Read Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) Online
Authors: Aeschylus
ὀπάονας δὲ
φράστοράς τ’
ἐγχωρίων
ξύμπεμψον, ὡς
ἂν τῶν
πολισσούχων
θεῶν
βωμοὺς
προνάους καὶ
†πολισσούχων ἕδρας
495
εὕρωμεν,
ἀσφάλεια δ’ ᾖ δι’
ἄστεως
στείχουσι·
μορφῆς δ’ οὐχ
ὁμόστολος
φύσις.
Νεῖλος γὰρ
οὐχ ὅμοιον
Ἰνάχῳ γένος
τρέφει.
φύλαξαι μὴ
θράσος τέκῃ
φόβον·
καὶ δὴ φίλον
τις ἔκταν’
ἀγνοίας ὕπο.
500
Βα. στείχοιτ’ ἄν,
ἄνδρες· εὖ γὰρ
ὁ ξένος λέγει.
ἡγεῖσθε βωμοὺς
ἀστικούς, θεῶν
ἕδρας·
καὶ
ξυμβολοῦσιν
οὐ
πολυστομεῖν
χρεὼν
ναύτην
ἄγοντας τόνδ’
ἐφέστιον θεῶν.
Χο. τούτῳ μὲν
εἶπας, καὶ
τεταγμένος
κίοι·
505
ἐγὼ δὲ πῶς
δρῶ; ποῦ
θράσος νέμεις
ἐμοί;
Βα. κλάδους
μὲν αὐτοῦ
λεῖπε, σημεῖον
πόνου.
Χο. καὶ δή σφε
λείπω χειρία
λόγοις σέθεν.
Βα. λευρὸν κατ’
ἄλσος νῦν
ἐπιστρέφου
τόδε.
Χο. καὶ πῶς
βέβηλον ἄλσος
ἂν ῥύοιτό με;
510
Βα. οὔτοι
πτερωτῶν
ἁρπαγαῖς ‹σ’›
ἐκδώσομεν.
Χο. ἀλλ’ εἰ
δρακόντων
δυσφρόνων
ἐχθίοσιν;
Βα. εὔφημον
εἴη τοὔπος
εὐφημουμένῃ.
Χο. οὔτοι τι
θαῦμα
δυσφορεῖν
φόβῳ φρένα.
Βα. ἀεὶ δ’
†ἀνάκτων ἐστι
δεῖμ’ ἐξαίσιον.
515
Χο. σὺ καὶ λέγων
εὔφραινε καὶ
πράσσων φρένα.
Βα. ἀλλ’ οὔτι
δαρὸν χρόνον
ἐρημώσει
πατήρ.
ἐγὼ δὲ λαοὺς
συγκαλῶν
ἐγχωρίους
στείχω, τὸ
κοινὸν ὡς ἂν
εὐμενὲς τιθῶ·
καὶ σὸν
διδάξω πατέρα
ποῖα χρὴ
λέγειν.
520
πρὸς ταῦτα
μίμνε καὶ
θεοὺς
ἐγχωρίους
λιταῖς
παραιτοῦ τῶν σ’
ἔρως ἔχει
τυχεῖν.
ἐγὼ δὲ ταῦτα
πορσυνῶν
ἐλεύσομαι·
πειθὼ δ’
ἕποιτο καὶ
τύχη
πρακτήριος.
Χο. ἄναξ
ἀνάκτων,
μακάρων [στρ. α.
525
μακάρτατε καὶ
τελέων
τελειότατον
κράτος, ὄλβιε
Ζεῦ,
πιθοῦ τε καὶ
γενέσθω.
ἄλευσον
ἀνδρῶν ὕβριν
εὖ στυγήσας·
λίμνᾳ δ’
ἔμβαλε
πορφυροειδεῖ
530
τὰν μελανόζυγ’
ἄταν.
τὸ πρὸς
γυναικῶν ‹δ’›
ἐπιδὼν [ἀντ. α.
παλαίφατον
ἁμέτερον
γένος φιλίας
προγόνου
γυναικὸς
νέωσον εὔφρον’
αἶνον·
535
γενοῦ
πολυμνήστωρ,
ἔφαπτορ Ἰοῦς.
Δῖαί τοι
γένος εὐχόμεθ’
εἶναι
γᾶς ἀπὸ τᾶσδ’
ἔνοικοι.
παλαιὸν δ’ εἰς
ἴχνος
μετέσταν,
[στρ. β.
ματέρος
ἀνθονόμους
ἐπωπάς,
540
λειμῶνα
βούχιλον,
ἔνθεν Ἰὼ
οἴστρῳ
ἐρεσσομένα
φεύγει
ἁμαρτίνοος,
πολλὰ βροτῶν
διαμειβομένα
φῦλα, διχῇ δ’
ἀντίπορον
545
γαῖαν ἐν αἴσᾳ διατέμνοντα
πόρον
κυματίαν
ὁρίζει·
ἰάπτει δ’
Ἀσίδος δι’ αἴας
[ἀντ. β.
μηλοβότου
Φρυγίας
διαμπάξ·
περᾷ δὲ
Τεύθραντος
ἄστυ Μυσὸν
550
Λύδιά τ’ ἂγ
γύαλα,
καὶ δι’ ὀρῶν
Κιλίκων
Παμφύλων τε
διορνυμένα
†τὰν ποταμοὺς
[δ’] ἀενάους
καὶ
βαθύπλουτον
χθόνα καὶ τὰν
Ἀφροδί-
555
τας πολύπυρον
αἶαν·
†ἱκνεῖται δ’
εἰσικνουμένου
βέλει [στρ. γ.
βουκόλου
πτερόεντος
Δῖον πάμβοτον
ἄλσος,
λειμῶνα
χιονόβοσκον
ὅντ’ ἐπέρχεται
560
Τυφῶ μένος
ὕδωρ τε
Νείλου νόσοις
ἄθικτον,
μαινομένα
πόνοις ἀτί-
μοις ὀδύναις
τε κεντροδα-
λήτισι θυιὰς
Ἥρας.
565
βροτοὶ δ’, οἳ
γᾶς τότ’ ἦσαν
ἔννομοι,
[ἀντ. γ.
χλωρῷ δείματι
θυμὸν
πάλλοντ’ ὄψιν
ἀήθη,
βοτὸν
ἐσορῶντες
δυσχερὲς
μειξόμβροτον,
τὰν μὲν βοός,
570
τὰν δ’ αὖ
γυναικός·
τέρας δ’
ἐθάμβουν.
καὶ τότε δὴ
τίς ἦν ὁ θέλ-
ξας
πολύπλαγκτον
ἀθλίαν
οἰστροδόνητον
Ἰώ;
δι’ αἰῶνος
κρέων
ἀπαύστου [στρ.
δ.
575
Ζεὺς ...
βία δ’
ἀπημάντῳ
σθένει
καὶ θείαις
ἐπιπνοίαις
παύεται,
δακρύων δ’ ἀπο-
στάζει
πένθιμον αἰδῶ.
580
λαβοῦσα δ’ ἕρμα
Δῖον ἀψευδεῖ
λόγῳ
γείνατο παῖδ’
ἀμεμφῆ,
δι’ αἰῶνος
μακροῦ
πάνολβον·
[ἀντ. δ.
ἔνθεν πᾶσα
βοᾷ χθών,
‘φυσιζόου
γένος τόδε
585
Ζηνός ἐστιν
ἀληθῶς·
τίς γὰρ ἂν
κατέπαυσεν Ἥ-
ρας νόσους
ἐπιβούλους;’
Διὸς τόδ’
ἔργον· καὶ τόδ’
ἂν γένος λέγων
ἐξ Ἐπάφου
κυρήσαις.
590
τίν’ ἂν θεῶν
ἐνδικωτέροισιν
[στρ. ε.
κεκλοίμαν
εὐλόγως ἐπ’
ἔργοις;
‹αὐτὸς ὁ› πατὴρ
φυτουργὸς
αὐτόχειρ ἄναξ,
γένους
παλαιόφρων
μέγας
τέκτων, τὸ πᾶν
μῆχαρ οὔριος
Ζεύς.
595
ὑπ’ ἀρχᾶς δ’
οὔτινος
θοάζων [ἀντ.
ε.
†τὸ μεῖον
κρεῖσσον ὢν
κρατύνει,
οὔτινος
ἄνωθεν ἡμένου
σέβων κράτος.
πάρεστι δ’
ἔργον ὡς ἔπος
σπεῦσαί τι
τῶν
βούλιος φέρει
φρήν.
600
Δα. θαρσεῖτε
παῖδες· εὖ τὰ
τῶν ἐγχωρίων·
δήμου
δέδοκται
παντελῆ
ψηφίσματα.
Χο. ὦ χαῖρε
πρέσβυ, φίλτατ’
ἀγγέλλων
ἐμοί·
ἔνισπε δ’ ἡμῖν,
ποῖ κεκύρωται
τέλος,
δήμου
κρατοῦσα χεὶρ
ὅπῃ
πληθύνεται;
605
Δα. ἔδοξεν
Ἀργείοισιν οὐ
διχορρόπως,
ἀλλ’ ὥστ’ ἀνηβῆσαί
με γηραιᾷ
φρενί·
πανδημίᾳ γὰρ
χερσὶ
δεξιωνύμοις
ἔφριξεν
αἰθὴρ τόνδε
κραινόντων
λόγον·
ἡμᾶς
μετοικεῖν
τῆσδε γῆς
ἐλευθέρους
610
κἀρρυσιάστους
ξύν τ’ ἀσυλίᾳ
βροτῶν·
καὶ μήτ’
ἐνοίκων μήτ’
ἐπηλύδων τινὰ
ἄγειν· ἐὰν δὲ
προστιθῇ τὸ
καρτερόν,
τὸν μὴ
βοηθήσαντα
τῶνδε γαμόρων
ἄτιμον εἶναι
ξὺν φυγῇ
δημηλάτῳ.
615
τοιάνδ’ ἔπειθε
ῥῆσιν ἀμφ’
ἡμῶν λέγων
ἄναξ
Πελασγῶν,
ἱκεσίου Ζηνὸς
κότον
μέγαν
προφωνῶν μή
ποτ’ εἰσόπιν
χρόνου
πόλιν
παχῦναι,
ξενικὸν
ἀστικόν θ’ ἅμα
λέγων διπλοῦν
μίασμα πρὸς
πόλεως φανὲν
620
ἀμήχανον βόσκημα
πημονῆς
πέλειν.
τοιαῦτ’
ἀκούων χερσὶν
Ἀργεῖος λεὼς
ἔκραν’ ἄνευ
κλητῆρος ὣς
εἶναι τάδε.
δημηγόρους δ’
ἤκουσεν
εὐπιθεῖς
στροφὰς
δῆμος
Πελασγῶν·
Ζεὺς δ’
ἐπέκρανεν
τέλος.
625
Χο. ἄγε δή,
λέξωμεν ἐπ’
Ἀργείοις
εὐχὰς ἀγαθάς,
ἀγαθῶν ποινάς.
Ζεὺς δ’
ἐφορεύοι
ξένιος ξενίου
στόματος
τιμὰς ἐπ’
ἀληθείᾳ,
τέρμον’
ἀμέμπτως πρὸς
ἅπαντα·
630
νῦν ὅτε καὶ
θεοὶ [στρ. α.
Διογενεῖς
κλύοιτ’ εὐ-
κταῖα γένει
χεούσας·
μήποτε
πυρίφατον
τάνδε
Πελασγίαν
[πόλιν]
635
τὸν ἄχορον
βοᾶν
κτίσαι μάχλον
Ἄρη,
τὸν ἀρότοις
θερί-
ζοντα βροτοὺς
ἐνάλλοις·
οὕνεκ’
ᾤκτισαν ἡμᾶς,
640
ψῆφον δ’ εὔφρον’
ἔθεντο,
αἰδοῦνται δ’
ἱκέτας Διός,
ποίμναν τάνδ’
ἀμέγαρτον·
οὐδὲ μετ’
ἀρσένων [ἀντ.
α.
ψῆφον ἔθεντ’
ἀτιμώ-
645
σαντες ἔριν
γυναικῶν,
Δῖον
ἐπιδόμενοι
πράκτορ’, ἅτε
σκοπόν,
δυσπολέμητον,
ὃν
τίς ἂν δόμος
ἔχοι
650
ἐπ’ ὀρόφων ἰαί-
νοντα; βαρὺς δ’
ἐφίζει.
ἅζονται γὰρ
ὁμαίμους
Ζηνὸς ἵκτορας
ἁγνοῦ.
τοιγάρτοι
καθαροῖσι βω-
655
μοῖς θεοὺς
ἀρέσονται.
τοιγὰρ
ὑποσκίων [στρ.
β.
ἐκ στομάτων
ποτά-
σθω φιλότιμος
εὐχά,
μήποτε λοιμὸς
ἀνδρῶν
660
τάνδε πόλιν
κενώσαι·
μηδ’
ἐπιχωρίοις
‹στάσις›
πτώμασιν
αἱματίσαι
πέδον γᾶς.
ἥβας δ’ ἄνθος
ἄδρεπτον
ἔστω, μηδ’
Ἀφροδίτας
665
εὐνάτωρ
βροτολοιγὸς Ἄ-
ρης κέρσειεν
ἄωτον.
καὶ γεραροῖσι
πρε- [ἀντ. β.
σβυτοδόκοι
γέμου-
σαι θυμέλαι
φλεγόντων.
670
τὼς πόλις εὖ
νέμοιτο
Ζῆνα μέγαν
σεβόντων,
τὸν ξένιον δ’
ὑπερτάτως,
ὃς πολιῷ νόμῳ
αἶσαν ὀρθοῖ.
τίκτεσθαι δ’
ἐφόρους γᾶς
675
ἄλλους
εὐχόμεθ’ αἰεί,
Ἄρτεμιν δ’
ἑκάταν γυναι-
κῶν λόχους
ἐφορεύειν.
μηδέ τις
ἀνδροκμὴς
[στρ. γ.
λοιγὸς
ἐπελθέτω
680
τάνδε πόλιν
δαΐζων,
ἄχορον
ἀκίθαριν
δακρυογόνον
Ἄρη
βοάν τ’
ἔνδημον
ἐξοπλίζων.
νούσων δ’
ἑσμὸς ἀπ’
ἀστῶν
685
ἵζοι κρατὸς
ἀτερπής·
εὐμενὴς δ’ ὁ
Λύκειος ἔ-
στω πάσᾳ
νεολαίᾳ.
καρποτελῆ δέ
τοι [ἀντ. γ.
Ζεὺς
ἐπικραινέτω
690
φέρματι γᾶν
πανώρῳ·
πρόνομα δὲ
βότ’ ἀγροῖς
πολύγονα
τελέθοι·
τὸ πᾶν τ’ ἐκ
δαιμόνων
λάχοιεν.
εὔφημον δ’ ἐπὶ
βωμοῖς
695
μοῦσαν θείατ’
ἀοιδοί·
ἁγνῶν τ’ ἐκ
στομάτων φερέ-
σθω φήμα
φιλοφόρμιγξ.
φυλάσσοι τ’
ἀτρεμαῖα
τιμὰς [στρ. δ.
τὸ δάμιον, τὸ
πτόλιν
κρατύνει,
700
προμαθὶς
εὐκοινόμητις
ἀρχά·
ξένοισί τ’
εὐξυμβόλους,
πρὶν
ἐξοπλίζειν
Ἄρη,
δίκας ἄτερ
πημάτων
διδοῖεν.
θεοὺς δ’, οἳ γᾶν
ἔχουσιν, αἰεὶ
[ἀντ. δ.
705
τίοιεν
ἐγχωρίοις
πατρῴαις
δαφνηφόροις
βουθύτοισι
τιμαῖς.
τὸ γὰρ
τεκόντων
σέβας
τρίτον τόδ’ ἐν
θεσμίοις
Δίκας
γέγραπται
μεγιστοτίμου.
710
Δα. εὐχὰς μὲν
αἰνῶ τάσδε
σώφρονας,
φίλαι·
ὑμεῖς δὲ μὴ
τρέσητ’
ἀκούσασαι
πατρὸς
ἀπροσδοκήτους
τούσδε καὶ
νέους λόγους.
ἱκεταδόκου
γὰρ τῆσδ’ ἀπὸ
σκοπῆς ὁρῶ
τὸ πλοῖον.
εὔσημον γάρ·
οὔ με λανθάνει
715
στολμοί τε
λαίφους καὶ
παραρρύσεις
νεώς,
καὶ πρῷρα
πρόσθεν
ὄμμασιν
βλέπουσ’ ὁδόν,
οἴακος
εὐθυντῆρος
ὑστάτου νεὼς
ἄγαν καλῶς
κλύουσα,
τοῖσιν οὐ φίλη.
πρέπουσι δ’
ἄνδρες νήιοι
μελαγχίμοις
720
γυίοισι
λευκῶν ἐκ
πεπλωμάτων
ἰδεῖν,
καὶ τἄλλα
πλοῖα πᾶσά θ’ ἡ ‘πικουρία
εὔπρεπτος·
αὐτὴ δ’ ἡγεμὼν
ὑπὸ χθόνα
στείλασα
λαῖφος
παγκρότως
ἐρέσσεται.
ἀλλ’ ἡσύχως
χρὴ καὶ
σεσωφρονισμένως
725
πρὸς πρᾶγμ’
ὁρώσας τῶνδε
μὴ ἀμελεῖν
θεῶν.
ἐγὼ δ’ ἀρωγοὺς
ξυνδίκους θ’
ἥξω λαβών.
ἴσως γὰρ ἂν
κῆρύξ τις ἢ
πρέσβη μόλοι,
ἄγειν
θέλοντες,
ῥυσίων
ἐφάπτορες.
ἀλλ’ οὐδὲν
ἔσται τῶνδε·
μὴ τρέσητέ νιν.
730
ὅμως ‹δ’›
ἄμεινον, εἰ
βραδύνοιμεν
βοῇ,
ἀλκῆς
λαθέσθαι
τῆσδε μηδαμῶς
ποτε.
θάρσει·
χρόνῳ τοι
κυρίῳ τ’ ἐν
ἡμέρᾳ
θεοὺς ἀτίζων
τις βροτῶν
δώσει δίκην.
Χο. πάτερ,
φοβοῦμαι, νῆες
ὡς ὠκύπτεροι
735
ἥκουσι· μῆκος
δ’ οὐδὲν ἐν
μέσῳ χρόνου.
- περίφοβόν μ’
ἔχει τάρβος
ἐτητύμως [στρ.
α.
πολυδρόμου
φυγᾶς ὄφελος
εἴ τί μοι.
παροίχομαι,
πάτερ, δείματι.
Δα. ἐπεὶ
τελεία ψῆφος
Ἀργείων, τέκνα,
740
θάρσει·
μαχοῦνται
περὶ σέθεν, σάφ’
οἶδ’ ἐγώ.
‹Χο.› ἐξῶλές
ἐστι μάργον
Αἰγύπτου
γένος
μάχης τ’
ἄπληστον· καὶ
λέγω πρὸς
εἰδότα.
- δοριπαγεῖς
δ’ ἔχοντες
κυανώπιδας
[ἀντ. α.
νῆας ἔπλευσαν
ὧδ’ ἐπιτυχεῖ
κότῳ
745
πολεῖ
μελαγχίμῳ σὺν
στρατῷ.
Δα. πολλοὺς δέ
γ’ εὑρήσουσιν
ἐν μεσημβρίας
θάλπει
βραχίον’ εὖ
κατερρινημένους.
‹Χο.› μόνην δὲ μὴ
πρόλειπε·
λίσσομαι,
πάτερ.
γυνὴ μονωθεῖσ’
οὐδέν· οὐκ
ἔνεστ’ Ἄρης.
750
- οὐλόφρονες δ’
ἐκεῖνοι,
δολομήτιδες
[στρ. β.
δυσάγνοις
φρεσίν,
κόρακες ὥστε,
βω-
μῶν
ἀλέγοντες
οὐδέν.
Δα. καλῶς ἂν
ἡμῖν ξυμφέροι
ταῦτ’, ὦ τέκνα,
εἰ σοί τε καὶ
θεοῖσιν
ἐχθαιροίατο.
755
‹Χο.› οὐ μὴ
τριαίνας
τάσδε καὶ θεῶν
σέβη
δείσαντες
ἡμῶν χεῖρ’
ἀπόσχωνται,
πάτερ.
- περίφρονες
δ’ ἄγαν ἀνιέρῳ
μένει [ἀντ. β.
μεμαργωμένοι
κυνοθρασεῖς,
θεῶν
οὐδὲν
ἐπαΐοντες.
760
Δα. ἀλλ’ ἔστι
φήμη
κρείσσονας
λύκους κυνῶν
εἶναι· βύβλου
δὲ καρπὸς οὐ
κρατεῖ στάχυν.
‹Χο.› †ὡς καὶ
ματαίων
ἀνοσίων τε
κνωδάλων
ἔχοντας
ὀργάς, χρὴ
φυλάσσεσθαι
κράτος.
Δα. οὔτοι
ταχεῖα
ναυτικοῦ
στρατοῦ στολή,
765
οὐδ’ ὅρμος, οὗ
δεῖ πεισμάτων
σωτήρια
ἐς γῆν
ἐνεγκεῖν, οὐδ’
ἐν
ἀγκυρουχίαις
θαρσοῦσι ναῶν
ποιμένες
παραυτίκα,
ἄλλως τε καὶ
μολόντες
ἀλίμενον
χθόνα
ἐς νύκτ’
ἀποστείχοντος
ἡλίου. φιλεῖ
770
ὠδῖνα τίκτειν
νὺξ κυβερνήτῃ
σοφῷ.
οὕτω γένοιτ’
ἂν οὐδ’ ἂν
ἔκβασις
στρατοῦ
καλή, πρὶν
ὅρμῳ ναῦν
θρασυνθῆναι.
σὺ δὲ
φρόνει μὲν ὡς
ταρβοῦσα μὴ
ἀμελεῖν θεῶν·
. . . .
. . .
πράξας
ἀρωγήν·
ἄγγελον δ’ οὐ
μέμψεται
775
πόλις γέρονθ’,
ἡβῶντα δ’
εὐγλώσσῳ
φρενί.
Χο. ἰὼ γᾶ βοῦνι,
πάνδικον
σέβας, [στρ. α.
τί
πεισόμεσθα;
ποῖ φύγωμεν
Ἀπίας
χθονὸς
κελαινὸν εἴ τι
κεῦθός ἐστί
που;
μέλας
γενοίμαν
καπνὸς
780
νέφεσσι
γειτονῶν Διός,
τὸ πᾶν δ’
ἄφαντος
ἀμπετὴς
ἀιδνὸς ὡς
κόνις ἄτερθε
πτερύγων
ὀλοίμαν.
ἄφρικτον δ’
οὐκέτ’ ἂν πέλοι
κέαρ· [ἀντ. α.
785
κελαινόχρως
δὲ πάλλεταί
μου καρδία.
πατρὸς σκοπαὶ
δέ μ’ εἷλον·
οἴχομαι φόβῳ.
θέλοιμι δ’ ἂν
μορσίμου
βρόχου τυχεῖν
†ἐν σαργάναις ,
790