεοπρόπους
ἴαλλεν, ὡς
μάθοι τί χρὴ

660
δρῶντ’ ἢ
λέγοντα
δαίμοσιν
πράσσειν φίλα.
ἧκον δ’
ἀναγγέλλοντες
αἰολοστόμους
χρησμοὺς
ἀσήμους
δυσκρίτως τ’
εἰρημένους.
τέλος δ’
ἐναργὴς βάξις
ἦλθεν Ἰνάχῳ
σαφῶς
ἐπισκήπτουσα
καὶ μυθουμένη

665
ἔξω δόμων τε
καὶ πάτρας
ὠθεῖν ἐμέ,
ἄφετον
ἀλᾶσθαι γῆς ἐπ’
ἐσχάτοις
ὅροις,
εἰ μὴ θέλοι
πυρωπὸν ἐκ
Διὸς μολεῖν
κεραυνόν, ὃς
πᾶν
ἐξαϊστώσοι
γένος.
τοιοῖσδε
πεισθεὶς
Λοξίου
μαντεύμασιν

670
ἐξήλασέν με
κἀπέκλῃσε
δωμάτων
ἄκουσαν ἄκων·
ἀλλ’
ἐπηνάγκαζέ
νιν
Διὸς χαλινὸς
πρὸς βίαν
πράσσειν τάδε.
εὐθὺς δὲ
μορφὴ καὶ
φρένες
διάστροφοι
ἦσαν,
κεραστὶς δ’, ὡς
ὁρᾶτ’,
ὀξυστόμῳ

675
μύωπι
χρισθεῖσ’
ἐμμανεῖ
σκιρτήματι
ᾖσσον πρὸς
εὔποτόν τε
Κερχνείας
ῥέος
Λέρνης τε
κρήνην·
βουκόλος δὲ
γηγενὴς
ἄκρατος
ὀργὴν Ἄργος
ὡμάρτει,
πυκνοῖς
ὄσσοις
δεδορκὼς τοὺς
ἐμοὺς κατὰ
στίβους.

680
ἀπροσδόκητος
δ’ αὐτὸν
†αἰφνίδιος
μόρος
τοῦ ζῆν
ἀπεστέρησεν.
οἰστροπλὴξ δ’
ἐγὼ
μάστιγι θείᾳ
γῆν πρὸ γῆς
ἐλαύνομαι.
κλύεις τὰ
πραχθέντ’· εἰ δ’
ἔχεις εἰπεῖν ὅ
τι
λοιπὸν πόνων,
σήμαινε μηδέ μ’
οἰκτίσας

685
σύνθαλπε
μύθοις
ψευδέσιν·
νόσημα γὰρ
αἴσχιστον
εἶναί φημι
συνθέτους
λόγους.
Χο. ἔα ἔα, ἄπεχε,
φεῦ·
οὔποτ’ οὔποτ’
ηὔχουν ‹ὧδε›
ξένους
μολεῖσθαι
λόγους ἐς
ἀκοὰν ἐμάν,

690
οὐδ’ ὧδε
δυσθέατα καὶ
δύσοιστα
πήματα
λύμα[τα δείμα]τ’
ἀμ-
φήκει κέντρῳ
ψύχειν ψυχὰν
ἐμάν.
ἰὼ ἰὼ μοῖρα
μοῖρα,

695
πέφρικ’
εἰσιδοῦσα
πρᾶξιν Ἰοῦς.
Πρ. πρῴ γε
στενάζεις καὶ
φόβου πλέα τις
εἶ·
ἐπίσχες ἔστ’
ἂν καὶ τὰ λοιπὰ
προσμάθῃς.
Χο. λέγ’,
ἐκδίδασκε·
τοῖς νοσοῦσί
τοι γλυκὺ
τὸ λοιπὸν
ἄλγος
προυξεπίστασθαι
τορῶς.

700
Πρ. τὴν πρίν γε
χρείαν
ἠνύσασθ’ ἐμοῦ
πάρα
κούφως·
μαθεῖν γὰρ
τῆσδε πρῶτ’
ἐχρῄζετε
τὸν ἀμφ’
ἑαυτῆς ἆθλον
ἐξηγουμένης·
τὰ λοιπὰ νῦν
ἀκούσαθ’, οἷα
χρὴ πάθη
τλῆναι πρὸς
Ἥρας τήνδε τὴν
νεάνιδα.

705
σύ τ’, Ἰνάχειον
σπέρμα, τοὺς
ἐμοὺς λόγους
θυμῷ βάλ’, ὡς ἂν
τέρματ’
ἐκμάθῃς ὁδοῦ.
πρῶτον μὲν
ἐνθένδ’ ἡλίου
πρὸς ἀντολὰς
στρέψασα
σαυτὴν στεῖχ’
ἀνηρότους
γύας·
Σκύθας δ’
ἀφίξῃ νομάδας,
οἳ πλεκτὰς στέγας

710
πεδάρσιοι
ναίουσ’ ἐπ’
εὐκύκλοις
ὄχοις,
ἑκηβόλοις
τόξοισιν
ἐξηρτυμένοι·
οἷς μὴ
πελάζειν, ἀλλ’
ἁλιστόνοις
πόδας
χρίμπτουσα
ῥαχίαισιν
ἐκπερᾶν χθόνα.
λαιᾶς δὲ
χειρὸς οἱ
σιδηροτέκτονες

715
οἰκοῦσι
Χάλυβες, οὓς
φυλάξασθαί σε
χρή,
ἀνήμεροι γὰρ
οὐδὲ πρόσπλατοι
ξένοις.
ἥξεις δ’
ὑβριστὴν
ποταμὸν οὐ
ψευδώνυμον,
ὃν μὴ περάσῃς,
οὐ γὰρ εὔβατος
περᾶν,
πρὶν ἂν πρὸς
αὐτὸν
Καύκασον
μόλῃς, ὀρῶν

720
ὕψιστον, ἔνθα
ποταμὸς
ἐκφυσᾷ μένος
κροτάφων ἀπ’
αὐτῶν.
ἀστρογείτονας
δὲ χρὴ
κορυφὰς
ὑπερβάλλουσαν
ἐς
μεσημβρινὴν
βῆναι
κέλευθον, ἔνθ’
Ἀμαζόνων
στρατὸν
ἥξεις
στυγάνορ’, αἳ
Θεμίσκυράν
ποτε

725
κατοικιοῦσιν
ἀμφὶ
Θερμώδονθ’, ἵνα
τραχεῖα
πόντου
Σαλμυδησσία
γνάθος,
ἐχθρόξενος
ναύτῃσι,
μητρυιὰ νεῶν·
αὗταί σ’
ὁδηγήσουσι
καὶ μάλ’
ἀσμένως.
ἰσθμὸν δ’ ἐπ’
αὐταῖς
στενοπόροις
λίμνης πύλαις

730
Κιμμερικὸν
ἥξεις, ὃν
θρασυσπλάγχνως
σε χρὴ
λιποῦσαν
αὐλῶν’ ἐκπερᾶν
Μαιωτικόν·
ἔσται δὲ
θνητοῖς
εἰσαεὶ λόγος
μέγας
τῆς σῆς
πορείας,
Βόσπορος δ’
ἐπώνυμος
κεκλήσεται.
λιποῦσα δ’
Εὐρώπης πέδον

735
ἤπειρον ἥξεις
Ἀσιάδα. ἆρ’
ὑμῖν δοκεῖ
ὁ τῶν θεῶν τύραννος
ἐς τὰ πάνθ’
ὁμῶς
βίαιος εἶναι;
τῇδε γὰρ θνητῇ
θεὸς
χρῄζων
μιγῆναι τάσδ’
ἐπέρριψεν
πλάνας.
πικροῦ δ’
ἔκυρσας, ὦ κόρη,
τῶν σῶν γάμων

740
μνηστῆρος. οὓς
γὰρ νῦν
ἀκήκοας
λόγους,
εἶναι δόκει
σοὶ μηδέπω ‘ν
προοιμίοις.
Ιω. ἰώ μοί μοι·
ἓ ἕ.
Πρ. σὺ δ’ αὖ κέκραγας
κἀναμυχθίζῃ·
τί που
δράσεις, ὅταν
τὰ λοιπὰ
πυνθάνῃ κακά;

745
Χο. ἦ γάρ τι
λοιπὸν τῇδε
πημάτων
ἐρεῖς;
Πρ.
δυσχείμερόν
γε πέλαγος
ἀτηρᾶς δύης.
Ιω. τί δῆτ’ ἐμοὶ
ζῆν κέρδος, ἀλλ’
οὐκ ἐν τάχει
ἔρριψ’
ἐμαυτὴν τῆσδ’
ἀπὸ στύφλου
πέτρας,
ὅπως πέδοι
σκήψασα τῶν
πάντων πόνων

750
ἀπηλλάγην;
κρεῖσσον γὰρ
εἰσάπαξ
θανεῖν
ἢ τὰς ἁπάσας
ἡμέρας
πάσχειν κακῶς.
Πρ. ἦ δυσπετῶν
ἂν τοὺς ἐμοὺς
ἄθλους φέροις,
ὅτῳ θανεῖν
μέν ἐστιν οὐ
πεπρωμένον·
αὕτη γὰρ ἦν ἂν
πημάτων
ἀπαλλαγή·

755
νῦν δ’ οὐδέν
ἐστι τέρμα μοι
προκείμενον
μόχθων, πρὶν
ἂν Ζεὺς ἐκπέσῃ
τυραννίδος.
Ιω. ἦ γάρ ποτ’
ἔστιν
ἐκπεσεῖν
ἀρχῆς Δία;
Πρ. ἥδοι’ ἄν,
οἶμαι, τήνδ’
ἰδοῦσα
συμφοράν.
Ιω. πῶς δ’ οὐκ
ἄν, ἥτις ἐκ
Διὸς πάσχω
κακῶς;

760
Πρ. ὡς τοίνυν
ὄντων τῶνδε
γαθεῖν σοι
πάρα.
Ιω. πρὸς τοῦ
τύραννα
σκῆπτρα
συληθήσεται;
Πρ. πρὸς αὐτὸς
αὐτοῦ
κενοφρόνων
βουλευμάτων.
Ιω. ποίῳ
τρόπῳ;
σήμηνον, εἰ μή
τις βλάβη.
Πρ. γαμεῖ
γάμον
τοιοῦτον ᾧ ποτ’
ἀσχαλεῖ.

765
Ιω. θέορτον, ἢ
βρότειον; εἰ
ῥητόν, φράσον.
Πρ. τί δ’ ὅντιν’;
οὐ γὰρ ῥητὸν
αὐδᾶσθαι τόδε.
Ιω. ἦ πρὸς
δάμαρτος
ἐξανίσταται θρόνων;
Πρ. ἣ τέξεταί
γε παῖδα
φέρτερον
πατρός.
Ιω. οὐδ’ ἔστιν
αὐτῷ τῆσδ’
ἀποστροφὴ
τύχης;

770
Πρ. οὐ δῆτα,
πλὴν ἔγωγ’ ἂν
ἐκ δεσμῶν
λυθείς.
Ιω. τίς οὖν ὁ
λύσων ἐστὶν
ἄκοντος Διός;
Πρ. τῶν σῶν τιν’
αὐτὸν ἐγγόνων
εἶναι χρεών.
Ιω. πῶς εἶπας;
ἦ ‘μὸς παῖς σ’ ἀπαλλάξει
κακῶν;
Πρ. τρίτος γε
γένναν πρὸς
δέκ’ ἄλλαισιν
γοναῖς.

775
Ιω. ἥδ’ οὐκέτ’
εὐξύμβλητος ἡ
χρησμῳδία.
Πρ. καὶ μηδὲ
σαυτῆς
ἐκμαθεῖν
ζήτει πόνους.
Ιω. μή μοι
προτείνων
κέρδος εἶτ’
ἀποστέρει.
Πρ. δυοῖν
λόγοιν σε
θατέρῳ
δωρήσομαι.
Ιω. ποίοιν;
πρόδειξον, αἵρεσίν
τ’ ἐμοὶ δίδου.

780
Πρ. δίδωμ’· ἑλοῦ
γάρ, ἢ πόνων τὰ
λοιπά σοι
φράσω
σαφηνῶς, ἢ τὸν
ἐκλύσοντ’ ἐμέ.
Χο. τούτων σὺ
τὴν μὲν τῇδε,
τὴν δ’ ἐμοὶ
χάριν
θέσθαι
θέλησον, μηδ’
ἀτιμάσῃς
λόγου·
καὶ τῇδε μὲν
γέγωνε τὴν
λοιπὴν πλάνην,

785
ἐμοὶ δὲ τὸν
λύσοντα· τοῦτο
γὰρ ποθῶ.
Πρ. ἐπεὶ
προθυμεῖσθ’,
οὐκ
ἐναντιώσομαι
τὸ μὴ οὐ
γεγωνεῖν πᾶν
ὅσον
προσχρῄζετε.
σοὶ πρῶτον,
Ἰοῖ, πολύδονον
πλάνην φράσω,
ἣν ἐγγράφου
σὺ μνήμοσιν
δέλτοις
φρενῶν.

790
ὅταν περάσῃς
ῥεῖθρον
ἠπείροιν ὅρον,
πρὸς ἀντολὰς
φλογῶπας
ἡλιοστιβεῖς
.   .   .   .  
.   .   .
πόντου περῶσα
φλοῖσβον, ἔστ’
ἂν ἐξίκῃ
πρὸς
Γοργόνεια
πεδία
Κισθήνης, ἵνα
αἱ Φορκίδες
ναίουσι,
δηναιαὶ κόραι

795
τρεῖς
κυκνόμορφοι,
κοινὸν ὄμμ’
ἐκτημέναι,
μονόδοντες,
ἃς οὔθ’ ἥλιος
προσδέρκεται
ἀκτῖσιν οὔθ’ ἡ
νύκτερος μήνη
ποτέ.
πέλας δ’
ἀδελφαὶ τῶνδε
τρεῖς
κατάπτεροι,
δρακοντόμαλλοι
Γοργόνες
βροτοστυγεῖς,

800
ἃς θνητὸς
οὐδεὶς
εἰσιδὼν ἕξει
πνοάς·
τοιοῦτο μέν
σοι τοῦτο
φρούριον λέγω.
ἄλλην δ’
ἄκουσον
δυσχερῆ
θεωρίαν·
ὀξυστόμους
γὰρ Ζηνὸς
ἀκραγεῖς
κύνας
γρῦπας
φύλαξαι, τόν τε
μουνῶπα στρατὸν

805
Ἀριμασπὸν
ἱπποβάμον’, οἳ
χρυσόρρυτον
οἰκοῦσιν
ἀμφὶ νᾶμα
Πλούτωνος
πόρου·
τούτοις σὺ μὴ
πέλαζε.
τηλουρὸν δὲ
γῆν
ἥξεις,
κελαινὸν
φῦλον, οἳ πρὸς
ἡλίου
ναίουσι
πηγαῖς, ἔνθα
ποταμὸς
Αἰθίοψ.

810
τούτου παρ’
ὄχθας ἕρφ’, ἕως
ἂν ἐξίκῃ
καταβασμόν,
ἔνθα Βυβλίνων
ὀρῶν ἄπο
ἵησι σεπτὸν
Νεῖλος
εὔποτον ῥέος.
οὗτός σ’
ὁδώσει τὴν
τρίγωνον ἐς
χθόνα
Νειλῶτιν, οὗ
δὴ τὴν μακρὰν
ἀποικίαν,

815

Other books

Kerry by Grace Livingston Hill
Lucky by von Ziegesar, Cecily
The Empress Chronicles by Suzy Vitello
More Than Lies by N. E. Henderson
Seduce Me Please by Nichole Matthews
Risen by Lauren Barnholdt, Aaron Gorvine
Bloodring by Faith Hunter
Spring Fire by Vin Packer