Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) (60 page)

BOOK: Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)
12.78Mb size Format: txt, pdf, ePub

Αγ. ὤμοι μάλ’
αὖθις,
δευτέραν
πεπληγμένος.
Χο. τοὔργον
εἰργάσθαι
δοκεῖ μοι
βασιλέως
οἰμώγμασιν.
ἀλλὰ
κοινωσώμεθ’, ἤν
πως, ἀσφαλῆ
βουλεύματα.
1
.
ἐγὼ μὲν ὑμῖν
τὴν ἐμὴν
γνώμην λέγω,
πρὸς δῶμα
δεῦρ’ ἀστοῖσι
κηρύσσειν
βοήν.
1350
2
.
ἐμοὶ δ’ ὅπως
τάχιστά γ’
ἐμπεσεῖν
δοκεῖ
καὶ πρᾶγμ’
ἐλέγχειν σὺν
νεορρύτῳ
ξίφει.
3
.
κἀγὼ τοιούτου
γνώματος
κοινωνὸς ὢν
ψηφίζομαί τι
δρᾶν· τὸ μὴ
μέλλειν δ’ ἀκμή.
4
.
ὁρᾶν πάρεστι·
φροιμιάζονται
γὰρ ὥς,
1355
τυραννίδος
σημεῖα
πράσσοντες
πόλει.
5
.
χρονίζομεν
γάρ. οἱ δὲ τῆς
μελλοῦς κλέος
πέδοι
πατοῦντες οὐ
καθεύδουσιν
χερί.
6
.
οὐκ οἶδα
βουλῆς
ἧστινος τυχὼν
λέγω.
τοῦ δρῶντός
ἐστι καὶ τὸ
βουλεῦσαι πέρι.
1360
7
.
κἀγὼ τοιοῦτός
εἰμ’, ἐπεὶ
δυσμηχανῶ
λόγοισι τὸν
θανόντ’
ἀνιστάναι
πάλιν.
8
. ἦ
καὶ βίον
τείνοντες ὧδ’
ὑπείξομεν
δόμων
καταισχυντῆρσι
τοῖσδ’
ἡγουμένοις;
9
.
ἀλλ’ οὐκ
ἀνεκτόν, ἀλλὰ
κατθανεῖν
κρατεῖ·
1365
πεπαιτέρα γὰρ
μοῖρα τῆς
τυραννίδος.
10
. ἦ
γὰρ
τεκμηρίοισιν
ἐξ οἰμωγμάτων
μαντευσόμεσθα
τἀνδρὸς ὡς
ὀλωλότος;
11
.
σάφ’ εἰδότας
χρὴ τῶνδε
θυμοῦσθαι
πέρι·
τὸ γὰρ
τοπάζειν τοῦ
σάφ’ εἰδέναι
δίχα.
1370
12
.
ταύτην
ἐπαινεῖν
πάντοθεν
πληθύνομαι,
τρανῶς
Ἀτρείδην
†εἰδέναι
κυροῦνθ’ ὅπως.
Κλ. πολλῶν
πάροιθεν καιρίως
εἰρημένων
τἀναντί’
εἰπεῖν οὐκ
ἐπαισχυνθήσομαι.
πῶς γάρ τις
ἐχθροῖς ἐχθρὰ
πορσύνων,
φίλοις
1375
δοκοῦσιν
εἶναι, πημονῆς
ἀρκύστατ’ ἂν
φράξειεν ὕψος
κρεῖσσον
ἐκπηδήματος;
ἐμοὶ δ’ ἀγὼν ὅδ’
οὐκ
ἀφρόντιστος
πάλαι·
νείκης
παλαιᾶς ἦλθε,
σὺν χρόνῳ γε
μήν·
ἕστηκα δ’ ἔνθ’
ἔπαισ’ ἐπ’
ἐξειργασμένοις.
1380
οὕτω δ’ ἔπραξα -
καὶ τάδ’ οὐκ
ἀρνήσομαι -
ὡς μήτε
φεύγειν μήτ’
ἀμύνεσθαι
μόρον.
ἄπειρον
ἀμφίβληστρον,
ὥσπερ ἰχθύων,
περιστιχίζω,
πλοῦτον
εἵματος κακόν,
παίω δέ νιν
δίς· κἀν δυοῖν
οἰμωγμάτοιν
1385
μεθῆκεν αὐτοῦ
κῶλα· καὶ
πεπτωκότι
τρίτην
ἐπενδίδωμι,
τοῦ κατὰ
χθονός,
Ἅιδου, νεκρῶν
σωτῆρος,
εὐκταίαν
χάριν.
οὕτω τὸν
αὑτοῦ θυμὸν
ὁρμαίνει
πεσών,
κἀκφυσιῶν
ὀξεῖαν
αἵματος
σφαγὴν
1390
βάλλει μ’
ἐρεμνῇ ψακάδι
φοινίας
δρόσου,
χαίρουσαν
οὐδὲν ἧσσον ἢ
διοσδότῳ
γάνει
σπορητὸς κάλυκος
ἐν λοχεύμασιν.
ὡς ὧδ’ ἐχόντων,
πρέσβος
Ἀργείων τόδε,
χαίροιτ’ ἄν, εἰ
χαίροιτ’, ἐγὼ δ’
ἐπεύχομαι.
1395
εἰ δ’ ἦν
πρεπόντων ὥστ’
ἐπισπένδειν
νεκρῷ,
τῷδ’ ἂν
δικαίως ἦν,
ὑπερδίκως μὲν
οὖν·
τοσόνδε
κρατῆρ’ ἐν
δόμοις κακῶν
ὅδε
πλήσας
ἀραίων αὐτὸς
ἐκπίνει μολών.
Χο.
θαυμάζομέν
σου γλῶσσαν, ὡς
θρασύστομος,
1400
ἥτις τοιόνδ’ ἐπ’
ἀνδρὶ
κομπάζεις
λόγον.
Κλ. πειρᾶσθέ
μου γυναικὸς
ὡς
ἀφράσμονος·
ἐγὼ δ’ ἀτρέστῳ
καρδίᾳ πρὸς
εἰδότας
λέγω - σὺ δ’
αἰνεῖν εἴτε με
ψέγειν θέλεις
ὅμοιον -
οὗτός ἐστιν
Ἀγαμέμνων,
ἐμὸς
1405
πόσις,
νεκρὸς δὲ
τῆσδε δεξιᾶς
χερός,
ἔργον δικαίας
τέκτονος. τάδ’
ὧδ’ ἔχει.
Χο. τί κακόν, ὦ
γύναι,   [στρ.
χθονοτρεφὲς
ἐδανὸν ἢ ποτὸν
πασαμένα
ῥυτᾶς ἐξ ἁλὸς
ὄρμενον
τόδ’ ἐπέθου
θύος,
δημοθρόους τ’
ἀράς;
1410
ἀπέδικες
ἀπέταμες,
ἀπόπολις δ’
ἔσῃ,
μῖσος ὄβριμον
ἀστοῖς.
Κλ. νῦν μὲν
δικάζεις ἐκ
πόλεως φυγὴν
ἐμοί,
καὶ μῖσος
ἀστῶν
δημόθρους τ’
ἔχειν ἀράς,
οὐδὲν τότ’
ἀνδρὶ τῷδ’
ἐναντίον
φέρων,
1415
ὃς οὐ προτιμῶν,
ὡσπερεὶ βοτοῦ
μόρον,
μήλων
φλεόντων
εὐπόκοις
νομεύμασιν,
ἔθυσεν αὑτοῦ
παῖδα,
φιλτάτην ἐμοὶ
ὠδῖν’, ἐπῳδὸν
Θρῃκίων
ἀημάτων.
οὐ τοῦτον ἐκ
γῆς τῆσδε χρῆν
σ’ ἀνδρηλατεῖν,
1420
μιασμάτων
ἄποινα;
ἐπήκοος δ’ ἐμῶν
ἔργων
δικαστὴς
τραχὺς εἶ. λέγω
δέ σοι
τοιαῦτ’
ἀπειλεῖν, ὡς
παρεσκευασμένη
σ’ ἐκ τῶν
ὁμοίων χειρὶ
νικήσαντ’ ἐμοῦ
ἄρχειν· ἐὰν
δὲ τοὔμπαλιν
κραίνῃ θεός,
1425
γνώσῃ
διδαχθεὶς ὀψὲ
γοῦν τὸ
σωφρονεῖν.
Χο.
μεγαλόμητις
εἶ,   [ἀντ.
περίφρονα δ’
ἔλακες, ὥσπερ
οὖν
φονολιβεῖ
τύχᾳ φρὴν
ἐπιμαίνεται·
λίβος ἐπ’
ὀμμάτων
αἵματος
ἐμπρέπει·
ἄντιτον ἔτι
σε χρὴ
στερομέναν
φίλων
1430
τύμμα τύμματι
τεῖσαι.
Κλ. καὶ τήνδ’
ἀκούεις ὁρκίων
ἐμῶν θέμιν·
μὰ τὴν
τέλειον τῆς
ἐμῆς παιδὸς
Δίκην,
Ἄτην Ἐρινύν θ’,
αἷσι τόνδ’
ἔσφαξ’ ἐγώ,
οὔ μοι Φόβου
μέλαθρον
ἐλπὶς ἐμπατεῖ,
1435
ἕως ἂν αἴθῃ
πῦρ ἐφ’ ἑστίας
ἐμῆς
Αἴγισθος, ὡς
τὸ πρόσθεν εὖ
φρονῶν ἐμοί.
οὗτος γὰρ
ἡμῖν ἀσπὶς οὐ
σμικρὰ
θράσους.
  .   .   .  
.   .   .   .
κεῖται,
γυναικὸς
τῆσδε
λυμαντήριος,
Χρυσηίδων
μείλιγμα τῶν
ὑπ’ Ἰλίῳ·
1440
ἥ τ’ αἰχμάλωτος
ἥδε καὶ
τερασκόπος
καὶ
κοινόλεκτρος
τοῦδε,
θεσφατηλόγος
πιστὴ
ξύνευνος,
ναυτίλων δὲ
σελμάτων
ἰσοτριβής.
ἄτιμα δ’ οὐκ
ἐπραξάτην.
ὁ μὲν γὰρ
οὕτως, ἡ δέ τοι
κύκνου δίκην
1445
τὸν ὕστατον
μέλψασα
θανάσιμον
γόον
κεῖται
†φιλήτως τοῦδ’,
ἐμοὶ δ’
ἐπήγαγεν
εὐνῆς
παροψώνημα
τῆς ἐμῆς χλιδῇ.
Χο. φεῦ, τίς ἂν
ἐν τάχει, μὴ
περιώδυνος,
  [στρ. α.
μηδὲ
δεμνιοτήρης,
1450
μόλοι τὸν ἀεὶ
φέρουσ’ ἐν ἡμῖν
Μοῖρ’
ἀτέλευτον ὕπνον,
δαμέντος
φύλακος
εὐμενεστάτου
[καὶ]
πολέα τλάντος
γυναικὸς
διαί; πρὸς
γυναι-
κὸς δ’
ἀπέφθισεν
βίον.
1455
-
ἰὼ ἰὼ παράνους
Ἑλένα
  [ἐφυμν. α
μία τὰς
πολλάς, τὰς
πάνυ πολλὰς
ψυχὰς ὀλέσασ’
ὑπὸ Τροίᾳ,
νῦν τελέαν
πολύμναστον
ἐπηνθίσω
1460
δι’ αἷμ’ ἄνιπτον ἥτις
ἦν τότ’ ἐν
δόμοις
ἔρις
ἐρίδματος,
ἀνδρὸς οἰζύς.
Κλ. μηδὲν
θανάτου
μοῖραν
ἐπεύχου
τοῖσδε
βαρυνθείς·
μηδ’ εἰς
Ἑλένην κότον
ἐκτρέψῃς,
1465
ὡς
ἀνδρολέτειρ’,
ὡς μία πολλῶν
ἀνδρῶν ψυχὰς
Δαναῶν ὀλέσασ’
ἀξύστατον
ἄλγος ἔπραξε.
Χο. δαῖμον, ὃς
ἐμπίτνεις
δώμασι καὶ
διφυί-   [ἀντ. α.
οισι
Τανταλίδαισιν,
1470
κράτος ‹τ’›
ἰσόψυχον ἐκ
γυναικῶν
καρδιόδηκτον
ἐμοὶ
κρατύνεις,
ἐπὶ δὲ
σώματος δίκαν
[μοι]
κόρακος
ἐχθροῦ
σταθεὶς
ἐννόμως ὕμνον
ὑ-
μνεῖν
ἐπεύχεαι
‹κακόν›.
1475
Κλ. νῦν δ’
ὤρθωσας
στόματος
γνώμην,
τὸν
τριπάχυντον
δαίμονα
γέννης τῆσδε
κικλῄσκων.
ἐκ τοῦ γὰρ
ἔρως
αἱματολοιχὸς
νείρᾳ
τρέφεται·
πρὶν
καταλῆξαι
1480
τὸ παλαιὸν
ἄχος, νέος
ἰχώρ.
Χο. ἦ μέγαν
οἴκοις τοῖσδε
  [στρ. β.
δαίμονα καὶ
βαρύμηνιν
αἰνεῖς,
φεῦ φεῦ, κακὸν
αἶνον
ἀτηρᾶς τύχας
ἀκόρεστον·
1485
ἰὼ ἰὴ διαὶ Διὸς
παναιτίου
πανεργέτα·
τί γὰρ
βροτοῖς ἄνευ
Διὸς
τελεῖται;
τί τῶνδ’ οὐ
θεόκραντόν
ἐστιν;
- ἰὼ ἰὼ
βασιλεῦ
βασιλεῦ,
  [ἐφυμν. β.
1490
πῶς σε
δακρύσω;
φρενὸς ἐκ
φιλίας τί ποτ’
εἴπω;
κεῖσαι δ’
ἀράχνης ἐν
ὑφάσματι τῷδ’
ἀσεβεῖ
θανάτῳ βίον
ἐκπνέων,
ὤμοι μοι, κοίταν
τάνδ’
ἀνελεύθερον
1495
δολίῳ μόρῳ
δαμεὶς
‹δάμαρτος›
ἐκ χερὸς
ἀμφιτόμῳ
βελέμνῳ.
Κλ. αὐχεῖς
εἶναι τόδε
τοὔργον ἐμόν·
μὴ δ’
ἐπιλεχθῇς
Ἀγαμεμνονίαν
εἶναί μ’ ἄλοχον.
1500
φανταζόμενος
δὲ γυναικὶ
νεκροῦ
τοῦδ’ ὁ
παλαιὸς
δριμὺς
ἀλάστωρ
Ἀτρέως
χαλεποῦ
θοινατῆρος
τόνδ’
ἀπέτεισεν,
τέλεον
νεαροῖς
ἐπιθύσας.
1505
Χο. ὡς μὲν
ἀναίτιος εἶ
  [ἀντ. β.
τοῦδε φόνου
τίς ὁ
μαρτυρήσων;
πῶ πῶ;
πατρόθεν δὲ
συλλήπτωρ
γένοιτ’ ἂν
ἀλάστωρ.
βιάζεται δ’
ὁμοσπόροις
1510
ἐπιρροαῖσιν
αἱμάτων
μέλας Ἄρης,
ὅποι δίκαν
προβαίνων
πάχνᾳ
κουροβόρῳ
παρέξει.
- ἰὼ ἰὼ
βασιλεῦ
βασιλεῦ,
  [ἐφυμν. β.
πῶς σε
δακρύσω;
1515
φρενὸς ἐκ
φιλίας τί ποτ’
εἴπω;
κεῖσαι δ’
ἀράχνης ἐν
ὑφάσματι τῷδ’
ἀσεβεῖ
θανάτῳ βίον
ἐκπνέων,
ὤμοι μοι,
κοίταν τάνδ’
ἀνελεύθερον
δολίῳ μόρῳ
δαμεὶς
‹δάμαρτος›
1520
ἐκ χερὸς
ἀμφιτόμῳ
βελέμνῳ.
Κλ. [οὔτ’
ἀνελεύθερον
οἶμαι θάνατον
τῷδε
γενέσθαι.]
οὐδὲ γὰρ
οὗτος δολίαν
ἄτην
οἴκοισιν ἔθηκ’;
1525
ἀλλ’ ἐμὸν ἐκ
τοῦδ’ ἔρνος
ἀερθέν,
†τὴν
πολύκλαυτόν τ’
Ἰφιγενείαν,
ἄξια δράσας,
ἄξια πάσχων,
μηδὲν ἐν
Ἅιδου
μεγαλαυχείτω,
ξιφοδηλήτῳ
θανάτῳ
τείσας ἅπερ ἔρξεν.
1530
Χο. ἀμηχανῶ
φροντίδος
στερηθεὶς
  [στρ. γ.
εὐπάλαμον
μέριμναν
ὅπᾳ τράπωμαι,
πίτνοντος
οἴκου.
δέδοικα δ’
ὄμβρου κτύπον
δομοσφαλῆ
τὸν
αἱματηρόν.
ψακὰς δὲ
λήγει;
1535
δίκην [δ’] ἐπ’
ἄλλο πρᾶγμα
θηγάνει
βλάβης
πρὸς ἄλλαις
θηγάναισι
Μοῖρα.
- ἰὼ γᾶ γᾶ, εἴθ’
ἔμ’ ἐδέξω,   [ἐφ.
γ.
πρὶν τόνδ’
ἐπιδεῖν
ἀργυροτοίχου
1540
δροίτης
κατέχοντα
χάμευναν.
τίς ὁ θάψων
νιν; τίς ὁ
θρηνήσων;
ἦ σὺ τόδ’ ἔρξαι
τλήσῃ, κτείνασ’
ἄνδρα τὸν
αὑτῆς
ἀποκωκῦσαι,
1545
ψυχῇ τ’ ἄχαριν
χάριν ἀντ’
ἔργων
μεγάλων
ἀδίκως
ἐπικρᾶναι;
- τίς δ’
ἐπιτύμβιος
αἶνον ἐπ’ ἀνδρὶ
θείῳ
σὺν δακρύοις
ἰάπτων
1550
ἀληθείᾳ
φρενῶν
πονήσει;
Κλ. οὐ σὲ
προσήκει τὸ
μέλημ’ ἀλέγειν
τοῦτο· πρὸς
ἡμῶν
κάππεσε,
κάτθανε, καὶ
καταθάψομεν
οὐχ ὑπὸ
κλαυθμῶν τῶν
ἐξ οἴκων,
1555
ἀλλ’ Ἰφιγένειά
νιν ἀσπασίως
θυγάτηρ, ὡς
χρή,
πατέρ’
ἀντιάσασα
πρὸς ὠκύπορον
πόρθμευμ’
ἀχέων
περὶ χεῖρε
βαλοῦσα
φιλήσει.
1560
Χο. ὄνειδος
ἥκει τόδ’ ἀντ’
ὀνείδους,
  [ἀντ. γ.
δύσμαχα δ’
ἐστὶ κρῖναι.
φέρει φέροντ’,
ἐκτίνει δ’ ὁ
καίνων.
μίμνει δὲ
μίμνοντος ἐν
θρόνῳ Διὸς
παθεῖν τὸν
ἔρξαντα·
θέσμιον γάρ.
1565
τίς ἂν γονὰν
ἀραῖον
ἐκβάλοι
δόμων;
κεκόλληται
γένος πρὸς ἄτᾳ.
Κλ. ἐς τόνδ’
ἐνέβη σὺν
ἀληθείᾳ
χρησμός. ἐγὼ δ’
οὖν
ἐθέλω
δαίμονι τῷ
Πλεισθενιδᾶν
1570
ὅρκους θεμένη
τάδε μὲν
στέργειν,
δύστλητά περ
ὄνθ’· ὃ δὲ
λοιπόν, ἰόντ’
ἐκ τῶνδε
δόμων ἄλλην
γενεὰν
τρίβειν θανάτοις
αὐθένταισι·
κτεάνων δὲ
μέρος
1575
βαιὸν ἐχούσῃ
πᾶν ἀπόχρη μοι,
μανίας
μελάθρων
ἀλληλοφόνους
ἀφελούσῃ.

ΑΙΓΙΣΘΟΣ
ὦ φέγγος
εὖφρον ἡμέρας
δικηφόρου.
φαίην ἂν ἤδη
νῦν βροτῶν
τιμαόρους
θεοὺς ἄνωθεν
γῆς
ἐποπτεύειν
ἄχη,
1580
ἰδὼν ὑφαντοῖς
ἐν πέπλοις
Ἐρινύων
τὸν ἄνδρα
τόνδε
κείμενον,
φίλως ἐμοί,
χερὸς πατρῴας
ἐκτίνοντα
μηχανάς.
Ἀτρεὺς γὰρ
ἄρχων τῆσδε
γῆς, τούτου
πατήρ,
πατέρα
Θυέστην τὸν
ἐμόν, ὡς τορῶς
φράσαι,
1585
αὑτοῦ δ’
ἀδελφόν,
ἀμφίλεκτος ὢν
κράτει,
ἠνδρηλάτησεν
ἐκ πόλεώς τε
καὶ δόμων.
καὶ
προστρόπαιος
ἑστίας μολὼν
πάλιν
τλήμων
Θυέστης
μοῖραν ηὕρετ’
ἀσφαλῆ,
τὸ μὴ θανὼν
πατρῷον
αἱμάξαι πέδον
1590
αὐτός· ξένια
δὲ τοῦδε
δύσθεος πατὴρ
Ἀτρεύς,
προθύμως
μᾶλλον ἢ φίλως
πατρὶ
τὠμῷ,
κρεουργὸν
ἦμαρ εὐθύμως
ἄγειν
δοκῶν,
παρέσχε δαῖτα
παιδείων
κρεῶν.
τὰ μὲν ποδήρη
καὶ χερῶν
ἄκρους κτένας
1595
ἔθρυπτ’ ἄνωθεν
ἀνδρακὰς
καθημένοις
ἄσημ’· ὁ δ’
αὐτῶν αὐτίκ’
ἀγνοίᾳ λαβὼν
ἔσθει βορὰν
ἄσωτον, ὡς
ὁρᾷς, γένει.
κἄπειτ’
ἐπιγνοὺς
ἔργον οὐ
καταίσιον
ᾤμωξεν,
ἀμπίπτει δ’ ἀπὸ
σφαγὴν ἐρῶν,
1600
μόρον δ’
ἄφερτον
Πελοπίδαις
ἐπεύχεται,
λάκτισμα
δείπνου
ξυνδίκως
τιθεὶς ἀρᾷ,
οὕτως
ὀλέσθαι πᾶν τὸ
Πλεισθένους
γένος.
ἐκ τῶνδέ τοι
πεσόντα τόνδ’
ἰδεῖν πάρα.
κἀγὼ δίκαιος
τοῦδε τοῦ
φόνου ῥαφεύς.
1605
τρίτον γὰρ
ὄντα μ’ ἔλιπε,
κἀθλίῳ πατρὶ
συνεξελαύνει
τυτθὸν ὄντ’ ἐν
σπαργάνοις·
τραφέντα δ’
αὖθις ἡ δίκη
κατήγαγεν,
καὶ τοῦδε
τἀνδρὸς
ἡψάμην
θυραῖος ὤν,
πᾶσαν ξυνάψας
μηχανὴν
δυσβουλίας.
1610
οὕτω καλὸν δὴ
καὶ τὸ
κατθανεῖν
ἐμοί,
ἰδόντα
τοῦτον τῆς
δίκης ἐν
ἕρκεσιν.
Χο. Αἴγισθ’,
ὑβρίζειν ἐν
κακοῖσιν οὐ
σέβω.
σὺ δ’ ἄνδρα
τόνδε φῂς ἑκὼν
κατακτανεῖν,
μόνος δ’ ἔποικτον
τόνδε
βουλεῦσαι
φόνον;
1615
οὔ φημ’ ἀλύξειν
ἐν δίκῃ τὸ σὸν
κάρα
δημορριφεῖς,
σάφ’ ἴσθι,
λευσίμους
ἀράς.
Αι. σὺ ταῦτα
φωνεῖς
νερτέρᾳ
προσήμενος
κώπῃ,
κρατούντων
τῶν ἐπὶ ζυγῷ
δορός;
γνώσῃ γέρων
ὢν ὡς
διδάσκεσθαι
βαρὺ
1620
τῷ τηλικούτῳ,
σωφρονεῖν εἰρημένον.
δεσμοὶ δὲ καὶ
τὸ γῆρας αἵ τε
νήστιδες
δύαι
διδάσκειν
ἐξοχώταται
φρενῶν
ἰατρομάντεις.
οὐχ ὁρᾷς ὁρῶν
τάδε;
πρὸς κέντρα
μὴ λάκτιζε, μὴ
παίσας μογῇς.
1625
Χο. γύναι, σὺ
τοὺς ἥκοντας
ἐκ μάχης νέον -
οἰκουρὸς
εὐνήν ‹τ’›
ἀνδρὸς
αἰσχύνουσ’ ἅμα,
ἀνδρὶ στρατηγῷ
τόνδ’
ἐβούλευσας
μόρον;
Αι. καὶ ταῦτα
τἄπη
κλαυμάτων
ἀρχηγενῆ.
Ὀρφεῖ δὲ
γλῶσσαν τὴν
ἐναντίαν
ἔχεις.
1630
ὁ μὲν γὰρ ἦγε
πάντα που
φθογγῆς χαρᾷ,
σὺ δ’ ἐξορίνας
νηπίοις
ὑλάγμασιν
ἄξῃ·
κρατηθεὶς δ’
ἡμερώτερος
φανῇ.
Χο. ὡς δὴ σύ μοι
τύραννος
Ἀργείων ἔσῃ,
ὃς οὐκ, ἐπειδὴ
τῷδ’
ἐβούλευσας
μόρον,
1635
δρᾶσαι τόδ’
ἔργον οὐκ
ἔτλης
αὐτοκτόνως.
Αι. τὸ γὰρ
δολῶσαι πρὸς
γυναικὸς ἦν
σαφῶς,
ἐγὼ δ’ ὕποπτος
ἐχθρὸς ἦ
παλαιγενής.
ἐκ τῶν δὲ
τοῦδε
χρημάτων
πειράσομαι
ἄρχειν
πολιτῶν· τὸν
δὲ μὴ
πειθάνορα
1640
ζεύξω
βαρείαις, οὔτι
μὴ σειραφόρον
κριθῶντα
πῶλον· ἀλλ’ ὁ
δυσφιλὴς
σκότῳ
λιμὸς
ξύνοικος
μαλθακόν σφ’
ἐπόψεται.
Χο. τί δὴ τὸν
ἄνδρα τόνδ’ ἀπὸ
ψυχῆς κακῆς
οὐκ αὐτὸς
ἠνάριζες, ἀλλὰ
σὺν γυνὴ
1645
χώρας μίασμα
καὶ θεῶν
ἐγχωρίων
ἔκτεινε;
Ὀρέστης ἆρά
που βλέπει
φάος,
ὅπως κατελθὼν
δεῦρο
πρευμενεῖ
τύχῃ
ἀμφοῖν
γένηται
τοῖνδε
παγκρατὴς
φονεύς;
Αι. ἀλλ’ ἐπεὶ
δοκεῖς τάδ’
ἔρδειν καὶ
λέγειν, γνώσῃ
τάχα·
1650
εἶα δή, φίλοι
λοχῖται,
τοὔργον οὐχ
ἑκὰς τόδε.
Χο. εἶα δή,
ξίφος
πρόκωπον πᾶς
τις
εὐτρεπιζέτω.
Αι. ἀλλὰ κἀγὼ
μὴν πρόκωπος
οὐκ ἀναίνομαι
θανεῖν.
Χο. δεχομένοις
λέγεις θανεῖν
σε· τὴν τύχην δ’
αἱρούμεθα.
Κλ. μηδαμῶς, ὦ
φίλτατ’ ἀνδρῶν,
ἄλλα δράσωμεν
κακά.
1655
ἀλλὰ καὶ τάδ’
ἐξαμῆσαι
πολλὰ
δύστηνον
θέρος·
πημονῆς δ’
ἅλις γ’
ὑπάρχει·
μηδὲν
αἱματώμεθα.
στείχετ’
αἰδοῖοι
γέροντες πρὸς
δόμους, πεπρωμένοις
πρὶν παθεῖν
εἴξαντες·
ἀρκεῖν χρὴ τάδ’
ὡς ἐπράξαμεν.
εἰ δέ τοι
μόχθων
γένοιτο τῶνδ’
ἅλις, δεχοίμεθ’
ἄν,
1660
δαίμονος χηλῇ
βαρείᾳ
δυστυχῶς
πεπληγμένοι.
ὧδ’ ἔχει λόγος
γυναικός, εἴ
τις ἀξιοῖ
μαθεῖν.
Αι. ἀλλὰ
τούσδε μοι
ματαίαν
γλῶσσαν ὧδ’
ἀπανθίσαι
κἀκβαλεῖν
ἔπη τοιαῦτα
δαίμονος
πειρωμένους,
σώφρονος
γνώμης δ’
ἁμαρτεῖν τὸν
κρατοῦντ’
‹ἀρνουμένους›.
1665
Χο. οὐκ ἂν
Ἀργείων τόδ’
εἴη, φῶτα
προσσαίνειν
κακόν.
Αι. ἀλλ’ ἐγώ σ’
ἐν ὑστέραισιν
ἡμέραις
μέτειμ’ ἔτι.
Χο. οὔκ, ἐὰν
δαίμων
Ὀρέστην δεῦρ’
ἀπευθύνῃ μολεῖν.
Αι. οἶδ’ ἐγὼ
φεύγοντας
ἄνδρας
ἐλπίδας
σιτουμένους.
Χο. πρᾶσσε,
πιαίνου,
μιαίνων τὴν
δίκην, ἐπεὶ
πάρα.
1670
Αι. ἴσθι μοι
δώσων ἄποινα
τῆσδε μωρίας
χάριν.
Χο. κόμπασον
θαρσῶν,
ἀλέκτωρ ὥστε
θηλείας πέλας.
Κλ. μὴ
προτιμήσῃς
ματαίων τῶνδ’
ὑλαγμάτων·
‹ἐγὼ›
καὶ σὺ
θήσομεν
κρατοῦντε
τῶνδε δωμάτων
‹καλῶς›.

Other books

Road Tripping by Noelle Adams
One Penny: A Marked Heart Novel by M. Sembera, Margaret Civella
Cursed be the Wicked by Richardson, J.R.
The Reunited by Shiloh Walker
Born in a Burial Gown by Mike Craven
Thoreau in Love by John Schuyler Bishop
The Golden Gizmo by Jim Thompson
Right Before His Eyes by Wendy Etherington
White Diamonds by Lyn, K.