Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) (64 page)

BOOK: Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)
13.98Mb size Format: txt, pdf, ePub
ads

καίπερ ὑπὸ
χθόνα τάξιν
ἔχουσα
καὶ δυσήλιον
κνέφας.

ΑΘΗΝΑ
πρόσωθεν
ἐξήκουσα
κληδόνος βοὴν
ἀπὸ
Σκαμάνδρου,
γῆν
καταφθατουμένη,
ἣν δῆτ’ Ἀχαιῶν
ἄκτορές τε καὶ
πρόμοι,

400
τῶν
αἰχμαλώτων
χρημάτων
λάχος μέγα,
ἔνειμαν
αὐτόπρεμνον
ἐς τὸ πᾶν ἐμοί,
ἐξαίρετον
δώρημα Θησέως
τόκοις·
ἔνθεν διώκουσ’
ἦλθον ἄτρυτον
πόδα,
πτερῶν ἄτερ
ῥοιβδοῦσα κόλπον
αἰγίδος.

405
[πώλοις
ἀκμαίοις τόνδ’
ἐπιζεύξασ’
ὄχον.]
καινὴν δ’
ὁρῶσα τήνδ’
ὁμιλίαν
χθονὸς
ταρβῶ μὲν
οὐδέν, θαῦμα δ’
ὄμμασιν πάρα.
τίνες ποτ’
ἐστέ; πᾶσι δ’
ἐς κοινὸν λέγω,
βρέτας τε
τοὐμὸν τῷδ’
ἐφημένῳ ξένῳ·

410
ὑμᾶς δ’ ὁμοίας
οὐδενὶ
σπαρτῶν γένει,
οὔτ’ ἐν θεαῖσι
πρὸς θεῶν
ὁρωμένας
οὔτ’ οὖν
βροτείοις
ἐμφερεῖς
μορφώμασι -
λέγειν δ’
ἄμομφον ὄντα
τοὺς πέλας
κακῶς
πρόσω δικαίων
ἠδ’ ἀποστατεῖ
θέμις.

415
Χο. πεύσῃ τὰ
πάντα
συντόμως, Διὸς
κόρη.
ἡμεῖς γάρ
ἐσμεν Νυκτὸς
αἰανῆ τέκνα,
Ἀραὶ δ’ ἐν
οἴκοις γῆς ὑπαὶ
κεκλήμεθα.
Αθ. γένος μὲν
οἶδα κληδόνας
τ’ ἐπωνύμους.
Χο. τιμάς γε
μὲν δὴ τὰς
ἐμὰς πεύσῃ
τάχα.

420
Αθ. μάθοιμ’ ἄν,
εἰ λέγοι τις
ἐμφανῆ λόγον.
Χο.
βροτοκτονοῦντας
ἐκ δόμων
ἐλαύνομεν.
Αθ. καὶ τῷ
κτανόντι ποῦ
τὸ τέρμα τῆς
φυγῆς;
Χο. ὅπου τὸ
χαίρειν
μηδαμοῦ νομίζεται.
Αθ. ἦ καὶ
τοιαύτας τῷδ’
ἐπιρροιζεῖς
φυγάς;

425
Χο. φονεὺς γὰρ
εἶναι μητρὸς
ἠξιώσατο.
Αθ. ἄλλης
ἀνάγκης
οὔτινος τρέων
κότον;
Χο. ποῦ γὰρ
τοσοῦτο
κέντρον ὡς
μητροκτονεῖν;
Αθ. δυοῖν
παρόντοιν
ἥμισυς λόγου
πάρα.
Χο. ἀλλ’ ὅρκον
οὐ δέξαιτ’ ἄν,
οὐ δοῦναι
θέλει.

430
Αθ. κλύειν
δικαίως
μᾶλλον ἢ
πρᾶξαι θέλεις.
Χο. πῶς δή;
δίδαξον· τῶν
σοφῶν γὰρ οὐ
πένῃ.
Αθ. ὅρκοις τὰ
μὴ δίκαια μὴ
νικᾶν λέγω.
Χο. ἀλλ’
ἐξέλεγχε,
κρῖνε δ’
εὐθεῖαν δίκην.
Αθ. ἦ κἀπ’ ἐμοὶ
τρέποιτ’ ἂν
αἰτίας τέλος;

435
Χο. πῶς δ’ οὔ;
σέβουσαί γ’
ἀξίαν κἀπ’
ἀξίων.
Αθ. τί πρὸς τάδ’
εἰπεῖν, ὦ ξέν’,
ἐν μέρει
θέλεις;
λέξας δὲ
χώραν καὶ
γένος καὶ
ξυμφορὰς
τὰς σάς,
ἔπειτα τόνδ’
ἀμυναθοῦ
ψόγον,
εἴπερ
πεποιθὼς τῇ
δίκῃ βρέτας
τόδε

440
ἧσαι φυλάσσων
ἑστίας ἐμῆς
πέλας,
σεμνὸς
προσίκτωρ ἐν
τρόποις
Ἰξίονος.
τούτοις
ἀμείβου πᾶσιν
εὐμαθές τί μοι.
Ορ. ἄνασσ’
Ἀθάνα, πρῶτον
ἐκ τῶν ὑστάτων
τῶν σῶν ἐπῶν
μέλημ’
ἀφαιρήσω μέγα.

445
οὐκ εἰμὶ
προστρόπαιος,
οὐδ’ ἔχων μύσος
πρὸς χειρὶ
τἠμῇ τὸ σὸν
ἐφεζόμην
βρέτας.
τεκμήριον δὲ
τῶνδέ σοι λέξω
μέγα·
ἄφθογγον
εἶναι τὸν
παλαμναῖον
νόμος,
ἔστ’ ἂν πρὸς
ἀνδρὸς
αἵματος
καθαρσίου

450
σφαγαὶ
καθαιμάξωσι
νεοθήλου
βοτοῦ.
πάλαι πρὸς
ἄλλοις ταῦτ’
ἀφιερώμεθα
οἴκοισι, καὶ
βοτοῖσι καὶ
ῥυτοῖς πόροις.
ταύτην μὲν
οὕτω φροντίδ’
ἐκποδὼν λέγω.
γένος δὲ
τοὐμὸν ὡς ἔχει
πεύσῃ τάχα.

455
Ἀργεῖός εἰμι,
πατέρα δ’
ἱστορεῖς
καλῶς,
Ἀγαμέμνον’,
ἀνδρῶν
ναυβατῶν
ἁρμόστορα·
ξὺν ᾧ σὺ
Τροίαν ἄπολιν
Ἰλίου πόλιν
ἔθηκας. ἔφθιθ’
οὗτος οὐ καλῶς,
μολὼν
εἰς οἶκον·
ἀλλά νιν
κελαινόφρων
ἐμὴ

460
μήτηρ κατέκτα,
ποικίλοις
ἀγρεύμασι
κρύψασ’, ἃ
λουτρῶν
ἐξεμαρτύρει
φόνον.
κἀγὼ
κατελθών, τὸν
πρὸ τοῦ φεύγων
χρόνον,
ἔκτεινα τὴν
τεκοῦσαν, οὐκ
ἀρνήσομαι,
ἀντικτόνοις
ποιναῖσι
φιλτάτου
πατρός.

465
καὶ τῶνδε
κοινῇ Λοξίας
μεταίτιος,
ἄλγη προφωνῶν
ἀντίκεντρα
καρδίᾳ,
εἰ μή τι τῶνδ’
ἔρξοιμι τοὺς
ἐπαιτίους.
σὺ δ’ εἰ
δικαίως εἴτε
μὴ κρῖνον
δίκην·
πράξας γὰρ ἐν
σοὶ πανταχῇ
τάδ’ αἰνέσω.

470
Αθ. τὸ πρᾶγμα
μεῖζον ἤ τις
οἴεται τόδε
βροτοῖς
δικάζειν·
οὐδὲ μὴν ἐμοὶ
θέμις
φόνου
διαιρεῖν
ὀξυμηνίτου
δίκας·
ἄλλως τε καὶ
σὺ μὲν
κατηρτυκὼς
νόμῳ
ἱκέτης
προσῆλθες
καθαρὸς
ἀβλαβὴς
δόμοις.

475
ὅμως δ’ ἄμομφον
ὄντα σ’
αἱροῦμαι
πόλει.
αὗται δ’
ἔχουσι μοῖραν
οὐκ
εὐπέμπελον,
καὶ μὴ
τυχοῦσαι
πράγματος
νικηφόρου -
χωρεῖ
μεταῦθις ἰὸς
ἐκ φρονημάτων,
πέδοι πεσὼν
ἄφερτος
αἰανὴς νόσος.

480
τοιαῦτα μὲν
τάδ’ ἐστίν·
ἀμφότερα,
μένειν
πέμπειν τε,
†δυσπήματ’
ἀμηχάνως ἐμοί.

ἐπεὶ δὲ
πρᾶγμα δεῦρ’
ἐπέσκηψεν
τόδε,
.  .  .  .  .  .
φόνων
δικαστὰς
ὁρκίων
αἰδουμένους
θεσμόν, τὸν
εἰς ἅπαντ’ ἐγὼ
θήσω χρόνον.

485
ὑμεῖς δὲ
μαρτύριά τε
καὶ τεκμήρια
καλεῖσθ’,
ἀρωγὰ τῆς
δίκης
ὀρθώματα.
κρίνασα δ’
ἀστῶν τῶν ἐμῶν
τὰ βέλτατα
ἥξω, διαιρεῖν
τοῦτο πρᾶγμ’
ἐτητύμως.
ὅρκων
περῶντας
μηδὲν ἔκδικον
φρεσίν.

490
Χο. νῦν
καταστροφαὶ
νέων  [στρ. α.
θεσμίων, εἰ
κρατή-
σει δίκα ‹τε›
καὶ βλάβα
τοῦδε
μητροκτόνου.
πάντας ἤδη
τόδ’ ἔργον
εὐχερεί-

495
ᾳ συναρμόσει
βροτούς.
πολλὰ δ’ ἔτυμα
παιδότρωτα
πάθεα προσμένει
τοκεῦ-
σιν μεταῦθις
ἐν χρόνῳ.
οὐδὲ γὰρ
βροτοσκόπων
 [ἀντ. α.

500
μαινάδων τῶνδ’
ἐφέρ-
ψει κότος τις
ἐργμάτων·
πάντ’ ἐφήσω
μόρον.
πεύσεται δ’
ἄλλος ἄλλοθεν,
προφω-
νῶν τὰ τῶν
πέλας κακά,

505
λῆξιν
ὑπόδοσίν τε
μόχθων,
ἄκεά τ’ οὐ
βέβαια τλά-
μων [δέ τις]
μάταν
παρηγορεῖ.
μηδέ τις
κικλῃσκέτω
 [στρ. β.
ξυμφορᾷ
τετυμμένος,

510
τοῦτ’ ἔπος
θροούμενος,
Ὦ Δίκα,
ὦ θρόνοι τ’
Ἐρινύων.
ταῦτά τις τάχ’
ἂν πατὴρ
ἢ τεκοῦσα
νεοπαθὴς

515
οἶκτον
οἰκτίσαιτ’,
ἐπει-
δὴ πίτνει
δόμος δίκας.
ἔσθ’ ὅπου τὸ
δεινὸν εὖ
 [ἀντ. β.
καὶ φρενῶν
ἐπίσκοπον
δεῖ μένειν
καθήμενον·

520
ξυμφέρει
σωφρονεῖν
ὑπὸ στένει.
τίς δὲ μηδὲν
ἐν φάει
καρδίας ἀνὴρ
τρέμων
ἢ πόλις
βροτῶν ὁμοί-

525
ως ἔτ’ ἂν σέβοι
δίκαν;
μήτ’ ἄναρκτον
βίον  [στρ. γ.
μήτε
δεσποτούμενον
αἰνέσῃς.

530
παντὶ μέσῳ τὸ
κράτος θεὸς
ὤπασεν, ἄλλ’
 ἄλλᾳ δ’
ἐφορεύει.
ξύμμετρον δ’
ἔπος λέγω,
δυσσεβίας μὲν
ὕβρις τέκος ὡς
ἐτύμως·

535
ἐκ δ’ ὑγιείας
φρενῶν ὁ
πᾶσιν φίλος
καὶ
πολύευκτος
ὄλβος.
ἐς τὸ πᾶν [δέ]
σοι λέγω,  [ἀντ.
γ.
βωμὸν αἴδεσαι
δίκας·

540
μηδέ νιν
κέρδος ἰδὼν
ἀθέῳ ποδὶ λὰξ ἀτίσῃς,
ποινὰ γὰρ
ἐπέσται.
κύριον μένει
τέλος.

545
πρὸς τάδε τις
τοκέων σέβας
εὖ προτίων
καὶ
ξενοτίμους
ἐπιστροφὰς
δωμάτων
αἰδόμενός
τις ἔστω.

550
ἐκ τῶνδ’
ἀνάγκας ἄτερ
δίκαιος ὢν
 [στρ. δ.
οὐκ ἄνολβος
ἔσται·
πανώλεθρος ‹δ’›
οὔποτ’ ἂν
γένοιτο.
τὸν ἀντίτολμον
δέ φαμι
παρβάδαν
‹ἄγον›τα πολλὰ
παντόφυρτ’
ἄνευ δίκας

555
βιαίως ξὺν
χρόνῳ
καθήσειν
λαῖφος, ὅταν
λάβῃ πόνος
θραυομένας
κεραίας.
καλεῖ δ’
ἀκούοντας
οὐδὲν ‹ἐν› μέσᾳ
 [ἀντ. δ.
δυσπαλεῖ τε
δίνᾳ·

560
γελᾷ δὲ δαίμων
ἐπ’ ἀνδρὶ
θερμῷ,
τὸν οὔποτ’
αὐχοῦντ’ ἰδὼν
ἀμηχάνοις
δύαις
λαπαδνὸν οὐδ’
ὑπερθέοντ’
ἄκραν·
δι’ αἰῶνος δὲ
τὸν πρὶν ὄλβον
ἕρματι
προσβαλὼν
δίκας

565
ὤλετ’
ἄκλαυστος,
ᾆστος.
Αθ. κήρυσσε,
κῆρυξ, καὶ
στρατὸν
κατειργαθοῦ,
†ἥ τ’ οὖν
διάτορος
†Τυρσηνικὴ
σάλπιγξ
βροτείου
πνεύματος
πληρουμένη
ὑπέρτονον γήρυμα
φαινέτω
στρατῷ.

570
πληρουμένου
γὰρ τοῦδε
βουλευτηρίου
σιγᾶν ἀρήγει
καὶ μαθεῖν
θεσμοὺς ἐμοὺς
πόλιν τε
πᾶσαν ἐς τὸν
αἰανῆ χρόνον
καὶ τώδ’ ὅπως
ἂν εὖ
καταγνωσθῇ
δίκη.
Χο. ἄναξ
Ἄπολλον, ὧν
ἔχεις αὐτὸς
κράτει.

575
τί τοῦδε σοὶ
μέτεστι
πράγματος
λέγε.
Απ. καὶ
μαρτυρήσων
ἦλθον - ἔστι
γὰρ νόμῳ
ἱκέτης ὅδ’
ἁνὴρ καὶ δόμων
ἐφέστιος
ἐμῶν, φόνου δὲ
τῷδ’ ἐγὼ
καθάρσιος -
καὶ
ξυνδικήσων
αὐτός· αἰτίαν
δ’ ἔχω

580
τῆς τοῦδε
μητρὸς τοῦ
φόνου. σὺ δ’
εἴσαγε
ὅπως ‹τ’› ἐπίστᾳ
τήνδε κύρωσον
δίκην.
Αθ. ὑμῶν ὁ
μῦθος, εἰσάγω δὲ
τὴν δίκην.
ὁ γὰρ διώκων
πρότερος ἐξ
ἀρχῆς λέγων
γένοιτ’ ἂν
ὀρθῶς
πράγματος
διδάσκαλος.

585
Χο. πολλαὶ μέν
ἐσμεν, λέξομεν
δὲ συντόμως.
ἔπος δ’
ἀμείβου πρὸς
ἔπος ἐν μέρει
τιθείς.
τὴν μητέρ’
εἰπὲ πρῶτον εἰ
κατέκτονας.
Ορ. ἔκτεινα·
τούτου δ’ οὔτις
ἄρνησις πέλει.
Χο. ἓν μὲν τόδ’
ἤδη τῶν τριῶν
παλαισμάτων.

590
Ορ. οὐ κειμένῳ
πω τόνδε
κομπάζεις
λόγον.
Χο. εἰπεῖν γε
μέντοι δεῖ σ’
ὅπως
κατέκτανες.
Ορ. λέγω·
ξιφουλκῷ
χειρὶ πρὸς
δέρην τεμών.
Χο. πρὸς τοῦ δ’
ἐπείσθης καὶ
τίνος
βουλεύμασιν;
Ορ. τοῖς τοῦδε
θεσφάτοισι·
μαρτυρεῖ δέ
μοι.

595
Χο. ὁ μάντις
ἐξηγεῖτό σοι
μητροκτονεῖν;
Ορ. καὶ δεῦρό γ’
ἀεὶ τὴν τύχην
οὐ μέμφομαι.
Χο. ἀλλ’ εἴ σε
μάρψει ψῆφος,
ἄλλ’ ἐρεῖς
τάχα.
Ορ. πέποιθ’·
ἀρωγὰς [δ’] ἐκ
τάφου πέμπει
πατήρ.
Χο. νεκροῖσί
νυν πέπισθι
μητέρα κτανών.

600
Ορ. δυοῖν γὰρ
εἶχε
προσβολὰς
μιασμάτων.
Χο. πῶς δή;
δίδαξον τοὺς
δικάζοντας
τάδε.
Ορ.
ἀνδροκτονοῦσα
πατέρ’ ἐμὸν
κατέκτανε.
Χο. †τοιγὰρ σὺ
μὲν ζῇς, ἡ δ’
ἐλευθέρα
φόνου.
Ορ. τί δ’ οὐκ
ἐκείνην ζῶσαν
ἤλαυνες φυγῇ;

605
Χο. οὐκ ἦν
ὅμαιμος φωτὸς
ὃν κατέκτανεν.
Ορ. ἐγὼ δὲ
μητρὸς τῆς
ἐμῆς ἐν
αἵματι;
Χο. πῶς γάρ σ’
ἔθρεψεν ἐντός,
ὦ μιαιφόνε,
ζώνης;
ἀπεύχῃ μητρὸς
αἷμα
φίλτατον;
Ορ. ἤδη σὺ
μαρτύρησον,
ἐξηγοῦ δέ μοι,

610
Ἄπολλον, εἴ σφε
σὺν δίκῃ
κατέκτανον.
δρᾶσαι γάρ,
ὥσπερ ἔστιν,
οὐκ
ἀρνούμεθα·
ἀλλ’ εἰ
δικαίως εἴτε
μὴ τῇ σῇ φρενὶ
δοκεῖ, τόδ’
αἷμα κρῖνον, ὡς
τούτοις φράσω.
Απ. λέξω πρὸς
ὑμᾶς, τόνδ’
Ἀθηναίας
μέγαν

615
θεσμόν,
δικαίως,
μάντις ὢν δ’ οὐ
ψεύσομαι.
οὐπώποτ’
εἶπον
μαντικοῖσιν
ἐν θρόνοις,
οὐκ ἀνδρός, οὐ
γυναικός, οὐ
πόλεως πέρι,
ὃ μὴ κελεύσαι
Ζεὺς Ὀλυμπίων
πατήρ.
τὸ μὲν
δίκαιον τοῦθ’
ὅσον σθένει
μαθεῖν,

620
βουλῇ
πιφαύσκω δ’ ὔμμ’
ἐπισπέσθαι
πατρός.
ὅρκος γὰρ
οὔτι Ζηνὸς
ἰσχύει πλέον.
Χο. Ζεύς, ὡς
λέγεις σύ,
τόνδε χρησμὸν
ὤπασε,
φράζειν
Ὀρέστῃ τῷδε,
τὸν πατρὸς
φόνον
πράξαντα
μητρὸς
μηδαμοῦ τιμὰς
νέμειν;

625
Απ. οὐ γάρ τι
ταὐτὸν ἄνδρα
γενναῖον
θανεῖν
διοσδότοις
σκήπτροισι
τιμαλφούμενον,
καὶ ταῦτα
πρὸς γυναικός,
οὔ τι θουρίοις
τόξοις
ἑκηβόλοισιν,
ὥστ’ Ἀμαζόνος,
ἀλλ’ ὡς ἀκούσῃ,
Παλλάς, οἵ τ’
ἐφήμενοι

630
ψήφῳ διαιρεῖν
τοῦδε
πράγματος
πέρι.
ἀπὸ
στρατείας γάρ
νιν, ἠμποληκότα
τὰ πλεῖστ’
ἄμεινον,
εὔφροσιν
δεδεγμένη
.  .  .  .  .  .  .  .
δροίτῃ
περῶντι
λουτρὰ κἀπὶ
τέρματι
φᾶρος
περεσκήνωσεν,
ἐν δ’ ἀτέρμονι

635
κόπτει
πεδήσασ’ ἄνδρα
δαιδάλῳ πέπλῳ.
ἀνδρὸς μὲν
ὑμῖν οὗτος
εἴρηται μόρος
τοῦ
παντοσέμνου,
τοῦ
στρατηλάτου
νεῶν.
†ταύτην
τοιαύτην
εἶπον, ὡς δηχθῇ
λεώς,
ὅσπερ
τέτακται
τήνδε κυρῶσαι
δίκην.

640
Χο. πατρὸς
προτιμᾷ Ζεὺς
μόρον τῷ σῷ
λόγῳ·
αὐτὸς δ’ ἔδησε
πατέρα
πρεσβύτην
Κρόνον.
πῶς ταῦτα
τούτοις οὐκ
ἐναντίως
λέγεις;
ὑμᾶς δ’
ἀκούειν ταῦτ’
ἐγὼ
μαρτύρομαι.
Απ. ὦ
παντομισῆ
κνώδαλα, στύγη
θεῶν,

645
πέδας μὲν ἂν
λύσειεν, ἔστι
τοῦδ’ ἄκος,
καὶ κάρτα
πολλὴ μηχανὴ
λυτήριος·
ἀνδρὸς δ’
ἐπειδὰν αἷμ’
ἀνασπάσῃ
κόνις
ἅπαξ
θανόντος,
οὔτις ἔστ’
ἀνάστασις.
τούτων
ἐπῳδὰς οὐκ
ἐποίησεν
πατὴρ

650
οὑμός, τὰ δ’
ἄλλα πάντ’ ἄνω
τε καὶ κάτω
στρέφων τίθησιν
οὐδὲν
ἀσθμαίνων
μένει.
Χο. πῶς γὰρ τὸ
φεύγειν τοῦδ’
ὑπερδικεῖς
ὅρα·
τὸ μητρὸς αἷμ’
ὅμαιμον
ἐκχέας πέδοι
ἔπειτ’ ἐν
Ἄργει δώματ’
οἰκήσει
πατρός;

655
ποίοισι
βωμοῖς
χρώμενος τοῖς
δημίοις;
ποία δὲ
χέρνιψ
φρατέρων
προσδέξεται;
Απ. καὶ τοῦτο
λέξω, καὶ μάθ’
ὡς ὀρθῶς ἐρῶ.
οὐκ ἔστι
μήτηρ ἡ
κεκλημένη
τέκνου
τοκεύς,
τροφὸς δὲ
κύματος
νεοσπόρου·

660
τίκτει δ’ ὁ
θρῴσκων, ἡ δ’
ἅπερ ξένῳ ξένη
ἔσωσεν ἔρνος,
οἷσι μὴ βλάψῃ
θεός.
τεκμήριον δὲ
τοῦδέ σοι
δείξω λόγου·
πατὴρ μὲν ἂν
γείναιτ’ ἄνευ
μητρός· πέλας
μάρτυς πάρεστι
παῖς Ὀλυμπίου
Διός,
.  .  .  .  .  .  .  .

665
οὐδ’ ἐν
σκότοισι
νηδύος
τεθραμμένη,
ἀλλ’ οἷον
ἔρνος οὔτις ἂν
τέκοι θεά.
ἐγὼ δέ, Παλλάς,
τἄλλα θ’ ὡς
ἐπίσταμαι,

BOOK: Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)
13.98Mb size Format: txt, pdf, ePub
ads

Other books

Amigoland by Oscar Casares
Day of War by Cliff Graham
The Hour of the Gate by Alan Dean Foster
Tempting Fate by Lisa Mondello
Broken Dreams (Franklin Blues #2) by Elizabeth Princeton
Love On The Line by Kimberly Kincaid