Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) (69 page)

BOOK: Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)
9.04Mb size Format: txt, pdf, ePub

Ἰοῖ, πέπρωται
σοί τε καὶ
τέκνοις
κτίσαι.
τῶνδ’ εἴ τί σοι
ψελλόν τε καὶ
δυσεύρετον,
ἐπανδίπλαζε
καὶ σαφῶς
ἐκμάνθανε·
σχολὴ δὲ πλείων
ἢ θέλω πάρεστί
μοι.
Χο. εἰ μέν τι
τῇδε λοιπὸν ἢ
παρειμένον

820
ἔχεις
γεγωνεῖν τῆς
πολυφθόρου
πλάνης,
λέγ’· εἰ δὲ
πάντ’ εἴρηκας,
ἡμῖν αὖ χάριν
δὸς ἣν πρὶν
ᾐτούμεσθα·
μέμνησαι δέ
που.
Πρ. τὸ πᾶν
πορείας ἥδε
τέρμ’ ἀκήκοεν.
ὅπως δ’ ἂν εἰδῇ
μὴ μάτην
κλύουσά μου,

825
ἃ πρὶν μολεῖν
δεῦρ’
ἐκμεμόχθηκεν
φράσω,
τεκμήριον
τοῦτ’ αὐτὸ δοὺς
μύθων ἐμῶν.
ὄχλον μὲν οὖν
τὸν πλεῖστον
ἐκλείψω λόγων,
πρὸς αὐτὸ δ’
εἶμι τέρμα σῶν
πλανημάτων.
ἐπεὶ γὰρ
ἦλθες πρὸς
Μολοσσὰ
γάπεδα,

830
τὴν αἰπύνωτόν
τ’ ἀμφὶ Δωδώνην,
ἵνα
μαντεῖα θᾶκός
τ’ ἐστὶ
Θεσπρωτοῦ
Διός,
τέρας τ’
ἄπιστον, αἱ
προσήγοροι
δρύες,
ὑφ’ ὧν σὺ
λαμπρῶς
κοὐδὲν
αἰνικτηρίως
προσηγορεύθης
ἡ Διὸς κλεινὴ
δάμαρ

835
μέλλουσ’
ἔσεσθαι·
τῶνδε
προσσαίνει σέ
τι;
ἐντεῦθεν
οἰστρήσασα
τὴν παρακτίαν
κέλευθον ᾖξας
πρὸς μέγαν
κόλπον Ῥέας,
ἀφ’ οὗ
παλιμπλάγκτοισι
χειμάζῃ
δρόμοις·
χρόνον δὲ τὸν
μέλλοντα
πόντιος μυχός,

840
σαφῶς ἐπίστασ’,
Ἰόνιος
κεκλήσεται,
τῆς σῆς
πορείας μνῆμα
τοῖς πᾶσιν
βροτοῖς.
σημεῖά σοι
τάδ’ ἐστὶ τῆς
ἐμῆς φρενός,
ὡς δέρκεται
πλέον τι τοῦ
πεφασμένου.
τὰ λοιπὰ δ’
ὑμῖν τῇδέ τ’ ἐς
κοινὸν φράσω,

845
ἐς ταὐτὸν
ἐλθὼν τῶν
πάλαι λόγων
ἴχνος.
ἔστιν πόλις
Κάνωβος
ἐσχάτη χθονός,
Νείλου πρὸς
αὐτῷ στόματι
καὶ
προσχώματι·
ἐνταῦθα δή σε
Ζεὺς τίθησιν
ἔμφρονα
ἐπαφῶν
ἀταρβεῖ χειρὶ
καὶ θιγὼν
μόνον.

850
ἐπώνυμον δὲ
τῶν Διὸς
γεννημάτων
τέξεις
κελαινὸν
Ἔπαφον, ὃς
καρπώσεται
ὅσην
πλατύρρους
Νεῖλος
ἀρδεύει
χθόνα·
πέμπτη δ’ ἀπ’
αὐτοῦ γέννα
πεντηκοντάπαις
πάλιν πρὸς
Ἄργος οὐχ
ἑκοῦσ’
ἐλεύσεται

855
θηλύσπορος,
φεύγουσα
συγγενῆ γάμον
ἀνεψιῶν· οἱ δ’
ἐπτοημένοι
φρένας,
κίρκοι
πελειῶν οὐ
μακρὰν λελειμμένοι,
ἥξουσι
θηρεύοντες οὐ
θηρασίμους
γάμους,
φθόνον δὲ
σωμάτων ἕξει
θεός·

860
Πελασγία δὲ
δέξεται
θηλυκτόνῳ
Ἄρει δαμέντων
νυκτιφρουρήτῳ
θράσει·
γυνὴ γὰρ ἄνδρ’
ἕκαστον
αἰῶνος στερεῖ,
δίθηκτον ἐν
σφαγαῖσι
βάψασα ξίφος·
τοιάδ’ ἐπ’
ἐχθροὺς ἐμοὺς
ἔλθοι Κύπρις.

865
μίαν δὲ παίδων
ἵμερος θέλξει
τὸ μὴ
κτεῖναι
σύνευνον, ἀλλ’
ἀπαμβλυνθήσεται
γνώμην· δυοῖν
δὲ θάτερον
βουλήσεται,
κλύειν
ἄναλκις
μᾶλλον ἢ
μιαιφόνος·
αὕτη κατ’
Ἄργος
βασιλικὸν
τέξει γένος.

870
μακροῦ λόγου
δεῖ ταῦτ’
ἐπεξελθεῖν
τορῶς.
σπορᾶς γε μὴν
ἐκ τῆσδε
φύσεται
θρασὺς
τόξοισι
κλεινός, ὃς
πόνων ἐκ τῶνδ’
ἐμὲ
λύσει.
τοιόνδε
χρησμὸν ἡ
παλαιγενὴς
μήτηρ ἐμοὶ
διῆλθε
Τιτανὶς
Θέμις·

875
ὅπως δὲ χὤπη,
ταῦτα δεῖ
μακροῦ λόγου
εἰπεῖν, σύ τ’
οὐδὲν
ἐκμαθοῦσα
κερδανεῖς.
Ιω. ἐλελεῦ,
ἐλελεῦ,
ὑπό μ’ αὖ
σφάκελος καὶ
φρενοπληγεῖς
μανίαι
θάλπουσ’,
οἴστρου δ’
ἄρδις

880
χρίει μ’
ἄπυρος·
κραδία δὲ
φόβῳ φρένα
λακτίζει,
τροχοδινεῖται
δ’ ὄμμαθ’
ἑλίγδην,
ἔξω δὲ δρόμου
φέρομαι
λύσσης
πνεύματι
μάργῳ, γλώσσης
ἀκρατής·

885
θολεροὶ δὲ
λόγοι παίουσ’
εἰκῇ
στυγνῆς πρὸς
κύμασιν ἄτης.
Χο. ἦ σοφὸς ἦ
σοφὸς ἦν
  [στρ. α.
ὃς πρῶτος ἐν
γνώμᾳ τόδ’
ἐβάστασε καὶ
γλώσ-
σᾳ
διεμυθολόγησεν,

890
ὡς τὸ κηδεῦσαι
καθ’ ἑαυτὸν
ἀριστεύει
μακρῷ,
καὶ μήτε τῶν
πλούτῳ
διαθρυπτομένων
μήτε τῶν
γέννᾳ
μεγαλυνομένων
ὄντα χερνήταν
ἐραστεῦσαι
γάμων.
μήποτε
μήποτέ μ’, ὦ
  [ἀντ. α.

895
Μοῖραι
‹μακραίωνες›,
λεχέων Διὸς
εὐνά-
τειραν
ἴδοισθε
πέλουσαν·
μηδὲ πλαθείην
γαμέτᾳ τινὶ
τῶν ἐξ οὐρανοῦ.
ταρβῶ γὰρ
ἀστεργάνορα
παρθενίαν
εἰσορῶσ’ Ἰοῦς
ἀμαλαπτομέναν

900
δυσπλάνοις
Ἥρας
ἀλατείαις
πόνων.
ἐμοὶ δ’ ὅτε μὲν
ὁμαλὸς ὁ γάμος,
  [ἐπῳδ.
ἄφοβος· ὃν δὲ
δέδια, μὴ
κρεισσόνων
[θεῶν] ἔρως
ἄφυκτον
ὄμμα
προσδράκοι με.
ἀπόλεμος ὅδε
γ’ ὁ πόλεμος,
ἄπορα
πόριμος· οὐδ’

905
ἔχω τίς ἂν
γενοίμαν·
τὰν Διὸς γὰρ
οὐχ ὁρῶ
μῆτιν ὅπα
φύγοιμ’ ἄν.
Πρ. ἦ μὴν ἔτι
Ζεύς, καίπερ
αὐθάδη φρονῶν,
ἔσται ταπεινός,
οἷον
ἐξαρτύεται
γάμον γαμεῖν,
ὃς αὐτὸν ἐκ
τυραννίδος

910
θρόνων τ’
ἄιστον
ἐκβαλεῖ·
πατρὸς δ’ ἀρὰ
Κρόνου τότ’
ἤδη παντελῶς
κρανθήσεται,
ἣν ἐκπίτνων
ἠρᾶτο δηναιῶν
θρόνων.
τοιῶνδε
μόχθων
ἐκτροπὴν
οὐδεὶς θεῶν
δύναιτ’ ἂν
αὐτῷ πλὴν ἐμοῦ
δεῖξαι σαφῶς.

915
ἐγὼ τάδ’ οἶδα
χᾦ τρόπῳ. πρὸς
ταῦτα νῦν
θαρσῶν
καθήσθω τοῖς
πεδαρσίοις
κτύποις
πιστός,
τινάσσων τ’ ἐν
χεροῖν
πύρπνουν
βέλος.
οὐδὲν γὰρ
αὐτῷ ταῦτ’
ἐπαρκέσει τὸ
μὴ οὐ
πεσεῖν
ἀτίμως πτώματ’
οὐκ ἀνασχετά·

920
τοῖον
παλαιστὴν νῦν
παρασκευάζεται
ἐπ’ αὐτὸς αὑτῷ,
δυσμαχώτατον
τέρας·
ὃς δὴ
κεραυνοῦ
κρείσσον’
εὑρήσει φλόγα,
βροντῆς θ’
ὑπερβάλλοντα
καρτερὸν
κτύπον,
θαλασσίαν τε
γῆς
τινάκτειραν
νόσον,

925
τρίαιναν
αἰχμὴν τὴν
Ποσειδῶνος,
σκεδᾷ.
πταίσας δὲ
τῷδε πρὸς κακῷ
μαθήσεται
ὅσον τό τ’
ἄρχειν καὶ τὸ
δουλεύειν
δίχα.
Χο. σύ θην ἃ
χρῄζεις, ταῦτ’
ἐπιγλωσσᾷ
Διός.
Πρ. ἅπερ
τελεῖται, πρὸς
δ’ ἃ βούλομαι
λέγω.

930
Χο. καὶ
προσδοκᾶν χρὴ
δεσπόσειν
Ζηνός τινα;
Πρ. καὶ τῶνδέ γ’
ἕξει
δυσλοφωτέρους
πόνους.
Χο. πῶς οὐχὶ
ταρβεῖς τοιάδ’
ἐκρίπτων ἔπη;
Πρ. τί δ’ ἂν
φοβοίμην ᾧ
θανεῖν οὐ
μόρσιμον;
Χο. ἀλλ’ ἆθλον
ἄν σοι τοῦδ’ ἔτ’
ἀλγίω πόροι.

935
Πρ. ὁ δ’ οὖν
ποείτω· πάντα
προσδοκητά
μοι.
Χο. οἱ
προσκυνοῦντες
τὴν
Ἀδράστειαν
σοφοί.
Πρ. σέβου,
προσεύχου,
θῶπτε τὸν
κρατοῦντ’ ἀεί.
ἐμοὶ δ’
ἔλασσον Ζηνὸς
ἢ μηδὲν μέλει.
δράτω,
κρατείτω
τόνδε τὸν
βραχὺν χρόνον

940
ὅπως θέλει·
δαρὸν γὰρ οὐκ
ἄρξει θεοῖς.
ἀλλ’ εἰσορῶ
γὰρ τόνδε τὸν
Διὸς τρόχιν,
τὸν τοῦ
τυράννου τοῦ
νέου
διάκονον·
πάντως τι
καινὸν
ἀγγελῶν
ἐλήλυθεν.

ΕΡΜΗΣ
σὲ τὸν
σοφιστήν, τὸν
πικρῶς
ὑπέρπικρον,

945
τὸν
ἐξαμαρτόντ’
εἰς θεοὺς
ἐφημέροις
πορόντα
τιμάς, τὸν
πυρὸς κλέπτην
λέγω·
πατὴρ ἄνωγέ σ’
οὕστινας
κομπεῖς
γάμους
αὐδᾶν, πρὸς ὧν
ἐκεῖνος
ἐκπίπτει
κράτους·
καὶ ταῦτα
μέντοι μηδὲν
αἰνικτηρίως,

950
ἀλλ’ αὔθ’ ἕκαστα
φράζε· μηδέ
μοι διπλᾶς
ὁδούς,
Προμηθεῦ,
προσβάλῃς·
ὁρᾷς δ’ ὅτι
Ζεὺς τοῖς
τοιούτοις
οὐχὶ
μαλθακίζεται.
Πρ.
σεμνόστομός
γε καὶ
φρονήματος
πλέως
ὁ μῦθός ἐστιν,
ὡς θεῶν
ὑπηρέτου.

955
νέον νέοι
κρατεῖτε καὶ
δοκεῖτε δὴ
ναίειν
ἀπενθῆ πέργαμ’·
οὐκ ἐκ τῶνδ’
ἐγὼ
δισσοὺς
τυράννους
ἐκπεσόντας
ᾐσθόμην;
τρίτον δὲ τὸν
νῦν
κοιρανοῦντ’
ἐπόψομαι
αἴσχιστα καὶ
τάχιστα. μή τί
σοι δοκῶ

960
ταρβεῖν
ὑποπτήσσειν
τε τοὺς νέους
θεούς;
πολλοῦ γε καὶ
τοῦ παντὸς
ἐλλείπω. σὺ δὲ
κέλευθον
ἥνπερ ἦλθες
ἐγκόνει
πάλιν·
πεύσῃ γὰρ
οὐδὲν ὧν
ἀνιστορεῖς
ἐμέ.
Ερ. τοιοῖσδε
μέντοι καὶ
πρὶν
αὐθαδίσμασιν

965
ἐς τάσδε
σαυτὸν πημονὰς
καθώρμισας.
Πρ. τῆς σῆς
λατρείας τὴν
ἐμὴν
δυσπραξίαν,
σαφῶς
ἐπίστασ’, οὐκ
ἂν ἀλλάξαιμ’
ἐγώ.
Ερ. κρεῖσσον
γὰρ οἶμαι τῇδε
λατρεύειν
πέτρᾳ
ἢ πατρὶ φῦναι
Ζηνὶ πιστὸν
ἄγγελον;

970
Πρ. οὕτως
ὑβρίζειν τοὺς
ὑβρίζοντας
χρεών.
Ερ. χλιδᾶν
ἔοικας τοῖς
παροῦσι πράγμασιν.
Πρ. χλιδῶ;
χλιδῶντας ὧδε
τοὺς ἐμοὺς ἐγὼ
ἐχθροὺς
ἴδοιμι· καὶ σὲ
δ’ ἐν τούτοις
λέγω.
Ερ. ἦ κἀμὲ γάρ
τι συμφοραῖς
ἐπαιτιᾷ;

975
Πρ. ἁπλῷ λόγῳ
τοὺς πάντας
ἐχθαίρω θεούς,
ὅσοι παθόντες
εὖ κακοῦσί μ’
ἐκδίκως.
Ερ. κλύω σ’ ἐγὼ
μεμηνότ’ οὐ
σμικρὰν νόσον.
Πρ. νοσοῖμ’ ἄν,
εἰ νόσημα τοὺς
ἐχθροὺς
στυγεῖν.
Ερ. εἴης
φορητὸς οὐκ ἄν,
εἰ πράσσοις
καλῶς.

980
Πρ. ὤμοι.
Ερ. ‹ὤμοι·› τόδε
Ζεὺς τοὔπος
οὐκ ἐπίσταται.
Πρ. ἀλλ’
ἐκδιδάσκει
πάνθ’ ὁ
γηράσκων
χρόνος.
Ερ. καὶ μὴν σύ γ’
οὔπω
σωφρονεῖν
ἐπίστασαι.
Πρ. σὲ γὰρ προσηύδων
οὐκ ἂν ὄνθ’
ὑπηρέτην.
Ερ. ἐρεῖν
ἔοικας οὐδὲν
ὧν χρῄζει
πατήρ.

985
Πρ. καὶ μὴν
ὀφείλων γ’ ἂν
τίνοιμ’ αὐτῷ
χάριν.
Ερ.
ἐκερτόμησας
δῆθεν ὥστε
παῖδά με.
Πρ. οὐ γὰρ σὺ
παῖς τε κἄτι
τοῦδ’
ἀνούστερος,
εἰ προσδοκᾷς
ἐμοῦ τι
πεύσεσθαι
πάρα;
οὐκ ἔστιν
αἴκισμ’ οὐδὲ
μηχάνημ’ ὅτῳ

990
προτρέψεταί
με Ζεὺς
γεγωνῆσαι
τάδε,
πρὶν ἂν
χαλασθῇ δεσμὰ
λυμαντήρια.
πρὸς ταῦτα
ῥιπτέσθω μὲν
αἰθαλοῦσσα
φλόξ,
λευκοπτέρῳ
δὲ νιφάδι καὶ
βροντήμασι
χθονίοις
κυκάτω πάντα
καὶ
ταρασσέτω·

995
γνάμψει γὰρ
οὐδὲν τῶνδέ μ’
ὥστε καὶ
φράσαι
πρὸς οὗ χρεών
νιν ἐκπεσεῖν
τυραννίδος.
Ερ. ὅρα νυν εἴ
σοι ταῦτ’ ἀρωγὰ
φαίνεται.
Πρ. ὦπται
πάλαι δὴ καὶ
βεβούλευται
τάδε.
Ερ. τόλμησον, ὦ
μάταιε,
τόλμησόν ποτε
1000
πρὸς τὰς
παρούσας
πημονὰς ὀρθῶς
φρονεῖν.
Πρ. ὀχλεῖς
μάτην με κῦμ’
ὅπως
παρηγορῶν.
εἰσελθέτω σε
μήποθ’ ὡς ἐγὼ
Διὸς
γνώμην
φοβηθεὶς
θηλύνους
γενήσομαι,
καὶ λιπαρήσω
τὸν μέγα
στυγούμενον
1005
γυναικομίμοις
ὑπτιάσμασιν
χερῶν
λῦσαί με
δεσμῶν τῶνδε·
τοῦ παντὸς δέω.
Ερ. λέγων
ἔοικα πολλὰ
καὶ μάτην
ἐρεῖν·
τέγγῃ γὰρ
οὐδὲν οὐδὲ
μαλθάσσῃ
λιταῖς
ἐμαῖς· δακὼν δὲ
στόμιον ὡς
νεοζυγὴς
1010
πῶλος βιάζῃ
καὶ πρὸς ἡνίας
μάχῃ.
ἀτὰρ
σφοδρύνῃ γ’
ἀσθενεῖ
σοφίσματι.
αὐθαδία γὰρ
τῷ φρονοῦντι
μὴ καλῶς
αὐτὴ καθ’
αὑτὴν οὐδενὸς
μεῖζον σθένει.
σκέψαι δ’, ἐὰν
μὴ τοῖς ἐμοῖς
πεισθῇς
λόγοις,
1015
οἷός σε χειμὼν
καὶ κακῶν
τρικυμία
ἔπεισ’
ἄφυκτος·
πρῶτα μὲν γὰρ
ὀκρίδα
φάραγγα
βροντῇ καὶ
κεραυνίᾳ
φλογὶ
πατὴρ
σπαράξει
τήνδε, καὶ
κρύψει δέμας
τὸ σόν,
πετραία δ’
ἀγκάλη σε
βαστάσει.
1020
μακρὸν δὲ
μῆκος
ἐκτελευτήσας
χρόνου
ἄψορρον ἥξεις
εἰς φάος· Διὸς
δέ σοι
πτηνὸς κύων,
δαφοινὸς
αἰετός, λάβρως
διαρταμήσει
σώματος μέγα
ῥάκος,
ἄκλητος ἕρπων
δαιταλεὺς
πανήμερος,
1025
κελαινόβρωτον
δ’ ἧπαρ
ἐκθοινήσεται.
τοιοῦδε
μόχθου τέρμα
μή τι προσδόκα,
πρὶν ἂν θεῶν
τις διάδοχος
τῶν σῶν πόνων
φανῇ, θελήσῃ τ’
εἰς ἀναύγητον
μολεῖν
Ἅιδην
κνεφαῖά τ’ ἀμφὶ
Ταρτάρου βάθη.
1030
πρὸς ταῦτα
βούλευ’· ὡς ὅδ’
οὐ
πεπλασμένος
ὁ κόμπος, ἀλλὰ
καὶ λίαν
εἰρημένος·
ψευδηγορεῖν
γὰρ οὐκ
ἐπίσταται
στόμα
τὸ Δῖον, ἀλλὰ
πᾶν ἔπος τελεῖ.
σὺ δὲ
πάπταινε καὶ
φρόντιζε, μηδ’
αὐθαδίαν
1035
εὐβουλίας
ἀμείνον’ ἡγήσῃ
ποτέ.
Χο. ἡμῖν μὲν
Ἑρμῆς οὐκ
ἄκαιρα
φαίνεται
λέγειν· ἄνωγε
γάρ σε τὴν
αὐθαδίαν
μεθέντ’
ἐρευνᾶν τὴν
σοφὴν
εὐβουλίαν.
πιθοῦ· σοφῷ
γὰρ αἰσχρὸν
ἐξαμαρτάνειν.
1040
Πρ. εἰδότι τοί
μοι τάσδ’
ἀγγελίας
ὅδ’ ἐθώυξεν,
πάσχειν δὲ
κακῶς
ἐχθρὸν ὑπ’
ἐχθρῶν οὐδὲν
ἀεικές.
πρὸς ταῦτ’ ἐπ’
ἐμοὶ ῥιπτέσθω
μὲν
πυρὸς
ἀμφήκης
βόστρυχος,
αἰθὴρ δ’
1045
ἐρεθιζέσθω
βροντῇ
σφακέλῳ τ’
ἀγρίων
ἀνέμων· χθόνα
δ’ ἐκ πυθμένων
αὐταῖς
ῥίζαις πνεῦμα
κραδαίνοι,
κῦμα δὲ
πόντου τραχεῖ
ῥοθίῳ
συγχώσειεν
τῶν οὐρανίων
1050
ἄστρων
διόδους, εἴς τε
κελαινὸν
Τάρταρον
ἄρδην ῥίψειε
δέμας
τοὐμὸν
ἀνάγκης
στερραῖς
δίναις·
πάντως ἐμέ γ’
οὐ θανατώσει.
Ερ. τοιάδε
μέντοι τῶν
φρενοπλήκτων
1055
βουλεύματ’ ἔπη
τ’ ἔστιν
ἀκοῦσαι.
τί γὰρ
ἐλλείπει μὴ
‹οὐ› παραπαίειν
ἡ τοῦδ’ εὐχή;
τί χαλᾷ
μανιῶν;
ἀλλ’ οὖν ὑμεῖς
γ’ αἱ
πημοσύναις
συγκάμνουσαι
ταῖς τοῦδε τόπων
1060
μετά ποι
χωρεῖτ’ ἐκ
τῶνδε θοῶς,
μὴ φρένας
ὑμῶν ἠλιθιώσῃ
βροντῆς μύκημ’
ἀτέραμνον.
Χο. ἄλλο τι
φώνει καὶ
παραμυθοῦ μ’
ὅ τι καὶ
πείσεις· οὐ
γὰρ δή που
1065
τοῦτό γε
τλητὸν
παρέσυρας
ἔπος.
πῶς με
κελεύεις
κακότητ’
ἀσκεῖν;
μετὰ τοῦδ’ ὅ τι
χρὴ πάσχειν
ἐθέλω·
τοὺς προδότας
γὰρ μισεῖν
ἔμαθον,
κοὐκ ἔστι
νόσος
1070
τῆσδ’ ἥντιν’
ἀπέπτυσα
μᾶλλον.
Ερ. ἀλλ’ οὖν
μέμνησθ’ ἁγὼ
προλέγω,
μηδὲ πρὸς
ἄτης
θηραθεῖσαι
μέμψησθε
τύχην, μηδέ ποτ’
εἴπηθ’
ὡς Ζεὺς ὑμᾶς
εἰς ἀπρόοπτον
1075
πῆμ’
εἰσέβαλεν· μὴ
δῆτ’, αὐταὶ δ’
ὑμᾶς αὐτάς.
εἰδυῖαι γὰρ
κοὐκ
ἐξαίφνης οὐδὲ
λαθραίως
εἰς ἀπέρατον
δίκτυον ἄτης
ἐμπλεχθήσεσθ’
ὑπ’ ἀνοίας.
1080
Πρ. καὶ μὴν
ἔργῳ κοὐκέτι
μύθῳ
χθὼν
σεσάλευται.
βρυχία δ’ ἠχὼ
παραμυκᾶται
βροντῆς,
ἕλικες δ’
ἐκλάμπουσι
στεροπῆς
ζάπυροι,
στρόμβοι δὲ
κόνιν
1085
εἱλίσσουσιν·
σκιρτᾷ δ’
ἀνέμων
πνεύματα
πάντων εἰς
ἄλληλα
στάσιν
ἀντίπνουν
[ἀποδεικνύμενα]·
ξυντετάρακται
δ’ αἰθὴρ πόντῳ.
τοιάδ’ ἐπ’ ἐμοὶ
ῥιπὴ Διόθεν
1090
τεύχουσα
φόβον στείχει
φανερῶς.
ὦ μητρὸς ἐμῆς
σέβας, ὦ πάντων
αἰθὴρ κοινὸν
φάος εἱλίσσων,
ἐσορᾷς ὡς
ἔκδικα πάσχω.

Other books

These Honored Dead by Jonathan F. Putnam
See Jane Run by Hannah Jayne
Apocalyptic Organ Grinder by William Todd Rose
Shame on Him by Tara Sivec
Girl Wonder by Alexa Martin
Juliet's Moon by Ann Rinaldi
Teen Angel by Pilcer, Sonia
Filthy Rich by Dawn Ryder
The Glass Village by Ellery Queen