Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) (58 page)

BOOK: Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)
6.54Mb size Format: txt, pdf, ePub

πολλοὶ δὲ
βροτῶν τὸ
δοκεῖν εἶναι
προτίουσι
δίκην
παραβάντες.

790
τῷ
δυσπραγοῦντί
τ’
ἐπιστενάχειν
πᾶς τις
ἑτοῖμος·
δῆγμα δὲ λύπης
οὐδὲν ἐφ’ ἧπαρ
προσικνεῖται·
καὶ
ξυγχαίρουσιν
ὁμοιοπρεπεῖς,
ἀγέλαστα
πρόσωπα
βιαζόμενοι
.   .   .   .  
.   .

795
ὅστις δ’ ἀγαθὸς
προβατογνώμων,
οὐκ ἔστι
λαθεῖν ὄμματα
φωτός
†τὰ δοκοῦντ’
εὔφρονος ἐκ
διανοίας
ὑδαρεῖ
σαίνειν
φιλότητι.
σὺ δέ μοι τότε
μὲν στέλλων
στρατιὰν

800
Ἑλένης ἕνεκ’,
οὐ γάρ ‹σ’›
ἐπικεύσω,
κάρτ’
ἀπομούσως
ἦσθα
γεγραμμένος,
οὐδ’ εὖ
πραπίδων
οἴακα νέμων,
θάρσος
ἑκούσιον
ἀνδράσι
θνῄσκουσι
κομίζων.

805
νῦν δ’ οὐκ ἀπ’
ἄκρας φρενὸς
οὐδ’ ἀφίλως
εὔφρων πόνος
εὖ τελέσασιν.
γνώσῃ δὲ
χρόνῳ
διαπευθόμενος
τόν τε
δικαίως καὶ
τὸν ἀκαίρως
πόλιν
οἰκουροῦντα
πολιτῶν.

810
ΑΓΑΜΕΜΝΩΝ
πρῶτον μὲν
Ἄργος καὶ
θεοὺς
ἐγχωρίους
δίκη
προσειπεῖν,
τοὺς ἐμοὶ
μεταιτίους
νόστου
δικαίων θ’ ὧν
ἐπραξάμην
πόλιν
Πριάμου·
δίκας γὰρ οὐκ
ἀπὸ γλώσσης
θεοὶ
κλυόντες
ἀνδροθνῆτας
Ἰλιοφθόρους

815
εἰς αἱματηρὸν
τεῦχος οὐ
διχορρόπως
ψήφους
ἔθεντο· τῷ δ’
ἐναντίῳ κύτει
ἐλπὶς
προσῄει
χειρὸς οὐ
πληρουμένῳ.
καπνῷ δ’
ἁλοῦσα νῦν ἔτ’
εὔσημος πόλις.
ἄτης θύελλαι
ζῶσι·
συνθνῄσκουσα
δὲ

820
σποδὸς
προπέμπει
πίονας
πλούτου πνοάς.
τούτων θεοῖσι
χρὴ
πολύμνηστον
χάριν
τίνειν,
ἐπείπερ
χἀρπαγὰς
ὑπερκόπους
ἐπραξάμεσθα
καὶ γυναικὸς
οὕνεκα
πόλιν
διημάθυνεν
Ἀργεῖον δάκος,

825
ἵππου νεοσσός,
ἀσπιδηφόρος
λεώς,
πήδημ’
ὀρούσας ἀμφὶ
Πλειάδων
δύσιν·
ὑπερθορὼν δὲ
πύργον
ὠμηστὴς λέων
ἄδην ἔλειξεν
αἵματος
τυραννικοῦ.
θεοῖς μὲν
ἐξέτεινα
φροίμιον
τόδε·

830
τὰ δ’ ἐς τὸ σὸν
φρόνημα,
μέμνημαι
κλυών,
καὶ φημὶ
ταὐτὰ καὶ
συνήγορόν μ’
ἔχεις.
παύροις γὰρ
ἀνδρῶν ἐστι
συγγενὲς τόδε,
φίλον τὸν
εὐτυχοῦντ’
ἄνευ φθόνων
σέβειν.
δύσφρων γὰρ
ἰὸς καρδίαν
προσήμενος

835
ἄχθος
διπλοίζει τῷ
πεπαμένῳ
νόσον·
τοῖς τ’ αὐτὸς
αὑτοῦ πήμασιν
βαρύνεται
καὶ τὸν
θυραῖον ὄλβον
εἰσορῶν
στένει.
εἰδὼς λέγοιμ’
ἄν· εὖ γὰρ
ἐξεπίσταμαι
ὁμιλίας
κάτοπτρον,
εἴδωλον σκιᾶς,

840
δοκοῦντας
εἶναι κάρτα
πρευμενεῖς
ἐμοί.
μόνος δ’
Ὀδυσσεύς,
ὅσπερ οὐχ ἑκὼν
ἔπλει,
ζευχθεὶς
ἑτοῖμος ἦν
ἐμοὶ
σειραφόρος,
εἴτ’ οὖν
θανόντος εἴτε
καὶ ζῶντος
πέρι
λέγω. τὰ δ’ ἄλλα
πρὸς πόλιν τε
καὶ θεοὺς

845
κοινοὺς
ἀγῶνας θέντες
ἐν πανηγύρει
βουλευσόμεσθα.
καὶ τὸ μὲν
καλῶς ἔχον
ὅπως χρονίζον
εὖ μενεῖ
βουλευτέον·
ὅτῳ δὲ καὶ δεῖ
φαρμάκων
παιωνίων,
ἤτοι κέαντες
ἢ τεμόντες
εὐφρόνως

850
πειρασόμεσθα
πῆμ’
ἀποστρέψαι
νόσου.
νῦν δ’ ἐς
μέλαθρα καὶ
δόμους
ἐφεστίους
ἐλθὼν θεοῖσι
πρῶτα
δεξιώσομαι,
οἵπερ πρόσω
πέμψαντες
ἤγαγον πάλιν.
νίκη δ’
ἐπείπερ ἕσπετ’
ἐμπέδως μένοι.

855
Κλ. ἄνδρες
πολῖται,
πρέσβος
Ἀργείων τόδε,
οὐκ
αἰσχυνοῦμαι
τοὺς
φιλάνορας
τρόπους
λέξαι πρὸς
ὑμᾶς· ἐν χρόνῳ
δ’ ἀποφθίνει
τὸ τάρβος
ἀνθρώποισιν.
οὐκ ἄλλων πάρα
μαθοῦσ’,
ἐμαυτῆς
δύσφορον λέξω
βίον

860
τοσόνδ’
ὅσονπερ οὗτος
ἦν ὑπ’ Ἰλίῳ.
τὸ μὲν
γυναῖκα
πρῶτον
ἄρσενος δίχα
ἧσθαι δόμοις
ἔρημον
ἔκπαγλον
κακόν,
πολλὰς
κλύουσαν
κληδόνας
παλιγκότους·
καὶ τὸν μὲν
ἥκειν, τὸν δ’
ἐπεσφέρειν
κακοῦ

865
κάκιον ἄλλο,
πῆμα
λάσκοντας
δόμοις.
καὶ τραυμάτων
μὲν εἰ τόσων
ἐτύγχανεν
ἀνὴρ ὅδ’, ὡς
πρὸς οἶκον
ὠχετεύετο
φάτις,
τέτρηται
δικτύου πλέω
λέγειν.
εἰ δ’ ἦν
τεθνηκώς, ὡς
ἐπλήθυον
λόγοι,

870
τρισώματός
τἄν, Γηρυὼν ὁ
δεύτερος,
[πολλὴν
ἄνωθεν, τὴν
κάτω γὰρ οὐ
λέγω,]
χθονὸς
τρίμοιρον
χλαῖναν
ἐξηύχει
λαβεῖν,
ἅπαξ ἑκάστῳ
κατθανὼν
μορφώματι.
τοιῶνδ’ ἕκατι
κληδόνων
παλιγκότων

875
πολλὰς ἄνωθεν
ἀρτάνας ἐμῆς
δέρης
ἔλυσαν ἄλλοι
πρὸς βίαν
λελημμένης.
ἐκ τῶνδέ τοι
παῖς ἐνθάδ’ οὐ
παραστατεῖ,
ἐμῶν τε καὶ
σῶν κύριος
πιστωμάτων,
ὡς χρῆν,
Ὀρέστης· μηδὲ
θαυμάσῃς τόδε.

880
τρέφει γὰρ
αὐτὸν εὐμενὴς
δορύξενος
Στροφίος ὁ
Φωκεύς,
ἀμφίλεκτα
πήματα
ἐμοὶ
προφωνῶν, τόν θ’
ὑπ’ Ἰλίῳ σέθεν
κίνδυνον, εἴ
τε δημόθρους
ἀναρχία
βουλὴν
καταρρίψειεν,
ὥς τε σύγγονον

885
βροτοῖσι τὸν
πεσόντα
λακτίσαι
πλέον.
τοιάδε μέντοι
σκῆψις οὐ
δόλον φέρει.
ἔμοιγε μὲν δὴ
κλαυμάτων
ἐπίσσυτοι
πηγαὶ
κατεσβήκασιν,
οὐδ’ ἔνι σταγών.
ἐν
ὀψικοίτοις δ’
ὄμμασιν
βλάβας ἔχω

890
τὰς ἀμφί σοι
κλαίουσα
λαμπτηρουχίας
ἀτημελήτους
αἰέν. ἐν δ’
ὀνείρασιν
λεπταῖς ὑπαὶ
κώνωπος
ἐξηγειρόμην
ῥιπαῖσι
θωύσσοντος,
ἀμφί σοι πάθη
ὁρῶσα πλείω
τοῦ
ξυνεύδοντος
χρόνου.

895
νῦν ταῦτα
πάντα τλᾶσ’,
ἀπενθήτῳ
φρενὶ
λέγοιμ’ ἂν
ἄνδρα τόνδε
τῶν σταθμῶν
κύνα,
σωτῆρα ναὸς
πρότονον,
ὑψηλῆς στέγης
στῦλον ποδήρη,
μονογενὲς
τέκνον πατρί,
καὶ γῆν
φανεῖσαν
ναυτίλοις παρ’
ἐλπίδα,

900
κάλλιστον
ἦμαρ εἰσιδεῖν
ἐκ χείματος,
ὁδοιπόρῳ
διψῶντι
πηγαῖον ῥέος.
τερπνὸν δὲ
τἀναγκαῖον
ἐκφυγεῖν ἅπαν.
τοιοῖσδέ τοί
νιν ἀξιῶ
προσφθέγμασιν.
φθόνος δ’
ἀπέστω. πολλὰ
γὰρ τὰ πρὶν κακὰ

905
ἠνειχόμεσθα.
νῦν δέ μοι,
φίλον κάρα,
ἔκβαιν’
ἀπήνης τῆσδε,
μὴ χαμαὶ
τιθεὶς
τὸν σὸν πόδ’,
ὦναξ, Ἰλίου
πορθήτορα.
δμῳαί, τί
μέλλεθ’, αἷς
ἐπέσταλται
τέλος
πέδον
κελεύθου
στορνύναι
πετάσμασιν;

910
εὐθὺς γενέσθω
πορφυρόστρωτος
πόρος
ἐς δῶμ’
ἄελπτον ὡς ἂν
ἡγῆται Δίκη.
τὰ δ’ ἄλλα
φροντὶς οὐχ
ὕπνῳ νικωμένη
θήσει -
δικαίως σὺν
θεοῖς
εἱμαρμένα.
Αγ. Λήδας
γένεθλον,
δωμάτων ἐμῶν
φύλαξ,

915
ἀπουσίᾳ μὲν
εἶπας εἰκότως
ἐμῇ·
μακρὰν γὰρ
ἐξέτεινας·
ἀλλ’ ἐναισίμως
αἰνεῖν, παρ’
ἄλλων χρὴ τόδ’
ἔρχεσθαι
γέρας.
καὶ τἄλλα μὴ
γυναικὸς ἐν
τρόποις ἐμὲ
ἅβρυνε, μηδὲ
βαρβάρου
φωτὸς δίκην

920
χαμαιπετὲς
βόαμα
προσχάνῃς
ἐμοί,
μηδ’ εἵμασι
στρώσασ’
ἐπίφθονον
πόρον
τίθει· θεούς
τοι τοῖσδε
τιμαλφεῖν
χρεών·
ἐν ποικίλοις
δὲ θνητὸν ὄντα
κάλλεσιν
βαίνειν ἐμοὶ
μὲν οὐδαμῶς
ἄνευ φόβου.

925
λέγω κατ’ ἄνδρα,
μὴ θεόν, σέβειν
ἐμέ.
χωρὶς
ποδοψήστρων
τε καὶ τῶν
ποικίλων
κληδὼν
ἀυτεῖ· καὶ τὸ
μὴ κακῶς
φρονεῖν
θεοῦ μέγιστον
δῶρον. ὀλβίσαι
δὲ χρὴ
βίον
τελευτήσαντ’
ἐν εὐεστοῖ
φίλῃ.

930
εἰ πάντα δ’ ὣς
πράσσοιμ’ ἄν,
εὐθαρσὴς ἐγώ.
Κλ. καὶ μὴν τόδ’
εἰπὲ μὴ παρὰ
γνώμην ἐμοί.
Αγ. γνώμην μὲν
ἴσθι μὴ
διαφθεροῦντ’
ἐμέ.
Κλ. ηὔξω θεοῖς
δείσας ἂν ὧδ’
ἔρδειν τάδε;
Αγ. εἴπερ τις,
εἰδώς γ’ εὖ τόδ’
ἐξεῖπον τέλος.

935
Κλ. τί δ’ ἂν
δοκεῖ σοι
Πρίαμος, εἰ τάδ’
ἤνυσεν;
Αγ. ἐν
ποικίλοις ἂν
κάρτα μοι
βῆναι δοκεῖ.
Κλ. μή νυν τὸν
ἀνθρώπειον
αἰδεσθῇς
ψόγον.
Αγ. φήμη γε
μέντοι
δημόθρους
μέγα σθένει.
Κλ. ὁ δ’
ἀφθόνητός γ’
οὐκ ἐπίζηλος
πέλει.

940
Αγ. οὔτοι
γυναικός
ἐστιν
ἱμείρειν
μάχης.
Κλ. τοῖς δ’
ὀλβίοις γε καὶ
τὸ νικᾶσθαι
πρέπει.
Αγ. ἦ καὶ σὺ
νίκην τήνδε
δήριος τίεις;
Κλ. πιθοῦ·
κρατεῖς
μέντοι παρεὶς
ἑκὼν ἐμοί.
Αγ. ἀλλ’ εἰ
δοκεῖ σοι ταῦθ’,
ὑπαί τις
ἀρβύλας

945
λύοι τάχος,
πρόδουλον
ἔμβασιν ποδός.
καὶ τοῖσδέ μ’
ἐμβαίνονθ’
ἁλουργέσιν
θεῶν
μή τις
πρόσωθεν
ὄμματος βάλοι
φθόνος.
πολλὴ γὰρ
αἰδὼς
δωματοφθορεῖν
ποσὶν
φύροντα
πλοῦτον
ἀργυρωνήτους
θ’ ὑφάς.

950
τούτων μὲν
οὕτω· τὴν
ξένην δὲ
πρευμενῶς
τήνδ’
ἐσκόμιζε· τὸν
κρατοῦντα
μαλθακῶς
θεὸς πρόσωθεν
εὐμενῶς
προσδέρκεται.
ἑκὼν γὰρ
οὐδεὶς δουλίῳ
χρῆται ζυγῷ.
αὕτη δὲ
πολλῶν
χρημάτων
ἐξαίρετον

955
ἄνθος, στρατοῦ
δώρημ’, ἐμοὶ
ξυνέσπετο.
ἐπεὶ δ’
ἀκούειν σοῦ
κατέστραμμαι
τάδε,
εἶμ’ ἐς δόμων
μέλαθρα
πορφύρας
πατῶν.
Κλ. ἔστιν
θάλασσα - τίς
δέ νιν
κατασβέσει; -
τρέφουσα
πολλῆς
πορφύρας
ἰσάργυρον

960
κηκῖδα
παγκαίνιστον,
εἱμάτων βαφάς.
οἶκος δ’
ὑπάρχει τῶνδε
σὺν θεοῖς, ἄναξ,
ἔχειν·
πένεσθαι δ’ οὐκ
ἐπίσταται
δόμος.
πολλῶν
πατησμὸν δ’
εἱμάτων ἂν
ηὐξάμην,
δόμοισι
προυνεχθέντος
ἐν
χρηστηρίοις,

965
ψυχῆς
κόμιστρα
τῆσδε
μηχανωμένη.
ῥίζης γὰρ
οὔσης φυλλὰς
ἵκετ’ ἐς δόμους,
σκιὰν
ὑπερτείνασα
σειρίου κυνός.
καὶ σοῦ
μολόντος
δωματῖτιν
ἑστίαν,
θάλπος μὲν ἐν
χειμῶνι
σημαίνει
μολόν·

970
ὅταν δὲ τεύχῃ
Ζεὺς ἀπ’
ὄμφακος
πικρᾶς
οἶνον, τότ’ ἤδη
ψῦχος ἐν
δόμοις πέλει,
ἀνδρὸς
τελείου δῶμ’
ἐπιστρωφωμένου.
Ζεῦ Ζεῦ
τέλειε, τὰς
ἐμὰς εὐχὰς
τέλει·
μέλοι δέ τοι
σοὶ τῶνπερ ἂν
μέλλῃς τελεῖν.

975
Χο. τίπτε μοι
τόδ’ ἐμπέδως
  [στρ. α.
δεῖμα
προστατήριον
καρδίας
τερασκόπου
πωτᾶται,
μαντιπολεῖ δ’
ἀκέλευστος
ἄμισθος ἀοιδά,

980
οὐδ’ ἀποπτύσαι
δίκαν
δυσκρίτων
ὀνειράτων
θάρσος
εὐπειθὲς ἵ-
ζει φρενὸς
φίλον θρόνον;
χρόνος δ’ †ἐπεὶ
πρυμνησίων
ξυνεμβολαῖς

985
ψαμμίας ἀκάτα
†παρή-
βησεν, εὖθ’ ὑπ’
Ἴλιον
ὦρτο ναυβάτας
στρατός.
πεύθομαι δ’ ἀπ’
ὀμμάτων
  [ἀντ. α.
νόστον,
αὐτόμαρτυς
ὤν·

990
τὸν δ’ ἄνευ
λύρας ὅμως
ὑμνῳδεῖ
θρῆνον
Ἐρινύος
αὐτοδίδακτος
ἔσωθεν
θυμός, οὐ τὸ
πᾶν ἔχων
ἐλπίδος
φίλον θράσος.

995
σπλάγχνα δ’
οὔτοι ματᾴ-
ζει, πρὸς ἐνδίκοις
φρεσὶν
τελεσφόροις
δίναις
κυκλούμενον
κέαρ.
εὔχομαι δ’ ἐξ
ἐμᾶς
ἐλπίδος ψύθη
πεσεῖν
1000
ἐς τὸ μὴ
τελεσφόρον.
μάλα †γάρ
τοι  τᾶς
πολλᾶς †  [στρ.
β.
ὑγιείας  ἀκόρεστον
τέρμα. νόσος
γὰρ
γείτων
ὁμότοιχος
ἐρείδει,
1005
καὶ πότμος
εὐθυπορῶν
.   .   .   .   .
ἀνδρὸς
ἔπαισεν
ἄφαντον ἕρμα.
καὶ πρὸ μέν τι
χρημάτων
κτησίων ὄκνος
βαλὼν
1010
σφενδόνας ἀπ’
εὐμέτρου -
οὐκ ἔδυ
πρόπας δόμος
πλησμονᾶς
γέμων ἄγαν,
οὐδ’ ἐπόντισε
σκάφος.
πολλά τοι
δόσις ἐκ Διὸς
ἀμφιλα-
1015
φής τε καὶ ἐξ
ἀλόκων
ἐπετειᾶν
νῆστιν ὤλεσεν
νόσον,
τὸ δ’ ἐπὶ
γᾶν  πεσὸν
ἅπαξ   [ἀντ. β.
θανάσιμον  πρόπαρ
ἀνδρὸς
1020
μέλαν αἷμα τίς
ἂν
πάλιν
ἀγκαλέσαιτ’
ἐπαείδων;
οὐδὲ τὸν
ὀρθοδαῆ
τῶν φθιμένων
ἀνάγειν
Ζεὺς
ἀπέπαυσεν ἐπ’
ἀβλαβείᾳ.
1025
εἰ δὲ μὴ
τεταγμένα
μοῖρα μοῖραν
ἐκ θεῶν
εἶργε μὴ
πλέον φέρειν,
προφθάσασα
καρδία
γλῶσσαν ἂν
τάδ’ ἐξέχει.
1030
νῦν δ’ ὑπὸ
σκότῳ βρέμει
θυμαλγής τε
καὶ οὐδὲν
ἐπελπομέ-
να ποτὲ
καίριον
ἐκτολυπεύσειν
ζωπυρουμένας
φρενός.
1035
Κλ. εἴσω
κομίζου καὶ σύ,
Κασσάνδραν
λέγω·
ἐπεί σ’ ἔθηκε
Ζεὺς ἀμηνίτως
δόμοις
κοινωνὸν
εἶναι χερνίβων,
πολλῶν μέτα
δούλων
σταθεῖσαν
κτησίου βωμοῦ
πέλας,
ἔκβαιν’
ἀπήνης τῆσδε,
μηδ’
ὑπερφρόνει.
1040
καὶ παῖδα γάρ
τοι φασὶν
Ἀλκμήνης ποτε
πραθέντα
τλῆναι,
†δουλίας μάζης
βίᾳ.
εἰ δ’ οὖν
ἀνάγκη τῆσδ’
ἐπιρρέποι
τύχης,
ἀρχαιοπλούτων
δεσποτῶν
πολλὴ χάρις.
οἳ δ’ οὔποτ’
ἐλπίσαντες
ἤμησαν καλῶς,
1045
ὠμοί τε
δούλοις πάντα
καὶ πέρα
σταθμῶν.
ἔχεις παρ’
ἡμῶν οἷάπερ
νομίζεται.
Χο. σοί τοι
λέγουσα
παύεται σαφῆ
λόγον.
ἐντὸς δ’
ἁλοῦσα
μορσίμων
ἀγρευμάτων
πείθοι’ ἄν, εἰ
πείθοι’·
ἀπειθοίης δ’
ἴσως.
1050
Κλ. ἀλλ’ εἴπερ
ἐστὶ μὴ χελιδόνος
δίκην
ἀγνῶτα φωνὴν
βάρβαρον
κεκτημένη,
ἔσω φρενῶν
λέγουσα πείθω
νιν λόγῳ.
Χο. ἕπου. τὰ
λῷστα τῶν
παρεστώτων
λέγει.
πείθου
λιποῦσα τόνδ’
ἁμαξήρη
θρόνον.
1055
Κλ. οὔτοι
θυραίᾳ τῇδ’
ἐμοὶ σχολὴ
πάρα
τρίβειν· τὰ
μὲν γὰρ ἑστίας
μεσομφάλου
ἕστηκεν ἤδη μῆλα
πρὸς σφαγὰς
πάρος.
[ὡς οὔποτ’
ἐλπίσασι τήνδ’
ἕξειν χάριν.]
σὺ δ’ εἴ τι
δράσεις τῶνδε,
μὴ σχολὴν
τίθει.
1060
εἰ δ’ ἀξυνήμων
οὖσα μὴ δέχῃ
λόγον -
σὺ δ’ ἀντὶ
φωνῆς φράζε
καρβάνῳ χερί.
Χο. ἑρμηνέως
ἔοικεν ἡ ξένη
τοροῦ
δεῖσθαι.
τρόπος δὲ
θηρὸς ὡς
νεαιρέτου.
Κλ. ἦ μαίνεταί
γε καὶ κακῶν
κλύει φρενῶν,

Other books

Betrayal by Cyndi Goodgame
Angel of Ash by Law, Josephine
Picture Perfect #5 by Cari Simmons
Worth the Risk by Claudia Connor
The Poor Relation by Bennett, Margaret
nancy werlocks diary s02e11 by dawson, julie ann
Gerda Malaperis by Claude Piron