Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) (53 page)

BOOK: Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)
3.43Mb size Format: txt, pdf, ePub

ἔξωθεν εἴσω. τῷ
φέροντι
μέμψεται,
πυκνοῦ
κροτησμοῦ
τυγχάνουσ’ ὑπὸ
πτόλιν.
θεῶν θελόντων
κἂν
ἀληθεύσαιμ’
ἐγώ.
Χο. ἱκνεῖται
λόγος διὰ
στηθέων,   [στρ.
γ.
τριχὸς δ’
ὀρθίας
πλόκαμος
ἵσταται·

565
μεγάλα
μεγαληγόρων
κλύοντες
ἀνοσίων
ἀνδρῶν, εἰ θεοὶ
θεοί,
τούσδ’
ὀλέσειαν ἐν γᾷ.
Αγ. ἕκτον
λέγοιμ’ ἂν
ἄνδρα
σωφρονέστατον
ἀλκήν τ’
ἄριστον,
μάντιν,
Ἀμφιάρεω
βίαν·

570
Ὁμολωίσιν δὲ
πρὸς πύλαις
τεταγμένος
κακοῖσι βάζει
πολλὰ Τυδέως
βίαν·
τὸν
ἀνδροφόντην,
τὸν πόλεως
ταράκτορα,
μέγιστον
Ἄργει τῶν
κακῶν
διδάσκαλον,
Ἐρινύος
κλητῆρα,
πρόσπολον
Φόνου,

575
κακῶν δ’
Ἀδράστῳ τῶνδε
βουλευτήριον.
καὶ τὸν σὸν
αὖθις †πρὸς
μόραν
ἀδελφεόν, †
ἐξυπτιάζων
ὄνομα,
Πολυνείκους
βίαν
[δίς τ’ ἐν
τελευτῇ
τοὔνομ’
ἐνδατούμενος,]
καλεῖ. λέγει
δὲ τοῦτ’ ἔπος
διὰ στόμα·

580
“Ἦ τοῖον ἔργον
καὶ θεοῖσι
προσφιλές,
καλόν τ’
ἀκοῦσαι καὶ
λέγειν
μεθυστέροις,
πόλιν πατρῴαν
καὶ θεοὺς τοὺς
ἐγγενεῖς
πορθεῖν,
στράτευμ’
ἐπακτὸν
ἐμβεβληκότα;
μητρός τε
πηγὴν τίς
κατασβέσει
δίκη;

585
πατρίς τε γαῖα
σῆς ὑπὸ
σπουδῆς δορὶ
ἁλοῦσα πῶς
σοι ξύμμαχος
γενήσεται;
ἔγωγε μὲν δὴ
τήνδε πιανῶ
χθόνα,
μάντις
κεκευθὼς
πολεμίας ὑπὸ
χθονός.
μαχώμεθ’, οὐκ
ἄτιμον ἐλπίζω
μόρον.”

590
τοιαῦθ’ ὁ
μάντις ἀσπίδ’
εὐκήλως ἔχων
πάγχαλκον
ηὔδα· σῆμα δ’
οὐκ ἐπῆν
κύκλῳ.
οὐ γὰρ δοκεῖν
ἄριστος, ἀλλ’
εἶναι θέλει,
βαθεῖαν ἄλοκα
διὰ φρενὸς
καρπούμενος,
ἐξ ἧς τὰ κεδνὰ
βλαστάνει
βουλεύματα.

595
τούτῳ σοφούς
τε κἀγαθοὺς
ἀντηρέτας
πέμπειν
ἐπαινῶ. δεινὸς
ὃς θεοὺς σέβει.
Ετ. φεῦ τοῦ
ξυναλλάσσοντος
ὄρνιθος
βροτοῖς
δίκαιον ἄνδρα
τοῖσι
δυσσεβεστέροις.
ἐν παντὶ
πράγει δ’ ἔσθ’
ὁμιλίας κακῆς

600
κάκιον οὐδέν,
καρπὸς οὐ
κομιστέος.
[ἄτης ἄρουρα
θάνατον
ἐκκαρπίζεται.]
ἢ γὰρ
ξυνεισβὰς
πλοῖον
εὐσεβὴς ἀνὴρ
ναύτῃσι
θερμοῖς καὶ
πανουργίᾳ
τινὶ
ὄλωλεν
ἀνδρῶν σὺν
θεοπτύστῳ
γένει,

605
ἢ ξὺν πολίταις
ἀνδράσιν
δίκαιος ὢν
ἐχθροξένοις
τε καὶ θεῶν
ἀμνήμοσιν,
ταὐτοῦ
κυρήσας
ἐκδίκως
ἀγρεύματος,
πληγεὶς θεοῦ
μάστιγι
παγκοίνῳ ‘δάμη.
οὕτως δ’ ὁ
μάντις, υἱὸν
Οἰκλέους λέγω,

610
σώφρων
δίκαιος
ἀγαθὸς
εὐσεβὴς ἀνήρ,
μέγας
προφήτης,
ἀνοσίοισι
συμμιγεὶς
θρασυστόμοισιν
ἀνδράσιν βίᾳ
φρενῶν,
τείνουσι
πομπὴν τὴν
μακρὰν πάλιν
μολεῖν,
Διὸς θέλοντος
ξυγκαθελκυσθήσεται.

615
δοκῶ μὲν οὖν
σφε μηδὲ
προσβαλεῖν
πύλαις,
οὐχ ὡς ἄθυμον
οὐδὲ λήματος
κάκῃ,
ἀλλ’ οἶδεν ὥς
σφε χρὴ
τελευτῆσαι
μάχῃ,
εἰ καρπὸς
ἔσται
θεσφάτοισι
Λοξίου·
φιλεῖ δὲ
σιγᾶν ἢ λέγειν
τὰ καίρια.

620
ὅμως δ’ ἐπ’ αὐτῷ
φῶτα,
Λασθένους βίαν,
ἐχθρόξενον
πυλωρὸν
ἀντιτάξομεν·
γέροντα τὸν
νοῦν, σάρκα δ’
ἡβῶσαν φύει,
ποδῶκες ὄμμα,
χειρὶ δ’ οὐ
βραδύνεται
παρ’ ἀσπίδος
γυμνωθὲν
ἁρπάσαι δόρυ.

625
θεοῦ δὲ δῶρόν
ἐστιν
εὐτυχεῖν
βροτούς.
Χο. κλύοντες
θεοὶ δικαίας
λιτὰς   [ἀντ. γ.
ἡμετέρας
τελεῖθ’, ὡς
πόλις εὐτυχῇ,
δορίπονα κάκ’
ἐκτρέποντες
‹ἐς› γᾶς
ἐπιμόλους·
πύργων δ’
ἔκτοθεν βαλὼν

630
Ζεύς σφε κάνοι
κεραυνῷ.
Αγ. τὸν
ἕβδομον δὴ
τόνδ’ ἐφ’
ἑβδόμαις
πύλαις
λέξω, τὸν
αὐτοῦ σου
κασίγνητον,
πόλει
οἵας ἀρᾶται
καὶ
κατεύχεται
τύχας·
πύργοις
ἐπεμβὰς
κἀπικηρυχθεὶς
χθονί,

635
ἁλώσιμον
παιῶν’
ἐπεξιακχάσας,
σοὶ
ξυμφέρεσθαι
καὶ κτανὼν
θανεῖν πέλας,
ἢ ζῶντ’,
ἀτιμαστῆρα
τὼς
ἀνδρηλάτην,
φυγῇ τὸν
αὐτὸν τόνδε
τείσασθαι
τρόπον.
τοιαῦτ’ ἀυτεῖ
καὶ θεοὺς
γενεθλίους

640
καλεῖ πατρῴας
γῆς ἐποπτῆρας
λιτῶν
τῶν ὧν
γενέσθαι πάγχυ
Πολυνείκους
βία.
ἔχει δὲ
καινοπηγὲς
εὔκυκλον
σάκος
διπλοῦν τε
σῆμα
προσμεμηχανημένον.
χρυσήλατον
γὰρ ἄνδρα
τευχηστὴν
ἰδεῖν

645
ἄγει γυνή τις
σωφρόνως
ἡγουμένη.
Δίκη δ’ ἄρ’
εἶναί φησιν, ὡς
τὰ γράμματα
λέγει· “Κατάξω
δ’ ἄνδρα τόνδε
καὶ πόλιν
ἕξει πατρῴαν
δωμάτων τ’
ἐπιστροφάς.”
τοιαῦτ’
ἐκείνων ἐστὶ
τἀξευρήματα.

650
σὺ δ’ αὐτὸς ἤδη
γνῶθι τίνα
πέμπειν
δοκεῖ·
ὡς οὔποτ’
ἀνδρὶ τῷδε
κηρυκευμάτων
μέμψῃ - σὺ δ’
αὐτὸς γνῶθι
ναυκληρεῖν
πόλιν.
Ετ. ὦ θεομανές
τε καὶ θεῶν
μέγα στύγος,
ὦ πανδάκρυτον
ἁμὸν Οἰδίπου
γένος·

655
ὤμοι, πατρὸς δὴ
νῦν ἀραὶ
τελεσφόροι.
ἀλλ’ οὔτε
κλαίειν οὔτ’
ὀδύρεσθαι
πρέπει,
μὴ καὶ
τεκνωθῇ
δυσφορώτερος
γόος.
ἐπωνύμῳ δὲ
κάρτα,
Πολυνείκη
λέγω,
τάχ’
εἰσόμεσθα
τοὐπίσημ’ ὅποι
τελεῖ,

660
εἴ νιν κατάξει
χρυσότευκτα
γράμματα
ἐπ’ ἀσπίδος
φλύοντα σὺν φοίτῳ
φρενῶν.
εἰ δ’ ἡ Διὸς
παῖς παρθένος
Δίκη παρῆν
ἔργοις
ἐκείνου καὶ
φρεσίν, τάχ’ ἂν
τόδ’ ἦν·
ἀλλ’ οὔτε νιν
φυγόντα
μητρόθεν
σκότον,

665
οὔτ’ ἐν
τροφαῖσιν, οὔτ’
ἐφηβήσαντά πω,
οὔτ’ ἐν
γενείου
ξυλλογῇ
τριχώματος,
Δίκη προσεῖδε
καὶ
κατηξιώσατο·
οὐδ’ ἐν πατρῴας
μὴν χθονὸς
κακουχίᾳ
οἶμαί νιν
αὐτῷ νῦν
παραστατεῖν
πέλας.

670
ἦ δῆτ’ ἂν εἴη
πανδίκως
ψευδώνυμος
Δίκη, ξυνοῦσα
φωτὶ παντόλμῳ
φρένας.
τούτοις
πεποιθὼς εἶμι
καὶ
ξυστήσομαι
αὐτός· τίς
ἄλλος μᾶλλον
ἐνδικώτερος;
ἄρχοντί τ’
ἄρχων καὶ
κασιγνήτῳ
κάσις,

675
ἐχθρὸς σὺν
ἐχθρῷ
στήσομαι. φέρ’
ὡς τάχος
κνημῖδας,
αἰχμῆς καὶ
πέτρων
προβλήματα.
Χο. μή, φίλτατ’
ἀνδρῶν,
Οἰδίπου τέκος,
γένῃ
ὀργὴν ὁμοῖος
τῷ κάκιστ’
αὐδωμένῳ·
ἀλλ’ ἄνδρας
Ἀργείοισι
Καδμείους
ἅλις

680
ἐς χεῖρας
ἐλθεῖν· αἷμα
γὰρ καθάρσιον.
ἀνδροῖν δ’
ὁμαίμοιν
θάνατος ὧδ’
αὐτοκτόνος -
οὐκ ἔστι
γῆρας τοῦδε
τοῦ μιάσματος.
Ετ. εἴπερ
κακὸν φέροι
τις, αἰσχύνης
ἄτερ
ἔστω· μόνον
γὰρ κέρδος ἐν
τεθνηκόσι·

685
κακῶν δὲ
κᾀσχρῶν οὔτιν’
εὐκλείαν
ἐρεῖς.
Χο. τί μέμονας,
τέκνον; μή τί
σε θυμοπλη-
  [στρ. α.
θὴς
δορίμαργος ἄτα
φερέτω· κακοῦ
δ’
ἔκβαλ’ ἔρωτος
ἀρχάν.
Ετ. ἐπεὶ τὸ
πρᾶγμα κάρτ’
ἐπισπέρχει
θεός,

690
ἴτω κατ’ οὖρον,
κῦμα Κωκυτοῦ
λαχόν,
Φοίβῳ
στυγηθὲν πᾶν
τὸ Λαΐου γένος.
Χο. ὠμοδακής σ’
ἄγαν ἵμερος
ἐξοτρύ-   [ἀντ.
α.
νει
πικρόκαρπον
ἀνδροκτασίαν
τελεῖν
αἵματος οὐ
θεμιστοῦ.

695
Ετ. φίλου γὰρ
ἐχθρά μοι
πατρὸς μέλαιν’
Ἀρὰ
ξηροῖς
ἀκλαύτοις
ὄμμασιν
προσιζάνει,
λέγουσα
κέρδος
πρότερον
ὑστέρου μόρου.
Χο. ἀλλὰ σὺ μὴ ‘ποτρύνου·
κακὸς οὐ κεκλή-
  [στρ. β.
σῃ βίον εὖ
κυρήσας·
μελάναιγις [δ’]
οὐκ

700
†εἶσι δόμων
Ἐρινύς, ὅταν ἐκ
χερῶν
θεοὶ θυσίαν
δέχωνται.
Ετ. θεοῖς μὲν
ἤδη πως
παρημελήμεθα,
χάρις δ’ ἀφ’
ἡμῶν ὀλομένων
θαυμάζεται·
τί οὖν ἔτ’ ἂν
σαίνοιμεν
ὀλέθριον
μόρον;

705
Χο. νῦν ὅτε σοι
παρέστακεν·
ἐπεὶ δαίμων
  [ἀντ. β.
λήματος ἂν
τροπαίᾳ
χρονίᾳ μεταλ-
λακτὸς ἴσως
ἂν ἔλθοι θελεμωτέρῳ
πνεύματι· νῦν
δ’ ἔτι ζεῖ.
Ετ. ἐξέζεσεν
γὰρ Οἰδίπου
κατεύγματα·

710
ἄγαν δ’ ἀληθεῖς
ἐνυπνίων
φαντασμάτων
ὄψεις,
πατρῴων
χρημάτων
δατήριοι.
Χο. πιθοῦ
γυναιξί,
καίπερ οὐ
στέργων ὅμως.
Ετ. λέγοιτ’ ἂν
ὧν ἄνη τις·
οὐδὲ χρὴ
μακράν.
Χο. μὴ ἔλθῃς
ὁδοὺς σὺ τάσδ’
ἐφ’ ἑβδόμαις
πύλαις.

715
Ετ. τεθηγμένον
τοί μ’ οὐκ
ἀπαμβλυνεῖς
λόγῳ.
Χο. νίκην γε
μέντοι καὶ
κακὴν τιμᾷ
θεός.
Ετ. οὐκ ἄνδρ’
ὁπλίτην τοῦτο
χρὴ στέργειν
ἔπος.
Χο. ἀλλ’
αὐτάδελφον
αἷμα
δρέψασθαι
θέλεις;
Ετ. θεῶν
διδόντων οὐκ
ἂν ἐκφύγοις
κακά.

720
ΧΟΡΟΣ
πέφρικα τὰν
ὠλεσίοικον
  [στρ. α.
θεόν, οὐ θεοῖς
ὁμοίαν,
παναληθῆ,
κακόμαντιν,
πατρὸς
εὐκταίαν
Ἐρινὺν
τελέσαι τὰς
περιθύμους

725
κατάρας
Οἰδιπόδα
βλαψίφρονος·
παιδολέτωρ δ’
ἔρις ἅδ’
ὀτρύνει.
ξένος δὲ
κλήρους
ἐπινωμᾷ
  [ἀντ. α.
Χάλυβος
Σκυθῶν
ἄποικος,
κτεάνων
χρηματοδαίτας

730
πικρός,
ὠμόφρων
σίδαρος,
χθόνα ναίειν
διαπήλας
ὁπόσαν καὶ
φθιμένοισιν
κατέχειν,
τῶν μεγάλων
πεδίων
ἀμοίρους.
ἐπεὶ δ’ ἂν
αὐτοκτόνως
  [στρ. β.

735
αὐτοδάικτοι
θάνω-
σι, καὶ γαΐα
κόνις
πίῃ
μελαμπαγὲς
αἷμα φοίνιον,
τίς ἂν
καθαρμοὺς πόροι,
τίς ἄν σφε
λούσειεν; ὦ

740
πόνοι δόμων
νέοι παλαι-
οῖσι
συμμιγεῖς
κακοῖς.
παλαιγενῆ γὰρ
λέγω   [ἀντ. β.
παρβασίαν
ὠκύποι-
νον, αἰῶνα δ’ ἐς
τρίτον

745
μένειν,
Ἀπόλλωνος
εὖτε Λάιος
βίᾳ, τρὶς
εἰπόντος ἐν
μεσομφάλοις
Πυθικοῖς
χρηστηρίοις
θνῄσκοντα γέν-
νας ἄτερ
σῴζειν πόλιν.

750
κρατηθεὶς δ’ ἐκ
φιλᾶν
ἀβουλιᾶν
  [στρ. γ.
ἐγείνατο μὲν
μόρον αὑτῷ,
πατροκτόνον
Οἰδιπόδαν,
ὅστε ματρὸς
ἁγνὰν
σπείρας
ἄρουραν, ἵν’
ἐτράφη,

755
ῥίζαν
αἱματόεσσαν
ἔτλα·
παράνοια
συνᾶγε
νυμφίους
φρενώλης.
κακῶν δ’ ὥσπερ
θάλασσα κῦμ’
ἄγει·   [ἀντ. γ.
τὸ μὲν πίτνον,
ἄλλο δ’ ἀείρει

760
τρίχαλον, ὃ καὶ
περὶ πρύμ-
ναν πόλεως
καχλάζει.
μεταξὺ δ’ ἀλκὰ
δι’ ὀλίγου
τείνει,
πύργος ἐν
εὔρει.
δέδοικα δὲ
σὺν βασιλεῦσι

765
μὴ πόλις
δαμασθῇ.
τέλειαι γὰρ
παλαιφάτων
ἀρᾶν   [στρ. δ.
βαρέαι
καταλλαγαί·
τὰ δ’ ὀλο-
ὰ πενομένους
παρέρχεται,
πρόπρυμνα δ’
ἐκβολὰν φέρει

770
ἀνδρῶν
ἀλφηστᾶν
ὄλβος ἄγαν
παχυνθείς.
τίν’ ἀνδρῶν
γὰρ τοσόνδ’
ἐθαύμασαν
  [ἀντ. δ.
θεοὶ [καὶ]
ξυνέστιοι
πόλεος
ὁ πολύβοτός τ’
αἰὼν βροτῶν,

775
ὅσον τότ’
Οἰδίπουν τίον,
τὰν
ἁρπαξάνδραν
κῆρ’ ἀφελόντα
χώρας;
ἐπεὶ δ’
ἀρτίφρων
  [στρ. ε.
ἐγένετο
μέλεος ἀθλίων

780
γάμων, ἐπ’ ἄλγει
δυσφορῶν
μαινομένᾳ
κραδίᾳ
δίδυμα κάκ’
ἐτέλεσεν·
πατροφόνῳ
χερὶ τῶν
†κρεισσοτέκνων
[δ’ ἀπ’] ὀμμάτων
ἐπλάγχθη· †

785
τέκνοις δ’
ἀρχαίας
  [ἀντ. ε.
ἐφῆκεν
ἐπίκοτος τροφᾶς,
αἰαῖ,
πικρογλώσσους
ἀράς,
καί σφε
σιδαρονόμῳ
διὰ χερί ποτε
λαχεῖν

790
κτήματα· νῦν
δὲ τρέω
μὴ τελέσῃ
καμψίπους
Ἐρινύς.
Αγ. θαρσεῖτε,
παῖδες
μητέρων
τεθραμμέναι.
πόλις
πέφευγεν ἥδε
δούλιον
ζυγόν·
πέπτωκεν
ἀνδρῶν
ὀβρίμων
κομπάσματα·

795
πόλις δ’ ἐν
εὐδίᾳ τε καὶ
κλυδωνίου
πολλαῖσι
πληγαῖς
ἄντλον οὐκ
ἐδέξατο.
στέγει δὲ
πύργος, καὶ
πύλας
φερεγγύοις
ἐφραξάμεσθα
μονομάχοισι
προστάταις·
καλῶς ἔχει τὰ
πλεῖστ’ ἐν ἓξ
πυλώμασιν·

800
τὰς δ’ ἑβδόμας
ὁ σεμνὸς
ἑβδομαγέτας
ἄναξ Ἀπόλλων
εἵλετ’, Οἰδίπου
γένει
κραίνων
παλαιὰς Λαΐου
δυσβουλίας.
Χο. τί δ’ ἐστὶ
πρᾶγος
νεόκοτον
πόλει πλέον;
Αγ. πόλις
σέσωται·
βασιλέῳν δ’
ὁμοσπόροιν -

805
Χο. οἲ ‘γὼ
τάλαινα·
μάντις εἰμὶ
τῶν κακῶν.
Αγ. πέπωκεν
αἷμα γαῖ’ ὑπ’
ἀλλήλων φόνῳ.
Χο. τί δ’ ἐστὶ
πρᾶγος
νεόκοτον
πόλει πλέον;
Αγ. ἅνδρες
τεθνᾶσιν ἐκ
χερῶν
αὐτοκτόνων.
Χο. τίνες; τί δ’
εἶπας;
παραφρονῶ
φόβῳ λόγου.
Αγ. φρονοῦσα
νῦν ἄκουσον·
Οἰδίπου γένος -

810
Χο. ἐκεῖθι
κἦλθον; βαρέα
δ’ οὖν ὅμως
φράσον.
Αγ. οὕτως
ἀδελφαῖς
χερσὶν
ἠναίρονθ’ ἅμα;
Χο. οὐδ’
ἀμφιλέκτως
μὴν
κατεσποδημένοι
-
Αγ. οὕτως ὁ
δαίμων κοινὸς
ἦν ἀμφοῖν ἄγαν,
αὐτὸς δ’
ἀναλοῖ δῆτα
δύσποτμον
γένος.

815
τοιαῦτα
χαίρειν καὶ
δακρύεσθαι
πάρα,
πόλιν μὲν εὖ
πράσσουσαν, οἱ
δ’ ἐπιστάται,
δισσὼ
στρατηγώ,
διέλαχον
σφυρηλάτῳ
Σκύθῃ σιδήρῳ
κτημάτων
παμπησίαν.
ἕξουσι δ’ ἣν
λάβωσιν ἐν ταφῇ
χθονός,

820
πατρὸς κατ’
εὐχὰς
δυσπότμως
φορούμενοι.

ΧΟΡΟΣ
ὦ μεγάλε Ζεῦ
καὶ πολιοῦχοι
δαίμονες, οἳ
δὴ Κάδμου
πύργους
†τούσδε
ῥύεσθε·

825
πότερον χαίρω
κἀπολολύξω
πόλεως
ἀσινεῖ †σωτῆρι
...
ἢ τοὺς
μογεροὺς καὶ
δυσδαίμονας
ἀτέκνους
κλαύσω
πολεμάρχους;
οἳ δῆτ’ ὀρθῶς
κατ’ ἐπωνυμίαν

830
‹κλεινοί τ’
ἐτεὸν καὶ
πολυνεικεῖς›
ὤλοντ’ ἀσεβεῖ
διανοίᾳ.
ὦ μέλαινα καὶ
τελεία   [στρ.
α.
γένεος
Οἰδίπου τ’ Ἀρά,
κακόν με
καρδίαν τι
περιπίτνει
κρύος.

835
ἔτευξα τύμβῳ
μέλος
θυιὰς
αἱματοσταγεῖς
νεκροὺς
κλύουσα
δυσμόρως
θανόντας· ἦ
δύσορνις ἅ-
δε ξυναυλία
δορός.

840
ἐξέπραξεν, οὐδ’
ἀπεῖπεν
  [ἀντ. α.
πατρόθεν
εὐκταία
φάτις·
βουλαὶ δ’
ἄπιστοι Λαΐου
διήρκεσαν.
μέριμνα δ’
ἀμφὶ πτόλιν·
θέσφατ’ οὐκ
ἀμβλύνεται.

845
ἰὼ πολύστονοι,
τόδ’ εἰρ-
γάσασθ’
ἄπιστον· ἦλθε
δ’ αἰ-
ακτὰ πήματ’ οὐ
λόγῳ.
- τάδ’
αὐτόδηλα,
προῦπτος
ἀγγέλου
λόγος·
διπλαῖ
μέριμναι,
διδύμα δ’
ἀνορέα·

850
κάκ’ αὐτοφόνα
δίμοιρα τέλεα
τάδε πάθη.
 τί φῶ; - τί δ’
ἄλλο γ’ ἢ πόνοι
 πόνων δόμων
ἐφέστιοι; -
- ἀλλὰ γόων, ὦ
φίλαι, κατ’
οὖρον

855
ἐρέσσετ’ ἀμφὶ
κρατὶ
πόμπιμον χεροῖν
πίτυλον, ὃς
αἰὲν δι’
Ἀχέροντ’
ἀμείβεται,
τὰν ἄστονον
μελάγκροκον
ναύστολον
θεωρίδα,
τὰν ἀστιβῆ ‘πόλλωνι,
τὰν ἀνάλιον,

860
πάνδοκον εἰς
ἀφανῆ τε
χέρσον.
- ἀλλὰ γὰρ
ἥκουσ’ αἵδ’ ἐπὶ
πρᾶγος
πικρὸν
Ἀντιγόνη τ’ ἠδ’
Ἰσμήνη,
θρῆνον
ἀδελφοῖν· οὐκ
ἀμφιβόλως
οἶμαί σφ’
ἐρατῶν ἐκ
βαθυκόλπων

865
στηθέων ἥσειν
ἄλγος ἐπάξιον.
ἡμᾶς δὲ δίκη
πρότερον
φήμης
τὸν
δυσκέλαδόν θ’
ὕμνον Ἐρινύος
ἀχεῖν Ἀίδα τ’

870
ἐχθρὸν παιᾶν’
ἐπιμέλπειν.
- ἰώ.
δυσαδελφόταται
πασῶν ὁπόσαι
στρόφον
ἐσθῆσιν
περιβάλλονται,
κλαίω,
στένομαι, καὶ
δόλος οὐδεὶς
μὴ ‘κ φρενὸς
ὀρθῶς με
λιγαίνειν.

875
Αν. ἰὼ ἰὼ
δύσφρονες,
  [στρ. α.
φίλων ἄπιστοι
καὶ κακῶν
ἀτρύμονες,
δόμους
ἑλόντες πατρῴ-
ους μέλεοι
σὺν ἀλκᾷ.
Χο. μέλεοι δῆθ’
οἳ μελέους
θανάτους

880
ηὕροντο δόμων
ἐπὶ λύμῃ.
Ισ. ἰὼ ἰὼ
δωμάτων   [ἀντ.
α.
ἐρειψίτοιχοι
καὶ πικρὰς
μοναρχίας
ἰδόντες, ἤδη
διήλ-

885
λαχθε σὺν
σιδάρῳ.
Χο. κάρτα δ’
ἀληθῆ πατρὸς
Οἰδιπόδα
πότνι’ Ἐρινὺς
ἐπέκρανεν.
Αν. δι’
εὐωνύμων
τετυμμένοι,
  [στρ. β.
τετυμμένοι
δῆθ’, ὁμο-

890
σπλάγχνων τε
πλευρωμάτων
.   .   .   .   .
αἰαῖ
δαιμόνιοι,
αἰαῖ δ’
ἀντιφόνων
‹ἐκ› θανάτων
ἀραί.

895
Χο. διανταίαν
λέγεις [πλαγὰν]
δόμοισι καὶ
σώμασιν
πεπλαγμένους,
[ἐννέπω]
ἀναυδάτῳ
μένει
ἀραίῳ τ’, ἐκ
πατρὸς
‹δ’ οὐ›
διχόφρονι
πότμῳ.

900
Ισ. διήκει δὲ
καὶ πόλιν
στόνος,   [ἀντ.
β.
στένουσι
πύργοι, στένει
πέδον φίλανδρον·
μένει
‹δὲ› κτέαν’
ἐπιγόνοις,
δι’ ὧν
αἰνομόροις,

905
δι’ ὧν νεῖκος
ἔβα
καὶ θανάτου
τέλος.
Χο.
ἐμοιράσαντο δ’
ὀξυκάρδιοι
κτήμαθ’, ὥστ’
ἴσον λαχεῖν.
διαλλακτῆρι δ’
οὐκ
ἀμεμφεία
φίλοις,

910
οὐδ’ ἐπίχαρις
Ἄρης.
Αν.
σιδηρόπληκτοι
μὲν ὧδ’ ἔχουσιν
  [στρ. γ.
σιδηρόπληκτοι
δὲ τοὺς
μένουσι -
τάχ’ ἄν τις
εἴποι, τίνες;
τάφων πατρῴων
λαχαί.

915
Χο. †δόμων μάλ’
ἀχάεσσα τοὺς †
προπέμπει
δαϊκτὴρ γόος
αὐ-
τόστονος,
αὐτοπήμων,
δαϊόφρων, οὐ
φιλογα-
θής, ἐτύμως
δακρυχέων

920
ἐκ φρενός, ἃ
κλαιομένας
μου μινύθει,
τοῖνδε δυοῖν
ἀνάκτοιν.
Ισ. πάρεστι δ’
εἰπεῖν ἐπ’
ἀθλίοισιν
  [ἀντ. γ.
ὡς ἐρξάτην
πολλὰ μὲν
πολίτας,
ξένων τε
πάντων στίχας

925
πολυφθόρους
ἐν δαΐ.
Χο. δυσδαίμων
σφιν ἁ τεκοῦσα
πρὸ πασᾶν
γυναικῶν
ὁπόσαι
τεκνογόνοι
κέκληνται.
παῖδα τὸν
αὑτᾶς πόσιν αὑ-
τᾷ θεμένα
τούσδ’ ἔτεχ’, οἱ

930
δ’ ὧδ’
ἐτελεύτασαν
ὑπ’ ἀλ-
λαλοφόνοις
χερσὶν
ὁμοσπόροισιν.
Αν. ὁμόσποροι
δῆτα καὶ
πανώλεθροι,
  [στρ. δ.
διατομαῖς οὐ
φίλαις,

935
ἔριδι
μαινομένᾳ,
νείκεος ἐν
τελευτᾷ.
Χο. πέπαυται δ’
ἔχθος, ἐν δὲ
γαίᾳ
ζόα φονορύτῳ

940
μέμεικται·
κάρτα δ’ εἴσ’
ὅμαιμοι.
πικρὸς λυτὴρ
νεικέων ὁ
πόντιος
ξεῖνος ἐκ
πυρὸς συθεὶς
θηκτὸς
σίδαρος·
πικρὸς δὲ
χρημάτων

945
ἴσος δατητὰς
Ἄρης ἀρὰν
πατρῴ-
αν τιθεὶς
ἀλαθῆ.
Ισ. ἔχουσι
μοῖραν
λαχόντες οἱ
μέλεοι   [ἀντ.
δ.
διοδότων
λάξεων·
ὑπὸ δὲ σώματι
γᾶς

950
πλοῦτος
ἄβυσσος ἔσται.
Χο. ἰὼ πολλοῖς
ἐπανθίσαντες
πόνοισι
γενεάν·
τελευταῖαι δ’
ἐπηλάλαξαν
Ἀραὶ τὸν ὀξὺν
νόμον,
τετραμμένου

955
παντρόπῳ φυγᾷ
γένους.
ἕστακε δ’ Ἄτας
τροπαῖον ἐν
πύλαις,
ἐν αἷς
ἐθείνοντο, καὶ
δυοῖν κρατή-

960
σας ἔληξε
δαίμων.
Αν. παιθεὶς ἔπαισας.
Ισ.   σὺ δ’
ἔθανες
κατακτανών.
Αν. δορὶ δ’
ἔκανες. Ισ. δορὶ
δ’ ἔθανες.
Αν. μελεοπόνος
Ισ. μελεοπαθής
(Αν. ἴτω γόος, Ισ.
ἴτω δάκρυ,)

965
Αν. πρόκεισαι,
Ισ. κατακτάς.
Αν. ἠέ. Ισ. ἠέ.
  [στρ. α.
Αν. μαίνεται
γόοισι φρήν.
Ισ. ἐντὸς δὲ
καρδία στένει.
Αν. ἰωιὼ
πανδάκρυτε σύ.

970
Ισ. σὺ δ’ αὖτε
καὶ πανάθλιε.
Αν. πρὸς φίλου
ἔφθισο. Ισ. καὶ
φίλον ἔκτανες.
Αν. διπλόα
λέγειν. Ισ.
διπλόα δ’ ὁρᾶν.
Αν. †ἀχέων
τοίων τάδ’
ἐγγύθεν.
Ισ. πέλας δ’ αἵδ’
ἀδελφαὶ
ἀδελφεῶν. †

975
Χο. ἰὼ Μοῖρα
βαρυδότειρα
μογερά,
πότνιά τ’
Οἰδίπου σκιά·
μέλαιν’
Ἐρινύς, ἦ
μεγασθενής
τις εἶ.
Αν. ἠέ. Ισ. ἠέ.
  [ἀντ. α.
Αν. δυσθέατα
πήματα -
Ισ. ἐδείξατ’ ἐκ
φυγᾶς ἐμοί.

980
Αν. οὐδ’ ἵκεθ’ ὡς
κατέκτανεν.
Ισ. σωθεὶς δὲ
πνεῦμ’
ἀπώλεσεν.
Αν. ὤλεσε δῆθ’
‹ὅδε› - Ισ. καὶ
τὸν ἐνόσφισεν.
Αν. ὀλοὰ λέγειν.
Ισ. ὀλοὰ δ’ ὁρᾶν.
Αν. †δύστονα
κήδε’ ὁμώνυμα.

985
Ισ. δίυγρα
τριπάλτων
πημάτων. †
Χο. ἰὼ Μοῖρα
βαρυδότειρα
μογερά,
πότνιά τ’
Οἰδίπου σκιά·
μέλαιν’
Ἐρινύς, ἦ
μεγασθενής
τις εἶ.
Αν. σὺ τοί νιν
οἶσθα
διαπερῶν,

990
Ισ. σὺ δ’ οὐδὲν
ὕστερος μαθών,
Αν. ἐπεὶ κατῆλθες
ἐς πόλιν,
Ισ. δορός γε
τῷδ’ ἀντηρέτας.
Αν. τάλαν
γένος, Ισ.
τάλανα παθόν.
Αν. ἰὼ πόνος, Ισ.
ἰὼ κακά,

995
Αν. δώμασι, Ισ.
καὶ χθονί,
Αν. πρὸ πάντων
δ’ ἐμοί.
Ισ. καὶ τὸ
πρόσω γ’ ἐμοί.
Αν. ἰὼ ἰώ,
δυστόνων
κακῶν ἄναξ,
Ἐτεόκλεις
ἀρχαγέτα
.   .   .   .  
.   .
1000
Ισ. ἰώ, πάντων
πολυπονωτάτω.
Αν. ἰώ,
δαιμονῶντ’ ἐν
ἄτᾳ.
Ισ. ἰώ, ποῦ σφε
θήσομεν
χθονός;
Αν. ἰώ, ὅπου
τιμιώτατον.
Ισ. ἰὼ ἰώ, πῆμα
πατρὶ
πάρευνον.
1005
[ΚΗΡΥΞ
δοκοῦντα καὶ
δόξαντ’
ἀπαγγέλλειν
με χρὴ
δήμου
προβούλοις
τῆσδε
Καδμείας
πόλεως·
Ἐτεοκλέα μὲν
τόνδ’ ἐπ’
εὐνοίᾳ χθονὸς
θάπτειν ἔδοξε
γῆς φίλαις
κατασκαφαῖς·
στέγων γὰρ
ἐχθροὺς
θάνατον εἵλετ’
ἐν πόλει,
1010
ἱερῶν πατρῴων
δ’ ὅσιος ὢν
μομφῆς ἄτερ
τέθνηκεν
οὗπερ τοῖς
νέοις
θνῄσκειν
καλόν.
οὕτω μὲν ἀμφὶ
τοῦδ’
ἐπέσταλται
λέγειν·
τούτου δ’
ἀδελφὸν τόνδε
Πολυνείκους
νεκρὸν
ἔξω βαλεῖν
ἄθαπτον,
ἁρπαγὴν κυσίν,
1015
ὡς ὄντ’
ἀναστατῆρα
Καδμείων
χθονός,
εἰ μὴ θεῶν τις
ἐμποδὼν ἔστη
δορὶ
τῷ τοῦδ’. ἄγος
δὲ καὶ θανὼν
κεκτήσεται
θεῶν πατρῴων,
οὓς ἀτιμάσας
ὅδε
στράτευμ’
ἐπακτὸν
ἐμβαλὼν ᾕρει
πόλιν.
1020
οὕτω πετηνῶν
τόνδ’ ὑπ’
οἰωνῶν δοκεῖ
ταφέντ’
ἀτίμως
τοὐπιτίμιον
λαβεῖν,
καὶ μήθ’
ὁμαρτεῖν
τυμβοχόα
χειρώματα
μήτ’
ὀξυμόλποις
προσσέβειν
οἰμώγμασιν,
ἄτιμον εἶναι
δ’ ἐκφορᾶς
φίλων ὕπο.
1025
τοιαῦτ’ ἔδοξε
τῷδε Καδμείων
τέλει.
Αν. ἐγὼ δὲ
Καδμείων γε
προστάταις
λέγω·
ἢν μή τις
ἄλλος τόνδε
συνθάπτειν
θέλῃ,
ἐγώ σφε θάψω
κἀνὰ κίνδυνον
βαλῶ
θάψασ’
ἀδελφὸν τὸν
ἐμόν, οὐδ’
αἰσχύνομαι
1030
ἔχουσ’ ἄπιστον
τήνδ’ ἀναρχίαν
πόλει.
δεινὸν τὸ
κοινὸν
σπλάγχνον οὗ
πεφύκαμεν,
μητρὸς
ταλαίνης κἀπὸ
δυστήνου
πατρός.
τοιγὰρ θέλουσ’
ἄκοντι κοινώνει
κακῶν,
ψυχή, θανόντι
ζῶσα συγγόνῳ
φρενί.
1035
τούτου δὲ
σάρκας  .  .  .  .  .  .
.  .  .  .  .  οὐδὲ
κοιλογάστορες
λύκοι
πάσονται· μὴ
δοκησάτω τινί.
τάφον γὰρ
αὐτὴ καὶ
κατασκαφὰς
ἐγώ,
γυνή περ οὖσα,
τῷδε
μηχανήσομαι,
κόλπῳ
φέρουσα
βυσσίνου
πεπλώματος,
1040
καὐτὴ καλύψω·
μηδέ τῳ δόξῃ
πάλιν.
θάρσει
παρέσται
μηχανὴ
δραστήριος.
Κη. αὐδῶ πόλιν
σε μὴ
βιάζεσθαι
τάδε.
Αν. αὐδῶ σε μὴ
περισσὰ
κηρύσσειν
ἐμοί.
Κη. τραχύς γε
μέντοι δῆμος
ἐκφυγὼν κακά.
1045
Αν. τράχυν’·
ἄθαπτος δ’
οὗτος οὐ
γενήσεται.
Κη. ἀλλ’ ὃν πόλις
στυγεῖ, σὺ
τιμήσεις
τάφῳ;
Αν. †ἤδη τὰ τοῦδ’
οὐ
διατετίμηται
θεοῖς.
Κη. οὔ, πρίν γε
χώραν τήνδε
κινδύνῳ
βαλεῖν.
Αν. παθὼν
κακῶς
κακοῖσιν
ἀντημείβετο.
1050
Κη. ἀλλ’ εἰς
ἅπαντας ἀνθ’
ἑνὸς τόδ’ ἔργον
ἦν.
Αν. .   .   .  
.   .   .   .   .
Κη. Ἔρις
περαίνει μῦθον
ὑστάτη θεῶν.
Αν. ἐγὼ δὲ θάψω
τόνδε· μὴ
μακρηγόρει.
Κη. ἀλλ’
αὐτόβουλος
ἴσθ’, ἀπεννέπω δ’
ἐγώ.
Χο. φεῦ φεῦ.
ὦ μεγάλαυχοι
καὶ
φθερσιγενεῖς
1055
Κῆρες Ἐρινύες,
αἵτ’ Οἰδιπόδα
γένος
ὠλέσατε
πρυμνόθεν
οὕτως,
τί πάθω; τί δὲ
δρῶ; τί δὲ
μήσωμαι;
πῶς τολμήσω
μήτε σε
κλαίειν
μήτε
προπέμπειν
ἐπὶ τύμβῳ;
1060
ἀλλὰ φοβοῦμαι
κἀποτρέπομαι
δεῖμα
πολιτῶν.
σύ γε μὴν
πολλῶν
πενθητήρων
τεύξῃ·
κεῖνος δ’ ὁ
τάλας ἄγοος
μονόκλαυτον
ἔχων θρῆνον
ἀδελφῆς
1065
εἶσιν· τίς ἂν
οὖν τὰ
πίθοιτο;
Ημ. δράτω ‹τι›
πόλις καὶ μὴ
δράτω
τοὺς κλαίοντας
Πολυνείκη.
ἡμεῖς γὰρ
ἴμεν καὶ
συνθάψομεν
αἵδε
προπομποί. καὶ
γὰρ γενεᾷ
1070
κοινὸν τόδ’
ἄχος, καὶ πόλις
ἄλλως
ἄλλοτ’
ἐπαινεῖ τὰ
δίκαια.
Ημ. ἡμεῖς δ’ ἅμα
τῷδ’, ὥσπερ τε
πόλις
καὶ τὸ
δίκαιον
ξυνεπαινεῖ.
μετὰ γὰρ
μάκαρας καὶ
Διὸς ἰσχὺν
1075
ὅδε Καδμείων
ἤρυξε πόλιν
μὴ ‘νατραπῆναι
μηδ’ ἀλλοδαπῶν
κύματι φωτῶν
κατακλυσθῆναι
τὰ μάλιστα.]

Other books

Rose Madder by Stephen King
The Outsider by Rosalyn West
H.M. Hoover - Lost Star by H. M. Hoover
Hell or High Water by Alexander, Jerrie
Blood Lies by Daniel Kalla