Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) (56 page)

BOOK: Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)
4.02Mb size Format: txt, pdf, ePub

πρὶν ἄνδρ’
ἀπευκτὸν τῷδε
χριμφθῆναι
χροΐ·
πρόπαρ
θανούσας [δ’]
Ἀίδας ἀνάσσοι.
πόθεν δέ μοι
γένοιτ’ ἂν
αἰθέρος
θρόνος,
   [στρ. β.
πρὸς ὃν
κύφελλ’ ὑδρηλὰ
γίγνεται χιών,
ἢ λισσὰς
αἰγίλιψ ἀπρόσ-

795
δεικτος
οἰόφρων
κρεμὰς
γυπιὰς πέτρα,
βαθὺ
πτῶμα
μαρτυροῦσά
μοι,
πρὶν
δαΐκτορος βίᾳ
καρδίας γάμου
κυρῆσαι;

800
κυσὶν δ’ ἔπειθ’
ἕλωρα
κἀπιχωρίοις
  [ἀντ. β.
ὄρνισι δεῖπνον
οὐκ ἀναίνομαι
πέλειν·
τὸ γὰρ θανεῖν
ἐλευθεροῦ-
ται
φιλαιάκτων
κακῶν.
ἐλθέτω μόρος,
πρὸ κοί-

805
τας γαμηλίου
τυχών.
ἀμφυγᾶς τίν’
ἔτι πόρον
τέτμω γάμου
λυτῆρα;
ἴυζε δ’ ὀμφάν,
οὐράνια  [στρ.
γ.
μέλη λιτανὰ
θεοῖσι καὶ

810
τέλεα δέ μοί
πως πελόμενα
[μοι],
λύσιμα
†μάχιμα δ’·
ἔπιδε, πάτερ,
βίαια μὴ
φίλοις ὁρῶν
ὄμμασιν
ἐνδίκως.

815
σεβίζου δ’
ἱκέτας σέθεν,
γαιάοχε
παγκρατὲς Ζεῦ.
†γένος γὰρ
Αἰγύπτιον
ὕβριν   [ἀντ. γ.
δύσφορον
ἀρσενογενὲς †
μετά με
δρόμοισι
διόμενοι

820
φυγάδα
μάταισι
πολυθρόοις
βίαια δίζηνται
λαβεῖν.
σὸν δ’ ἐπίπαν
ζυγὸν
ταλάντου. τί δ’
ἄνευ σέθεν
θνατοῖσι
τέλειόν
ἐστιν;

825
‹ΧΟΡΟΙ
ΔΑΝΑΙΔΩΝ καὶ
ΑΙΓΥΠΤΙΩΝ›
Δαδ. ό ό ό, ά ά ά·
ὅδε μάρπτις
νάιος γάιος·
τῶν πρό,
μάρπτι,
κάμνοις·
†ἰόφ.. ὀμ.. αὖθι
κάββας νυ..
δυΐαν βοὰν
ἀμφαίνω. †

830
ὁρῶ τάδε φροίμια
†πράξαν πόνων
βιαίων ἐμῶν.
ἠὲ ἠέ.
βαῖνε φυγᾷ
πρὸς ἀλκάν·
†βλοσυρόφρονα
χλιδᾷ ...
δύσφορα ναῒ
κἀν γᾷ ...

835
γάι’ ἄναξ
προτάσσου. †
‹Αιγ.› σοῦσθε
σοῦσθ’ ἐπὶ βᾶ-
ριν ὅπως
ποδῶν ...
οὐκοῦν;
οὐκοῦν;
τιλμοὶ τιλμοὶ
καὶ στιγμοί,

840
πολυαίμων
φόνιος
ἀποκοπὰ
κρατός.
σοῦσθε σοῦσθ’
†ὀλύμεναι
ὀλόμεν’ ἐπ’
ἀμάδα.
‹Δαδ.› εἴθ’ ἀνὰ
πολύρυτον
 [στρ. α.
ἁλμήεντα
πόρον

845
δεσποσίῳ ξὺν
ὕβρει
γομφοδέτῳ τε
δόρει διώλου.
‹Αιγ.› †αἵμον’ ἕσω
σ’ ἐπ’ ἀμάδα·
ἦ σὺ δουπια
τάπιτα; †
κελεύω βίᾳ
μεθέσθαι

850
†ἴχαρ φρενί τ’
ἄταν.
ἰὼ ἰόν .
λεῖφ’ ἕδρανα,
κί’ ἐς δόρυ,
ἀτίετον
ἄπολιν οὐ σέβω.
‹Δαδ.› μήποτε
πάλιν ἴδοις
  [ἀντ. α.

855
ἀλφεσίβοιον
ὕδωρ,
ἔνθεν
ἀεξόμενον
ζώφυτον αἷμα
βροτοῖσι
θάλλει.
‹Αιγ.› †ἄγειος
ἐγὼ βαθυχαῖος

860
βαθρείας
βαθρείας
γέρον. †
σὺ δ’ ἐν ναῒ ναῒ
βάσῃ
τάχα θέλεος
ἀθέλεος,
βίᾳ βίᾳ τε
πολλᾷ φροῦδα.
†βάτεαι
βαθυμιτροκακὰ
παθῶν †

865
[ὀλόμεναι
παλάμαις].
‹Δαδ.› αἰαῖ
αἰαῖ.  [στρ. β.
αἲ γὰρ
δυσπαλάμως
ὄλοιο
δι’ ἁλίρρυτον
ἄλσος,
κατὰ
Σαρπηδόνιον

870
χῶμα
πολύψαμμον
ἀλαθεὶς
Εὐρεΐαισιν
αὔραις.

ΚΗΡΥΞ
ἴυζε καὶ
λάκαζε καὶ
κάλει θεούς.
Αἰγυπτίαν
γὰρ βᾶριν οὐχ
ὑπερθορῇ.
[ἴυζε καὶ]

875
†βόα, πικρότερ’
ἀχέων οἰζύος
ὄνομ’ ἔχων. †
‹Δαδ.› οἰοῖ οἰοῖ
 [ἀντ. β.
λύμας, ᾇ σὺ πρὸ
γᾶς ὑλάσκων
†περιχαμπτὰ
βρυάζεις·
ὃς ἐπωπᾷ δ’, ὁ
μέγας

880
Νεῖλος,
ὑβρίζοντά σ’
ἀποτρέ-
ψειεν ἄιστον
ὕβριν.
Κη. βαίνειν
κελεύω βᾶριν
εἰς
ἀμφίστροφον
ὅσον τάχιστα·
μηδέ τις
σχολαζέτω.
ὁλκὴ γὰρ αὕτη
πλόκαμον
οὐδάμ’ ἅζεται.

885
Δαδ. οἰοῖ,
πάτερ, βρέτεος
ἄρος   [στρ. γ.
ἀτᾷ μ’· ἅλαδ’
ἄγει,
ἄραχνος ὥς,
βάδην.
ὄναρ ὄναρ
μέλαν,
ὀτοτοτοτοῖ,

890
μᾶ Γᾶ μᾶ Γᾶ,
βοὰν
φοβερὸν
ἀπότρεπε·
ὦ βᾶ Γᾶς παῖ
Ζεῦ.
Κη. οὔτοι
φοβοῦμαι
δαίμονας τοὺς
ἐνθάδε·
οὐ γάρ μ’
ἔθρεψαν, οὐδ’
ἐγήρασαν
τροφῇ.

895
Δαδ. μαιμᾷ
πέλας δίπους
ὄφις·   [ἀντ. γ.
ἔχιδνα δ’ ὥς με
‹φόνιος ἢ›
τί ποτέ ν‹ιν
καλῶ›
δάκος; ἀχ...
ὀτοτοτοτοῖ,

900
μᾶ Γᾶ μᾶ Γᾶ
βοὰν
φοβερὸν
ἀπότρεπε,
ὦ βᾶ Γᾶς παῖ
Ζεῦ.
Κη. εἰ μή τις ἐς
ναῦν εἶσιν
αἰνέσας τάδε,
λακὶς χιτῶνος
ἔργον οὐ
κατοικτιεῖ.

905
Χο. ἰὼ πόλεως
ἀγοὶ πρόμοι,
δάμναμαι.
‹Κη.› πολλοὺς
ἄνακτας,
παῖδας
Αἰγύπτου, τάχα
ὄψεσθε·
θαρσεῖτ’, οὐκ
ἐρεῖτ’
ἀναρχίαν.
‹Χο.› διωλόμεσθ’·
ἄεπτ’, ἄναξ,
πάσχομεν.
Κη. ἕλξειν
ἔοιχ’ ὑμᾶς
ἐπισπάσας
κόμης,

910
ἐπεὶ οὐκ
ἀκούετ’ ὀξὺ
τῶν ἐμῶν λόγων.
Βα. οὗτος, τί
ποιεῖς; ἐκ
ποίου
φρονήματος
ἀνδρῶν
Πελασγῶν τήνδ’
ἀτιμάζεις
χθόνα;
ἀλλ’ ἦ
γυναικῶν ἐς
πόλιν δοκεῖς
μολεῖν;
κάρβανος ὢν
Ἕλλησιν
ἐγχλίεις ἄγαν·

915
καὶ πόλλ’
ἁμαρτὼν οὐδὲν
ὤρθωσας φρενί.
Κη. τί δ’
ἠμπλάκηται
τῶνδ’ ἐμοὶ
δίκης ἄτερ;
Βα. ξένος μὲν
εἶναι πρῶτον
οὐκ ἐπίστασαι.
Κη. πῶς δ’ οὐχί;
τἄμ’ ὀλωλόθ’
εὑρίσκων ἄγω.
Βα. ποίοισιν
εἰπὼν
προξένοις
ἐγχωρίοις;

920
Κη. Ἑρμῇ,
μεγίστῳ
προξένων, μαστηρίῳ.
Βα. θεοῖσιν
εἰπὼν τοὺς
θεοὺς οὐδὲν
σέβῃ.
Κη. τοὺς ἀμφὶ
Νεῖλον
δαίμονας
σεβίζομαι.
Βα. οἱ δ’ ἐνθάδ’
οὐδέν, ὡς ἐγὼ
σέθεν κλύω;
Κη. ἄγοιμ’ ἄν, εἴ
τις τάσδε μὴ ‘ξαιρήσεται.

925
Βα. κλαίοις ἄν,
εἰ ψαύσειας, οὐ
μάλ’ ἐς μακράν.
Κη. ἤκουσα,
τοὖπος ‹δ’› οὐδαμῶς
φιλόξενον.
Βα. οὐ γὰρ
ξενοῦμαι τοὺς
θεῶν
συλήτορας.
Κη. λέγοιμ’ ἂν
ἐλθὼν παισὶν
Αἰγύπτου τάδε.
Βα.
ἀβουκόλητον
τοῦτ’ ἐμῷ
φρονήματι.

930
Κη. ἀλλ’ ὡς ἂν
εἰδὼς ἐννέπω
σαφέστερον -
καὶ γὰρ
πρέπει κήρυκ’
ἀπαγγέλλειν
τορῶς
ἕκαστα - πῶς
φῶ, πρὸς τίνος τ’
ἀφαιρεθεὶς
ἥκειν
γυναικῶν
αὐτανέψιον
στόλον;
οὔτοι δικάζει
ταῦτα
μαρτύρων ὕπο

935
Ἄρης, τὸ νεῖκος
δ’ οὐκ ἐν
ἀργύρου λαβῇ
ἔλυσεν· ἀλλὰ
πολλὰ
γίγνεται
πάρος
πεσήματ’
ἀνδρῶν
κἀπολακτισμοὶ
βίου.
‹Βα.› τί σοι
λέγειν χρὴ
τοὔνομ’; ἐν
χρόνῳ μαθὼν
εἴσῃ σύ τ’
αὐτὸς χοἰ
ξυνέμποροι
σέθεν.

940
ταύτας δ’
ἑκούσας μὲν
κατ’ εὔνοιαν
φρενῶν
ἄγοις ἄν,
εἴπερ εὐσεβὴς
πίθοι λόγος.
τοιάδε
δημόπρακτος
ἐκ πόλεως μία
ψῆφος
κέκρανται,
μήποτ’
ἐκδοῦναι βίᾳ
στόλον
γυναικῶν·
τῶνδ’ ἐφήλωται
τορῶς

945
γόμφος
διαμπάξ, ὡς
μένειν
ἀραρότως.
ταῦτ’ οὐ
πίναξίν ἐστιν
ἐγγεγραμμένα
οὐδ’ ἐν
πτυχαῖς
βίβλων
κατεσφραγισμένα,
σαφῆ δ’
ἀκούεις ἐξ
ἐλευθεροστόμου
γλώσσης.
κομίζου δ’ ὡς
τάχιστ’ ἐξ
ὀμμάτων.

950
‹Κη.› ἔοιγμεν ἤδη
πόλεμον
ἀρεῖσθαι
νέον·
εἴη δὲ νίκη
καὶ κράτος
τοῖς ἄρσεσιν.
‹Βα.› ἀλλ’
ἄρσενάς τοι
τῆσδε γῆς
οἰκήτορας
εὑρήσετ’, οὐ
πίνοντας ἐκ
κριθῶν μέθυ.
ὑμεῖς δὲ
πᾶσαι ξὺν
φίλαις
ὀπάοσιν

955
θράσος
λαβοῦσαι
στείχετ’
εὐερκῆ πόλιν,
πύργων
βαθείᾳ μηχανῇ
κεκλῃμένην.
καὶ δώματ’
ἐστὶ πολλὰ μὲν
τὰ δήμια,
δεδωμάτωμαι δ’
οὐδ’ ἐγὼ σμικρᾷ
χερί.
ἔνθ’ ἔστιν ὑμῖν
εὐτύκους
ναίειν δόμους

960
πολλῶν μετ’
ἄλλων· εἰ δέ
τις μείζων
χάρις,
πάρεστιν
οἰκεῖν καὶ
μονορρύθμους
δόμους.
τούτων τὰ
λῷστα καὶ τὰ
θυμηδέστατα -
πάρεστι -
λωτίσασθε.
προστάτης δ’
ἐγὼ
ἀστοί τε
πάντες, ὧνπερ
ἥδε κραίνεται

965
ψῆφος. τί τῶνδε
κυριωτέρους
μένεις;
Χο. ἀλλ’ ἀντ’
ἀγαθῶν
ἀγαθοῖσι
βρύοις,
δῖε Πελασγῶν.
πέμψον δὲ
πρόφρων δεῦρ’
ἡμέτερον
πατέρ’
εὐθαρσῆ
Δαναόν,
πρόνοον

970
καὶ βούλαρχον.
τοῦ γὰρ
προτέρα
μῆτις, ὅπου
χρὴ δώματα
ναίειν
καὶ τόπος
εὔφρων. πᾶς τις
ἐπειπεῖν
ψόγον
ἀλλοθρόοις
εὔτυκος· εἴη
δὲ τὰ λῷστα.

975
ξύν τ’ εὐκλείᾳ
καὶ ἀμηνίτῳ
βάξει λαῶν
ἐγχώρων
τάσσεσθε,
φίλαι δμωίδες,
οὕτως
ὡς ἐφ’ ἑκάστῃ
διεκλήρωσεν
Δαναὸς
θεραποντίδα
φερνήν.

980
Δα. ὦ παῖδες,
Ἀργείοισιν
εὔχεσθαι
χρεών,
θύειν τε
λείβειν θ’, ὡς
θεοῖς
Ὀλυμπίοις,
σπονδάς, ἐπεὶ
σωτῆρες οὐ
διχορρόπως.
καί μου τὰ μὲν
πραχθέντα
πρὸς τοὺς
ἐγγενεῖς
φίλους πικρῶς
ἤκουσαν
αὐτανεψίοις·

985
ἐμοὶ δ’ ὀπαδοὺς
τούσδε καὶ
δορυσσόους
ἔταξαν, ὡς
ἔχοιμι τίμιον
γέρας,
καὶ μήτ’
ἀέλπτως,
δορικανεῖ
μόρῳ θανὼν
λάθοιμι, χώρᾳ
δ’ ἄχθος ἀείζων
πέλοι,
.   .   .   .  
.   .   .
τοιῶνδε
τυγχάνοντας
ἐκ πρυμνῆς
φρενὸς

990
χάριν
σέβεσθαι
τιμιωτέραν
†ἐμοῦ.
καὶ ταῦθ’ ἅμ’
ἐγγράψασθε
πρὸς
γεγραμμένοις
πολλοῖσιν
ἄλλοις
σωφρονίσμασιν
πατρός,
ἀγνῶθ’ ὅμιλον,
ὡς ἐλέγχεται
χρόνῳ,
πᾶς δ’ ἐν
μετοίκῳ
γλῶσσαν
εὔτυκον φέρει

995
κακήν, τό τ’
εἰπεῖν
εὐπετὲς
μύσαγμά πως.
ὑμᾶς δ’ ἐπαινῶ
μὴ
καταισχύνειν
ἐμέ,
ὥραν ἐχούσας
τήνδ’
ἐπίστρεπτον
βροτοῖς.
τέρειν’ ὀπώρα
δ’ εὐφύλακτος
οὐδαμῶς·
θῆρες δὲ
κηραίνουσι
καὶ βροτοί - τί
μήν; -
1000
καὶ κνώδαλα
πτεροῦντα καὶ
πεδοστιβῆ.
†καρπώματα
στάζοντα
κηρύσσει
Κύπρις
κάλωρα
κωλύουσαν
θωσμένειν ἔρῳ, †
καὶ παρθένων
χλιδαῖσιν
εὐμόρφοις ἔπι
πᾶς τις
παρελθὼν
ὄμματος
θελκτήριον
1005
τόξευμ’
ἔπεμψεν,
ἱμέρου
νικώμενος.
πρὸς ταῦτα μὴ
πάθωμεν ὧν
πολὺς πόνος
πολὺς δὲ
πόντος οὕνεκ’
ἠρόθη δορί,
μηδ’ αἶσχος
ἡμῖν, ἡδονὴν δ’
ἐχθροῖς ἐμοῖς
πράξωμεν.
οἴκησις δὲ καὶ
διπλῆ πάρα·
1010
τὴν μὲν
Πελασγός, τὴν
δὲ καὶ πόλις
διδοῖ,
οἰκεῖν
λάτρων
ἄτερθεν·
εὐπετῆ τάδε.
μόνον φύλαξαι
τάσδ’
ἐπιστολὰς
πατρός,
τὸ σωφρονεῖν
τιμῶσα τοῦ
βίου πλέον.
Χο. τἄλλ’
εὐτυχοῖμεν
πρὸς θεῶν
Ὀλυμπίων·
1015
ἐμῆς δ’ ὀπώρας
οὕνεκ’ εὖ
θάρσει, πάτερ.
θεοῖς γὰρ εἴ
τι μὴ
βεβούλευται
νέον,
ἴχνος τὸ
πρόσθεν οὐ
διαστρέψω
φρενός.

ΧΟΡΟΙ
ΔΑΝΑΙΔΩΝ καὶ
ΘΕΡΑΠΑΙΝΩΝ
Δαδ. ἴτε μὰν
ἀστυάνακτας
 [στρ. α.
μάκαρας θεοὺς
γανάοντες
1020
πολιούχους τε
καὶ οἳ χεῦμ’
Ἐρασίνου
περιναίουσιν
παλαιόν.
ὑποδέξασθε ‹δ’›
ὀπαδοὶ
μέλος· αἶνος
δὲ πόλιν τάνδε
Πελασγῶν
ἐχέτω, μηδ’ ἔτι
Νείλου
1025
προχοὰς
σέβωμεν
ὕμνοις,
ποταμοὺς δ’ οἳ
διὰ χώρας
 [ἀντ. α.
θελεμὸν πῶμα
χέουσιν
πολύτεκνοι,
λιπαροῖς
χεύμασι γαίας
τόδε
μειλίσσοντες
οὖδας.
1030
ἐπίδοι δ’
Ἄρτεμις ἁγνὰ
στόλον
οἰκτιζομένα,
μηδ’ ὑπ’ ἀνάγκας
γάμος ἔλθοι
Κυθερείας·
Στύγιον πέλοι
τόδ’ ἆθλον.

ΘΕΡΑΠΑΙΝΑΙ
- Κύπριδος ‹δ’›
οὐκ ἀμελεῖ
θεσμὸς ὅδ’
εὔφρων.   [στρ.
β.
1035
δύναται γὰρ
Διὸς ἄγχιστα
σὺν Ἥρᾳ·
τίεται δ’
αἰολόμητις
θεὸς ἔργοις
ἐπὶ σεμνοῖς.
- μετάκοινοι
δὲ φίλᾳ ματρὶ
πάρεισιν
Πόθος ‹ᾇ› τ’
οὐδὲν ἄπαρνον
1040
τελέθει
θέλκτορι
Πειθοῖ.
- δέδοται δ’
Ἁρμονίᾳ μοῖρ’
Ἀφροδίτας
ψεδυρὰ τρίβοι
τ’ ἐρώτων.
- φυγάδεσσιν
δ’ ἐπιπλοίας
κακά τ’ ἄλγη
  [ἀντ. β.
πολέμους θ’
αἱματόεντας
προφοβοῦμαι.
1045
τί ποτ’
εὔπλοιαν
ἔπραξαν
ταχυπόμποισι
διωγμοῖς;
- ὅ τί τοι
μόρσιμόν
ἐστιν, τὸ
γένοιτ’ ἄν.
Διὸς οὐ
παρβατός
ἐστιν
μεγάλα φρὴν
ἀπέρατος.
1050
-
μετὰ πολλῶν δὲ
γάμων ἅδε
τελευτὰ
προτερᾶν
πέλοι
γυναικῶν.
Δαδ. ὁ μέγας
Ζεὺς ἀπαλέξαι
 [στρ. γ.
γάμον
Αἰγυπτογενῆ
μοι.
Θε. τὸ μὲν ἂν
βέλτατον εἴη·
1055
σὺ δὲ θέλγοις
ἂν ἄθελκτον;
Δαδ. σὺ δέ γ’ οὐκ
οἶσθα τὸ
μέλλον.
Θε. τί δὲ μέλλω
φρένα Δίαν
 [ἀντ. γ.
καθορᾶν, ὄψιν
ἄβυσσον;
Δαδ. μέτριον
νῦν ἔπος
εὔχου·
1060
τίνα καιρόν με
διδάσκεις;
Θε. τὰ θεῶν
μηδὲν ἀγάζειν.

ΧΟΡΟΣ
Ζεὺς ἄναξ ἀποστεροί-
 [στρ. δ.
η γάμον
δυσάνορα
δάιον, ὅσπερ
Ἰὼ
1065
πημονᾶς
ἐλύσατ’ εὖ
χειρὶ
παιωνίᾳ
κατασχεθών,
εὐμενῆ βίαν
κτίσας,
καὶ κράτος
νέμοι γυναι-
 [ἀντ. δ.
ξίν· τὸ
βέλτερον
κακοῦ
1070
καὶ τὸ
δίμοιρον αἰνῶ,
καὶ δίκᾳ
δίκας ἕπε-
σθαι, ξὺν
εὐχαῖς ἐμαῖς,
λυτηρίοις
μηχαναῖς θεοῦ
πάρα.

Ἀγαμέμνων
- AGAMEMNO
N

ΦΥΛΑΞ
Θεοὺς μὲν
αἰτῶ τῶνδ’
ἀπαλλαγὴν
πόνων,
φρουρᾶς
ἐτείας μῆκος,
ἣν κοιμώμενος
στέγαις
Ἀτρειδῶν
ἄγκαθεν, κυνὸς
δίκην,
ἄστρων
κάτοιδα
νυκτέρων
ὁμήγυριν,
  
5
καὶ τοὺς
φέροντας
χεῖμα καὶ
θέρος βροτοῖς
λαμπροὺς
δυνάστας,
ἐμπρέποντας
αἰθέρι
[ἀστέρας, ὅταν
φθίνωσιν,
ἀντολάς τε τῶν].
καὶ νῦν
φυλάσσω
λαμπάδος τὸ
σύμβολον,
αὐγὴν πυρὸς
φέρουσαν ἐκ
Τροίας φάτιν
  
10
ἁλώσιμόν
τε βάξιν· ὧδε
γὰρ κρατεῖ
γυναικὸς
ἀνδρόβουλον
ἐλπίζον κέαρ.
εὖτ’ ἂν δὲ
νυκτίπλαγκτον
ἔνδροσόν τ’
ἔχων
εὐνὴν
ὀνείροις οὐκ
ἐπισκοπουμένην
ἐμήν - φόβος
γὰρ ἀνθ’ ὕπνου
παραστατεῖ,
  
15
τὸ μὴ
βεβαίως
βλέφαρα
συμβαλεῖν
ὕπνῳ -
ὅταν δ’
ἀείδειν ἢ
μινύρεσθαι
δοκῶ,
ὕπνου τόδ’
ἀντίμολπον
ἐντέμνων ἄκος,
κλαίω τότ’
οἴκου τοῦδε
συμφορὰν
στένων
οὐχ ὡς τὰ
πρόσθ’ ἄριστα
διαπονουμένου.
  
20
νῦν δ’
εὐτυχὴς
γένοιτ’
ἀπαλλαγὴ
πόνων
εὐαγγέλου
φανέντος
ὀρφναίου
πυρός.
ὦ χαῖρε
λαμπτήρ,
νυκτὸς
ἡμερήσιον
φάος
πιφαύσκων καὶ
χορῶν
κατάστασιν
πολλῶν ἐν
Ἄργει, τῆσδε
συμφορᾶς
χάριν.
  
25
ἰοὺ ἰού.
Ἀγαμέμνονος
γυναικὶ
σημαίνω τορῶς
εὐνῆς
ἐπαντείλασαν
ὡς τάχος
δόμοις
ὀλολυγμὸν
εὐφημοῦντα
τῇδε λαμπάδι
ἐπορθιάζειν,
εἴπερ Ἰλίου
πόλις
  
30
ἑάλωκεν,
ὡς ὁ φρυκτὸς
ἀγγέλλων
πρέπει·
αὐτός τ’ ἔγωγε
φροίμιον
χορεύσομαι.
τὰ δεσποτῶν
γὰρ εὖ πεσόντα
θήσομαι
τρὶς ἓξ
βαλούσης
τῆσδέ μοι
φρυκτωρίας.
γένοιτο δ’ οὖν
μολόντος
εὐφιλῆ χέρα
  
35
ἄνακτος
οἴκων τῇδε
βαστάσαι χερί.
τὰ δ’ ἄλλα
σιγῶ· βοῦς ἐπὶ
γλώσσῃ μέγας
βέβηκεν·
οἶκος δ’ αὐτός,
εἰ φθογγὴν
λάβοι,
σαφέστατ’ ἂν
λέξειεν· ὡς
ἑκὼν ἐγὼ
μαθοῦσιν
αὐδῶ κοὐ
μαθοῦσι
λήθομαι.
  
40
ΧΟΡΟΣ
δέκατον μὲν
ἔτος τόδ’ ἐπεὶ
Πριάμῳ
μέγας
ἀντίδικος,
Μενέλαος ἄναξ
ἠδ’ Ἀγαμέμνων,
διθρόνου
Διόθεν καὶ
δισκήπτρου
τιμῆς ὀχυρὸν
ζεῦγος
Ἀτρειδᾶν,
  
45
στόλον
Ἀργείων
χιλιοναύταν
τῆσδ’ ἀπὸ
χώρας
ἦραν,
στρατιῶτιν
ἀρωγάν,
μέγαν ἐκ
θυμοῦ
κλάζοντες Ἄρη
τρόπον
αἰγυπιῶν,
  
50
οἵτ’
ἐκπατίοις
ἄλγεσι παίδων
ὕπατοι λεχέων
στροφοδινοῦνται
πτερύγων
ἐρετμοῖσιν
ἐρεσσόμενοι,
δεμνιοτήρη
πόνον
ὀρταλίχων
ὀλέσαντες·
  
55
ὕπατος δ’
ἀίων ἤ τις
Ἀπόλλων
ἢ Πὰν ἢ Ζεὺς
οἰωνόθροον
γόον ὀξυβόαν
τῶνδε
μετοίκων
ὑστερόποινον
πέμπει
παραβᾶσιν
Ἐρινύν.
  
60
οὕτω δ’ Ἀτρέως
παῖδας ὁ
κρείσσων
ἐπ’ Ἀλεξάνδρῳ
πέμπει ξένιος
Ζεὺς
πολυάνορος
ἀμφὶ γυναικός,
πολλὰ
παλαίσματα
καὶ γυιοβαρῆ,
γόνατος
κονίαισιν
ἐρειδομένου
  
65
διακναιομένης
τ’ ἐν
προτελείοις
κάμακος,
θήσων
Δαναοῖσιν
Τρωσί θ’
ὁμοίως. ἔστι δ’
ὅπη νῦν
ἔστι·
τελεῖται δ’ ἐς
τὸ
πεπρωμένον·
οὔθ’ ὑποκαίων
οὔτ’ ἐπιλείβων
  
70
οὔτε
δακρύων
ἀπύρων ἱερῶν
ὀργὰς
ἀτενεῖς
παραθέλξει.
ἡμεῖς δ’
ἀτίται σαρκὶ
παλαιᾷ
τῆς τότ’
ἀρωγῆς
ὑπολειφθέντες
μίμνομεν
ἰσχὺν
  
75
ἰσόπαιδα
νέμοντες ἐπὶ
σκήπτροις.
ὅ τε γὰρ
νεαρὸς μυελὸς
στέρνων
ἐντὸς ἀνᾴσσων
ἰσόπρεσβυς
Ἄρης δ’ οὐκ ἔνι
χώρᾳ,
τό θ’
ὑπέργηρων
φυλλάδος ἤδη
  
80
κατακαρφομένης
τρίποδας μὲν
ὁδοὺς
στείχει,
παιδὸς δ’ οὐδὲν
ἀρείων
ὄναρ
ἡμερόφαντον
ἀλαίνει.
σὺ δέ,
Τυνδάρεω
θύγατερ,
βασίλεια
Κλυταιμήστρα,
  
85
τί χρέος;
τί νέον; τί δ’
ἐπαισθομένη
τίνος
ἀγγελίας
πειθοῖ
περίπεμπτα
θυοσκεῖς;
πάντων δὲ
θεῶν τῶν
ἀστυνόμων,
ὑπάτων,
χθονίων,
  
90
τῶν τε
θυραίων τῶν τ’
ἀγοραίων,
βωμοὶ δώροισι
φλέγονται·
ἄλλη δ’
ἄλλοθεν
οὐρανομήκης
λαμπὰς
ἀνίσχει,
φαρμασσομένη
χρίματος
ἁγνοῦ
  
95
μαλακαῖς
ἀδόλοισι
παρηγορίαις,
πελάνῳ
μυχόθεν
βασιλείῳ.
τούτων λέξασ’
ὅ τι καὶ
δυνατὸν
καὶ θέμις
αἴνει
παιών τε
γενοῦ τῆσδε
μερίμνης,

100
ἣ νῦν τοτὲ μὲν
κακόφρων
τελέθει,
τοτὲ δ’ ἐκ
θυσιῶν ἀγάν’
ἀμφαίνουσ’
ἐλπὶς ἀμύνει
φροντίδ’
ἄπληστον
†τὴν
θυμοφθόρον
λύπης φρένα. †
κύριός εἰμι
θροεῖν ὅδιον
κράτος αἴσιον
ἀνδρῶν   [στρ.
α.

105
ἐντελέων· ἔτι
γὰρ θεόθεν
καταπνεύει
πειθώ, μολπᾶν
ἀλκάν,
σύμφυτος
αἰών·
ὅπως Ἀχαιῶν
δίθρονον
κράτος,
Ἑλλάδος ἥβας

110
ξύμφρονα
ταγάν,
πέμπει σὺν
δορὶ καὶ χερὶ
πράκτορι
θούριος ὄρνις
Τευκρίδ’ ἐπ’
αἶαν,
οἰωνῶν
βασιλεὺς
βασιλεῦσι
νεῶν ὁ
κελαινός, ὅ τ’
ἐξόπιν

115
ἀργᾶς,
φανέντες
ἴκταρ
μελάθρων
χερὸς ἐκ
δοριπάλτου
παμπρέπτοις
ἐν ἕδραισι,
βοσκόμενοι
λαγίναν,
ἐρικύμονα
φέρματα,
γένναν,

120
βλαβέντα
λοισθίων
δρόμων.
αἵλινον
αἵλινον εἰπέ,
τὸ δ’ εὖ νικάτω.
κεδνὸς δὲ στρατόμαντις
ἰδὼν δύο
λήμασι
δισσοὺς   [ἀντ.
α.
Ἀτρεΐδας
μαχίμους ἐδάη
λαγοδαίτας

125
πομπούς τ’
ἀρχάς· οὕτω δ’
εἶπε τερᾴζων·
‘χρόνῳ μὲν
ἀγρεῖ Πριάμου
πόλιν ἅδε
κέλευθος,
πάντα δὲ
πύργων
κτήνη πρόσθε
τὰ
δημιοπληθέα

130
Μοῖρα λαπάξει
πρὸς τὸ
βίαιον·

130
οἶον μή τις ἄγα
θεόθεν
κνεφάσῃ
προτυπὲν
στόμιον μέγα
Τροίας

135
στρατωθέν.
οἴκτῳ γὰρ
ἐπίφθονος
Ἄρτεμις ἀγνὰ
πτανοῖσιν
κυσὶ πατρὸς
αὐτότοκον
πρὸ λόχου
μογερὰν πτάκα
θυομένοισι·
στυγεῖ δὲ
δεῖπνον
αἰετῶν.’
αἵλινον
αἵλινον εἰπέ,
τὸ δ’ εὖ νικάτω.

140
‘τόσον περ
εὔφρων ἁ καλά,
  [μεσῳδ.
δρόσοις
ἀέπτοις
μαλερῶν
λεόντων
πάντων τ’
ἀγρονόμων
φιλομάστοις
θηρῶν
ὀβρικάλοισι
τερπνά,
τούτων αἰτεῖ
ξύμβολα
κρᾶναι,

145
δεξιὰ μὲν
κατάμομφα δὲ
φάσματα
†στρουθῶν.
ἰήιον δὲ
καλέω Παιᾶνα,
μή τινας
ἀντιπνόους
Δαναοῖς
χρονίας ἐχενῇδας
ἀπλοίας
τεύξῃ,
σπευδομένα
θυσίαν ἑτέραν,
ἄνομόν τιν’,
ἄδαιτον,
νεικέων
τέκτονα
σύμφυτον,
οὐ δεισήνορα.
μίμνει γὰρ
φοβερὰ
παλίνορτος

155
οἰκονόμος
δολία μνάμων
μῆνις
τεκνόποινος.’
τοιάδε Κάλχας
ξὺν μεγάλοις
ἀγαθοῖς
ἀπέκλαγξεν
μόρσιμ’ ἀπ’
ὀρνίθων ὁδίων
οἴκοις
βασιλείοις·
τοῖς δ’
ὁμόφωνον
αἵλινον
αἵλινον εἰπέ,
τὸ δ’ εὖ νικάτω.

160
Ζεύς, ὅστις ποτ’
ἐστίν, εἰ τόδ’
αὐ-   [στρ. β.
τῷ φίλον
κεκλημένῳ,
τοῦτό νιν
προσεννέπω.
οὐκ ἔχω
προσεικάσαι
πάντ’
ἐπισταθμώμενος

165
πλὴν Διός, εἰ
τὸ μάταν ἀπὸ
φροντίδος ἄχθος
χρὴ βαλεῖν
ἐτητύμως.
οὐδ’ ὅστις
πάροιθεν ἦν
μέγας,   [ἀντ. β.
παμμάχῳ
θράσει βρύων,

170
οὐδὲ λέξεται
πρὶν ὤν·
ὃς δ’ ἔπειτ’ ἔφυ,
τρια-
κτῆρος
οἴχεται τυχών.
Ζῆνα δέ τις
προφρόνως
ἐπινίκια
κλάζων

175
τεύξεται
φρενῶν τὸ πᾶν,
τὸν φρονεῖν
βροτοὺς ὁδώ-
  [στρ. γ.
σαντα, τὸν
πάθει μάθος
θέντα κυρίως
ἔχειν.
στάζει δ’ ἀνθ’
ὕπνου πρὸ
καρδίας

180
μνησιπήμων
πόνος· καὶ παρ’
ἄ-
κοντας ἦλθε
σωφρονεῖν.
δαιμόνων δέ
που χάρις
βίαιος
σέλμα σεμνὸν
ἡμένων.
καὶ τόθ’
ἡγεμὼν ὁ πρέ-
  [ἀντ. γ.

185
σβυς νεῶν
Ἀχαιικῶν,
μάντιν οὔτινα
ψέγων,
ἐμπαίοις
τύχαισι
συμπνέων,
εὖτ’ ἀπλοίᾳ
κεναγγεῖ βαρύ-
νοντ’
Ἀχαιικὸς λεώς,

190
Χαλκίδος
πέραν ἔχων
παλιρρό-
χθοις ἐν
Αὐλίδος
τόποις·
πνοαὶ δ’ ἀπὸ
Στρυμόνος
μολοῦσαι
  [στρ. δ.
κακόσχολοι,
νήστιδες,
δύσορμοι,
 βροτῶν ἄλαι,

195
ναῶν ‹τε› καὶ
πεισμάτων
ἀφειδεῖς,
παλιμμήκη
χρόνον
τιθεῖσαι
τρίβῳ
κατέξαινον
ἄνθος Ἀργεί-
ων· ἐπεὶ δὲ
καὶ πικροῦ
χείματος ἄλλο
μῆχαρ

200
βριθύτερον
πρόμοισιν
μάντις
ἔκλαγξεν
προφέρων
Ἄρτεμιν, ὥστε
χθόνα
βάκτροις
ἐπικρούσαντας
Ἀτρείδας
δάκρυ μὴ
κατασχεῖν·

205
ἄναξ δ’ ὁ
πρέσβυς τόδ’
εἶπε φωνῶν·
  [ἀντ. δ.
‘βαρεῖα μὲν
κὴρ τὸ μὴ
πιθέσθαι,
βαρεῖα δ’, εἰ
τέκνον δαΐξω,
δόμων ἄγαλμα,
μιαίνων
παρθενοσφάγοισιν

210
ῥείθροις
πατρῴους
χέρας πέλας βω-
μοῦ. τί τῶνδ’
ἄνευ κακῶν;
πῶς λιπόναυς
γένωμαι
ξυμμαχίας
ἁμαρτών;
παυσανέμου γὰρ

215
θυσίας
παρθενίου θ’
αἵματος ὀργᾷ
περιόργως
ἐπιθυμεῖν
θέμις. εὖ γὰρ
εἴη.’
ἐπεὶ δ’
ἀνάγκας ἔδυ
λέπαδνον
  [στρ. ε.
φρενὸς πνέων
δυσσεβῆ
τροπαίαν

220
ἄναγνον,
ἀνίερον, τόθεν
τὸ
παντότολμον
φρονεῖν
μετέγνω.
βροτοὺς
θρασύνει γὰρ
αἰσχρόμητις
τάλαινα παρακοπὰ
πρωτοπήμων.
ἔτλα δ’ οὖν
θυτὴρ
γενέσθαι

225
θυγατρός,
γυναικοποίνων
πολέμων
ἀρωγὰν
καὶ προτέλεια
ναῶν.
λιτὰς δὲ καὶ
κληδόνας
πατρῴους
  [ἀντ. ε.
παρ’ οὐδὲν αἰῶ
τε παρθένειον

230
ἔθεντο
φιλόμαχοι
βραβῆς.
φράσεν δ’
ἀόζοις πατὴρ
μετ’ εὐχὰν
δίκαν χιμαίρας
ὕπερθε βωμοῦ
πέπλοισι
περιπετῆ
παντὶ θυμῷ
προνωπῆ
λαβεῖν ἀέρδην,

235
στόματός τε
καλλιπρῴρου
φυλακᾷ
κατασχεῖν
φθόγγον
ἀραῖον οἴκοις.
βίᾳ χαλινῶν δ’,
ἀναύδῳ μένει,
  [στρ. ζ.
κρόκου βαφὰς
[δ’] ἐς πέδον
χέουσα,

240
ἔβαλλ’ ἕκαστον
θυτή-
ρων ἀπ’
ὄμματος βέλει  φιλοίκτῳ,
πρέπουσα τὼς
ἐν γραφαῖς,
προσεννέπειν
θέλουσ’, ἐπεὶ
πολλάκις
πατρὸς κατ’
ἀνδρῶνας
εὐτραπέζους

245
ἔμελψεν, ἁγνᾷ δ’
ἀταύρωτος
αὐδᾷ πατρὸς
φίλου
τριτόσπονδον
εὔποτμον
παιῶνα φίλως
ἐτίμα.
τὰ δ’ ἔνθεν οὔτ’
εἶδον οὔτ’
ἐννέπω·
  [ἀντ. ζ.
τέχναι δὲ
Κάλχαντος οὐκ
ἄκραντοι.

250
Δίκα δὲ τοῖς
μὲν παθοῦ-
σιν μαθεῖν
ἐπιρρέπει·  τὸ
μέλλον
ἐπεὶ γένοιτ’
ἂν κλύοις· πρὸ
χαιρέτω·
ἴσον δὲ τῷ
προστένειν.
τορὸν γὰρ
ἥξει
σύνορθρον
αὐγαῖς.

255
πέλοιτο δ’ οὖν ἁ
‘πὶ τούτοισιν
εὖ πρᾶξις, ὡς
θέλει τόδ’
ἄγχιστον
Ἀπίας
γαίας
μονόφρουρον
ἕρκος.
- ἥκω σεβίζων
σόν,
Κλυταιμήστρα,
κράτος·
δίκη γάρ ἐστι
φωτὸς ἀρχηγοῦ
τίειν

260
γυναῖκ’
ἐρημωθέντος
ἄρσενος
θρόνου.
σὺ δ’ εἴ τι
κεδνὸν εἴτε μὴ
πεπυσμένη
εὐαγγέλοισιν
ἐλπίσιν
θυηπολεῖς,
κλύοιμ’ ἂν
εὔφρων· οὐδὲ
σιγώσῃ φθόνος.

ΚΛΥΤΑΙΜΗΣΤΡΑ
εὐάγγελος
μέν, ὥσπερ ἡ
παροιμία,

265
ἕως γένοιτο
μητρὸς
εὐφρόνης πάρα.
πεύσῃ δὲ
χάρμα μεῖζον
ἐλπίδος
κλύειν·
Πριάμου γὰρ
ᾑρήκασιν
Ἀργεῖοι πόλιν.
Χο. πῶς φῄς;
πέφευγε
τοὔπος ἐξ
ἀπιστίας.
Κλ. Τροίαν
Ἀχαιῶν οὖσαν·
ἦ τορῶς λέγω;

270
Χο. χαρά μ’
ὑφέρπει
δάκρυον
ἐκκαλουμένη.
Κλ. εὖ γὰρ
φρονοῦντος
ὄμμα σοῦ
κατηγορεῖ.
Χο. τί γὰρ τὸ
πιστόν; ἔστι
τῶνδέ σοι
τέκμαρ;
Κλ. ἔστιν· τί δ’
οὐχί; μὴ
δολώσαντος
θεοῦ.
Χο. πότερα δ’
ὀνείρων
φάσματ’
εὐπειθῆ
σέβεις;

275
Κλ. οὐ δόξαν ἂν
λάκοιμι
βριζούσης
φρενός.
Χο. ἀλλ’ ἦ σ’
ἐπίανέν τις
ἄπτερος
φάτις;
Κλ. παιδὸς
νέας ὣς κάρτ’
ἐμωμήσω
φρένας.
Χο. ποίου
χρόνου δὲ καὶ
πεπόρθηται
πόλις;
Κλ. τῆς νῦν
τεκούσης φῶς
τόδ’ εὐφρόνης
λέγω.

280
Χο. καὶ τίς τόδ’
ἐξίκοιτ’ ἂν
ἀγγέλων
τάχος;
Κλ. Ἥφαιστος
Ἴδης λαμπρὸν
ἐκπέμπων
σέλας.
φρυκτὸς δὲ
φρυκτὸν δεῦρ’
ἀπ’ ἀγγάρου
πυρὸς
ἔπεμπεν· Ἴδη
μὲν πρὸς
Ἑρμαῖον λέπας
Λήμνου· μέγαν
δὲ πανὸν ἐκ
νήσου τρίτον

285
Ἀθῷον αἶπος
Ζηνὸς
ἐξεδέξατο,
ὑπερτελής τε,
πόντον ὥστε
νωτίσαι
ἰχθῦς
πορευτοῦ
λαμπάδος πρὸς
ἡδονήν,
πεύκη τὸ
χρυσοφεγγές,
ὥς τις ἥλιος,
σέλας
παραγγείλασα
Μακίστου
σκοπαῖς·

290
ὁ δ’ οὔτι μέλλων
οὐδ’
ἀφρασμόνως
ὕπνῳ
νικώμενος
παρῆκεν
ἀγγέλου
μέρος·
ἑκὰς δὲ
φρυκτοῦ φῶς ἐπ’
Εὐρίπου ῥοὰς
Μεσσαπίου
φύλαξι
σημαίνει
μολόν.
οἱ δ’
ἀντέλαμψαν
καὶ
παρήγγειλαν
πρόσω

295
γραίας
ἐρείκης θωμὸν
ἅψαντες πυρί.
σθένουσα
λαμπὰς δ’
οὐδέπω
μαυρουμένη,
ὑπερθοροῦσα
πεδίον Ἀσωποῦ,
δίκην
φαιδρᾶς
σελήνης, πρὸς
Κιθαιρῶνος
λέπας,
ἤγειρεν ἄλλην
ἐκδοχὴν
πομποῦ πυρός.

300
φάος δὲ
τηλέπομπον
οὐκ ἠναίνετο
φρουρά, πλέον
καίουσα τῶν
εἰρημένων,
λίμνην δ’ ὑπὲρ
Γοργῶπιν
ἔσκηψεν φάος,
ὄρος τ’ ἐπ’
Αἰγίπλαγκτον
ἐξικνούμενον
ὤτρυνε θεσμὸν
μὴ χατίζεσθαι
πυρός.

305
πέμπουσι δ’
ἀνδαίοντες
ἀφθόνῳ μένει
φλογὸς μέγαν
πώγωνα, καὶ
Σαρωνικοῦ
πορθμοῦ
κάτοπτον πρῶν’
ὑπερβάλλειν
πρόσω
φλέγουσαν·
εἶτ’ ἔσκηψεν,
εὖτ’ ἀφίκετο
Ἀραχναῖον
αἶπος, ἀστυγείτονας
σκοπάς·

310
κἄπειτ’
Ἀτρειδῶν ἐς
τόδε σκήπτει
στέγος
φάος τόδ’ οὐκ
ἄπαππον
Ἰδαίου πυρός.
τοιοίδε τοί
μοι
λαμπαδηφόρων
νομοί,
ἄλλος παρ’
ἄλλου
διαδοχαῖς
πληρούμενοι·
νικᾷ δ’ ὁ
πρῶτος καὶ
τελευταῖος
δραμών.

315
τέκμαρ
τοιοῦτον
σύμβολόν τε
σοὶ λέγω
ἀνδρὸς
παραγγείλαντος
ἐκ Τροίας ἐμοί.
Χο. θεοῖς μὲν
αὖθις, ὦ γύναι,
προσεύξομαι.
λόγους δ’
ἀκοῦσαι
τούσδε
κἀποθαυμάσαι
διηνεκῶς
θέλοιμ’ ἂν ὡς
λέγεις πάλιν.

320
Κλ. Τροίαν
Ἀχαιοὶ τῇδ’
ἔχουσ’ ἐν
ἡμέρᾳ.
οἶμαι βοὴν
ἄμεικτον ἐν
πόλει πρέπειν.
ὄξος τ’ ἄλειφά
τ’ ἐγχέας ταὐτῷ
κύτει
διχοστατοῦντ’
ἂν οὐ φίλως
†προσεννέποις.
καὶ τῶν
ἁλόντων καὶ
κρατησάντων
δίχα

325
φθογγὰς
ἀκούειν ἔστι
συμφορᾶς
διπλῆς.
οἱ μὲν γὰρ
ἀμφὶ σώμασιν
πεπτωκότες
ἀνδρῶν
κασιγνήτων τε,
καὶ φυταλμίων
παῖδες
γερόντων,
οὐκέτ’ ἐξ
ἐλευθέρου
δέρης ἀποιμώζουσι
φιλτάτων
μόρον·

330
τοὺς δ’ αὖτε
νυκτίπλαγκτος
ἐκ μάχης πόνος
νήστεις πρὸς
ἀρίστοισιν ὧν
ἔχει πόλις
τάσσει, πρὸς
οὐδὲν ἐν μέρει
τεκμήριον,
ἀλλ’ ὡς
ἕκαστος
ἔσπασεν τύχης
πάλον.
ἐν
αἰχμαλώτοις
Τρωικοῖς
οἰκήμασιν

335
ναίουσιν ἤδη,
τῶν ὑπαιθρίων
πάγων
δρόσων τ’
ἀπαλλαχθέντες·
ὡς δ’
εὐδαίμονες
ἀφύλακτον
εὑδήσουσι
πᾶσαν
εὐφρόνην.
εἰ δ’
εὐσεβοῦσι
τοὺς
πολισσούχους
θεοὺς
τοὺς τῆς
ἁλούσης γῆς
θεῶν θ’
ἱδρύματα,

340
οὔ τἂν ἑλόντες
ἀνθαλοῖεν ἄν.
ἔρως δὲ μή τις
πρότερον
ἐμπίπτῃ
στρατῷ
πορθεῖν ἃ μὴ
χρή, κέρδεσιν
νικωμένους.
δεῖ γὰρ πρὸς
οἴκους
νοστίμου
σωτηρίας
κάμψαι
διαύλου
θάτερον κῶλον
πάλιν·

345
θεοῖς δ’
ἀναμπλάκητος
εἰ μόλοι
στρατός,
ἐγρηγορὸς τὸ
πῆμα τῶν
ὀλωλότων
γένοιτ’ ἄν, εἰ
πρόσπαιά πη
τεύχοι κακά.
τοιαῦτά τοι
γυναικὸς ἐξ
ἐμοῦ κλύεις·
τὸ δ’ εὖ κρατοίη,
μὴ διχορρόπως
ἰδεῖν.

350
πολλῶν γὰρ
ἐσθλῶν τήνδ’
ὄνησιν
εἱλόμην.
Χο. γύναι, κατ’
ἄνδρα σώφρον’
εὐφρόνως
λέγεις.
ἐγὼ δ’ ἀκούσας
πιστά σου
τεκμήρια
θεοὺς
προσειπεῖν αὖ
παρασκευάζομαι.
χάρις γὰρ οὐκ
ἄτιμος
εἴργασται
πόνων.

355
- ὦ Ζεῦ βασιλεῦ
καὶ νὺξ φιλία
μεγάλων
κόσμων
κτεάτειρα,
ἥτ’ ἐπὶ Τροίας
πύργοις
ἔβαλες
στεγανὸν
δίκτυον, ὡς
μήτε μέγαν
μήτ’ οὖν
νεαρῶν τιν’
ὑπερτελέσαι

360
μέγα δουλείας
γάγγαμον,
ἄτης
παναλώτου.
Δία τοι
ξένιον μέγαν
αἰδοῦμαι
τὸν τάδε
πράξαντ’, ἐπ’
Ἀλεξάνδρῳ
τείνοντα
πάλαι τόξον,
ὅπως ἂν

365
μήτε πρὸ
καιροῦ μήθ’
ὑπὲρ ἄστρων
βέλος
ἠλίθιον
σκήψειεν.
- Διὸς πλαγὰν
ἔχουσιν
εἰπεῖν,   [στρ.
α.
πάρεστιν
τοῦτό γ’
ἐξιχνεῦσαι.
ἔπραξεν ὡς
ἔκρανεν. οὐκ
ἔφα τις

370
θεοὺς βροτῶν
ἀξιοῦσθαι
μέλειν
ὅσοις
ἀθίκτων χάρις
πατοῖθ’· ὁ δ’
οὐκ εὐσεβής.
πέφανται δ’
ἐγγονοῦσα
τόλμη τῶν Ἄρη

375
πνεόντων
μεῖζον ἢ
δικαίως,
φλεόντων
δωμάτων
ὑπέρφευ
ὑπὲρ τὸ
βέλτιστον.
ἔστω δ’ ἀπή-
μαντον, ὥστ’
ἀπαρκεῖν

380
εὖ πραπίδων
λαχόντι.
οὐ γὰρ ἔστιν
ἔπαλξις
πλούτου πρὸς
κόρον ἀνδρὶ
λακτίσαντι
μέγαν Δίκας
βωμὸν εἰς
ἀφάνειαν.

385
βιᾶται δ’ ἁ
τάλαινα πειθώ,
  [ἀντ. α.
προβούλου
παῖς ἄφερτος
ἄτας.
ἄκος δὲ πᾶν
μάταιον. οὐκ
ἐκρύφθη,
πρέπει δέ, φῶς
αἰνολαμπές,
σίνος·

390
κακοῦ δὲ
χαλκοῦ τρόπον
τρίβῳ τε καὶ
προσβολαῖς
μελαμπαγὴς
πέλει
δικαιωθείς,
ἐπεὶ
διώκει παῖς
ποτανὸν ὄρνιν,
πόλει
πρόστριμμα
θεὶς ἄφερτον·
λιτᾶν δ’
ἀκούει μὲν
οὔτις θεῶν·
†τὸν δ’
ἐπίστροφον
τῶν[δε]
φῶτ’ ἄδικον
καθαιρεῖ.
οἷος καὶ
Πάρις ἐλθὼν

400
ἐς δόμον τὸν
Ἀτρειδᾶν
ᾔσχυνε ξενίαν
τράπε-
ζαν κλοπαῖσι
γυναικός.
λιποῦσα δ’
ἀστοῖσιν
ἀσπίστορας
  [στρ. β.
κλόνους
λοχισμούς τε
καὶ

405
ναυβάτας
ὁπλισμούς,
ἄγουσά τ’
ἀντίφερνον
Ἰλίῳ φθορὰν
βεβάκει
ῥίμφα διὰ
πυλᾶν ἄτλητα
τλᾶσα· πολλὰ δ’
ἔστενον
τόδ’
ἐννέποντες
δόμων
προφῆται·

410
‘ἰὼ ἰὼ δῶμα
δῶμα καὶ
πρόμοι,
ἰὼ λέχος καὶ
στίβοι
φιλάνορες.
†πάρεστι
σιγᾶς ἄτιμος
†ἀλοίδορος
ἄλιστος
ἀφεμένων
ἰδεῖν.
πόθῳ δ’
ὑπερποντίας

415
φάσμα δόξει
δόμων
ἀνάσσειν.’
εὐμόρφων δὲ
κολοσσῶν
ἔχθεται χάρις
ἀνδρί·
ὀμμάτων δ’ ἐν
ἀχηνίαις
ἔρρει πᾶσ’
Ἀφροδίτα.

420
ὀνειρόφαντοι
δὲ πειθήμονες
  [ἀντ. β.
πάρεισι δόξαι
φέρου-
σαι χάριν
ματαίαν.
μάταν γάρ, εὖτ’
ἂν ἐς θιγὰς
δοκῶν ὁρᾷ,
παραλλάξασα
διὰ

425
χερῶν βέβακεν
ὄψις, οὐ
μεθύστερον
πτεροῖς
ὀπαδοῦσ’ ὕπνου
κελεύθοις.
τὰ μὲν κατ’
οἴκους ἐφ’
ἑστίας ἄχη
τάδ’ ἐστὶ καὶ
τῶνδ’
ὑπερβατώτερα.
τὸ πᾶν δ’ ἀπ’
αἴας Ἕλλαδος
συνορμένοις

430
πένθεια
τλησικάρδιος
δόμῳ ‘ν
ἑκάστου
πρέπει.
πολλὰ γοῦν
θιγγάνει πρὸς
ἧπαρ·
οὓς μὲν γάρ
‹τις› ἔπεμψεν
οἶδεν, ἀντὶ δὲ
φωτῶν

435
τεύχη καὶ
σποδὸς εἰς ἑκά-
στου δόμους
ἀφικνεῖται.
ὁ χρυσαμοιβὸς
δ’ Ἄρης σωμάτων
  [στρ. γ.
καὶ
ταλαντοῦχος
ἐν μάχῃ δορὸς

440
πυρωθὲν ἐξ
Ἰλίου
φίλοισι
πέμπει βαρὺ
ψῆγμα
δυσδάκρυτον,
ἀντ-
ήνορος σποδοῦ
γεμί-
ζων λέβητας
εὐθέτους.

445
στένουσι δ’ εὖ
λέγοντες ἄν-
δρα τὸν μὲν ὡς
μάχης ἴδρις,
τὸν δ’ ἐν
φοναῖς καλῶς
πεσόντ’ - ‘ἀλ-
λοτρίας διαὶ
γυναικός’·
τάδε σῖγά τις
βαΰζει·

450
φθονερὸν δ’ ὑπ’
ἄλγος ἕρπει
προδίκοις
Ἀτρείδαις.
οἱ δ’ αὐτοῦ
περὶ τεῖχος
θήκας
Ἰλιάδος γᾶς
εὔμορφοι
κατέχουσιν· ἐ-

455
χθρὰ δ’ ἔχοντας
ἔκρυψεν.
βαρεῖα δ’
ἀστῶν φάτις
ξὺν κότῳ·
  [ἀντ. γ.
δημοκράτου δ’
ἀρᾶς τίνει
χρέος.
μένει δ’
ἀκοῦσαί τί μοι

460
μέριμνα
νυκτηρεφές.
τῶν πολυκτόνων
γὰρ οὐκ
ἄσκοποι θεοί.
κελαι-
ναὶ δ’ Ἐρινύες
χρόνῳ
τυχηρὸν ὄντ’
ἄνευ δίκας

465
παλιντυχεῖ
τριβᾷ βίου
τιθεῖσ’
ἀμαυρόν, ἐν δ’
ἀίστοις
τελέθοντος
οὔτις ἀλκά·
τὸ δ’
ὑπερκόπως
κλύειν εὖ
βαρύ·
βάλλεται γὰρ
ὄσσοις

470
Διόθεν
κεραυνός.
κρίνω δ’
ἄφθονον
ὄλβον·
μήτ’ εἴην
πτολιπόρθης
μήτ’ οὖν αὐτὸς
ἁλοὺς ὑπ’ ἄλ-
λων βίον
κατίδοιμι.

475
- πυρὸς δ’ ὑπ’
εὐαγγέλου
  [ἐπῳδ.
πόλιν διήκει
θοὰ
βάξις· εἰ δ’
ἐτήτυμος,
τίς οἶδεν, ἤ τι
θεῖόν ἐστί πῃ
ψύθος.
- τίς ὧδε
παιδνὸς ἢ
φρενῶν
κεκομμένος,

480
φλογὸς
παραγγέλμασιν
νέοις
πυρωθέντα
καρδίαν ἔπειτ’
ἀλλαγᾷ λόγου
καμεῖν;
- γυναικὸς
αἰχμᾷ πρέπει
πρὸ τοῦ
φανέντος
χάριν
ξυναινέσαι.

485
πιθανὸς ἄγαν ὁ
θῆλυς ὅρος
ἐπινέμεται
ταχύπορος·
ἀλλὰ
ταχύμορον
γυναικογήρυτον
ὄλλυται κλέος.
Χο. τάχ’
εἰσόμεσθα
λαμπάδων
φαεσφόρων

490
φρυκτωριῶν τε
καὶ πυρὸς
παραλλαγάς,
εἴτ’ οὖν
ἀληθεῖς, εἴτ’
ὀνειράτων
δίκην
τερπνὸν τόδ’
ἐλθὸν φῶς
ἐφήλωσεν
φρένας.
κήρυκ’ ἀπ’
ἀκτῆς τόνδ’
ὁρῶ κατάσκιον
κλάδοις
ἐλαίας·
μαρτυρεῖ δέ
μοι κάσις

495
πηλοῦ
ξύνουρος
διψία κόνις
τάδε,
ὡς οὐκ
ἄναυδος οὗτος,
οὐ δαίων φλόγα
ὕλης ὀρείας,
σημανεῖ καπνῷ
πυρός,
ἀλλ’ ἢ τὸ
χαίρειν
μᾶλλον
ἐκβάξει λέγων -
τὸν ἀντίον δὲ
τοῖσδ’
ἀποστέργω
λόγον·

500
εὖ γὰρ πρὸς εὖ
φανεῖσι
προσθήκη
πέλοι.
- ὅστις τάδ’
ἄλλως τῇδ’
ἐπεύχεται
πόλει,
αὐτὸς φρενῶν
καρποῖτο τὴν
ἁμαρτίαν.

Other books

Superposition by David Walton
A Place Called Home by Dilly Court
Murder at Rough Point by Alyssa Maxwell
Dead Dream Girl by Richard Haley
Whistle-Stop West by Arleta Richardson
RBC05 - Bloodline by Elizabeth Loraine
Linda Castle by The Return of Chase Cordell