Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) (54 page)

BOOK: Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)
2.28Mb size Format: txt, pdf, ePub

Ἱκέτιδες
– THE SUPPLIANT
S

ΧΟΡΟΣ
ΔΑΝΑΙΔΩΝ
Ζεὺς μὲν
ἀφίκτωρ
ἐπίδοι
προφρόνως
στόλον
ἡμέτερον
νάιον ἀρθέντ’
ἀπὸ
προστομίων
λεπτοψαμάθων
Νείλου. Δίαν
δὲ λιποῦσαι
  
5
χθόνα σύγχορτον
Συρίᾳ
φεύγομεν,
οὔτιν’ ἐφ’
αἵματι
δημηλασίαν
ψήφῳ πόλεως
γνωσθεῖσαι,
ἀλλ’
αὐτογενεῖ
φυξανορίᾳ,
γάμον
Αἰγύπτου
παίδων ἀσεβῆ τ’
  
10
ὀνοταζόμεναι
‹διάνοιαν›.
Δαναὸς δὲ
πατὴρ καὶ
βούλαρχος
καὶ
στασίαρχος
τάδε
πεσσονομῶν
κύδιστ’ ἀχέων
ἐπέκρινεν
φεύγειν
ἀνέδην διὰ κῦμ’
ἅλιον,
  
15
κέλσαι δ’
Ἄργους γαῖαν,
ὅθεν δὴ
γένος
ἡμέτερον τῆς
οἰστροδόνου
βοὸς ἐξ
ἐπαφῆς κἀξ
ἐπιπνοίας
Διὸς
εὐχόμενον
τετέλεσται.
τίν’ ἂν οὖν
χώραν εὔφρονα
μᾶλλον
  
20
τῆσδ’
ἀφικοίμεθα
σὺν τοῖσδ’
ἱκετῶν
ἐγχειριδίοις,
ἐριοστέπτοισι
κλάδοισιν;
ὦ πόλις, ὦ γῆ,
καὶ λευκὸν
ὕδωρ,
ὕπατοί τε
θεοί, καὶ
βαρύτιμοι
  
25
χθόνιοι
θήκας
κατέχοντες,
καὶ Ζεὺς
σωτὴρ τρίτος,
οἰκοφύλαξ
ὁσίων ἀνδρῶν,
δέξασθ’ ἱκέτην
τὸν θηλυγενῆ
στόλον αἰδοίῳ
πνεύματι
χώρας·
ἀρσενοπληθῆ δ’
  
30
ἑσμὸν
ὑβριστὴν
Αἰγυπτογενῆ,
πρὶν πόδα
χέρσῳ τῇδ’ ἐν
ἀσώδει
θεῖναι, ξὺν
ὄχῳ ταχυήρει
πέμψατε
πόντονδ’· ἔνθα
δὲ λαίλαπι
χειμωνοτύπῳ,
βροντῇ
στεροπῇ τ’
  
35
ὀμβροφόροισίν
τ’ ἀνέμοις
ἀγρίας
ἁλὸς
ἀντήσαντες
ὄλοιντο,
πρίν ποτε
λέκτρων, ὧν
θέμις εἴργει,
σφετεριξάμενοι
πατραδέλφειαν
τήνδ’ ἀκόντων
ἐπιβῆναι.
  
40
νῦν δ’
ἐπικεκλομένα
 [στρ. α.
Δῖον πόρτιν
ὑπερ-
πόντιον
τιμάορ’ ἶνίν τ’
ἀνθονόμον
τᾶς προγόνου
βοὸς ἐξ
ἐπιπνοίας
  
45
Ζηνός·
ἔφαψιν
ἐπωνυμίᾳ
δ’
ἐπεκραίνετο
μόρσιμος αἰὼν
εὐλόγως,
Ἔπαφόν τ’
ἐγέννασεν·
ὅντ’
ἐπιλεξαμένα,
 [ἀντ. α.
  
50
νῦν ἐν
ποιονόμοις
ματρὸς
ἀρχαίας
τόποις τῶν
πρόσθε πόνων
μνασαμένα
τά τε νῦν
ἐπιδείξω
πιστὰ
τεκμήρια
γαιονόμοις,
  
55
τὰ δ’
ἄελπτά περ
ὄντα φανεῖται.
γνώσεται δὲ
λόγους τις ἐν
μάκει.
εἰ δὲ κυρεῖ
τις πέλας
οἰωνοπόλων
 [στρ. β.
ἔγγαιος
οἶκτον
[οἰκτρὸν] ἀίων,
  
60
δοξάσει
τιν’ ἀκούειν
ὄπα τᾶς
Τηρεΐας
†Μήτιδος
οἰκτρᾶς
ἀλόχου,
κιρκηλάτου τ’
Ἀηδόνης,
ἅτ’ ἀπὸ χώρων
ποταμῶν τ’
ἐργομένα
  [ἀντ. β.
πενθεῖ μὲν
οἶκτον ἠθέων,
  
65
ξυντίθησι
δὲ παιδὸς
μόρον, ὡς
αὐτοφόνως
ὤλετο πρὸς
χειρὸς ἕθεν
δυσμάτορος
κότου τυχών·
τὼς καὶ ἐγὼ
φιλόδυρτος
Ἰαονίοισι
νόμοισι   [στρ.
γ.
  
70
δάπτω τὰν
ἁπαλὰν
εἱλοθερῆ
παρειὰν
ἀπειρόδακρύν
τε καρδίαν.
γοεδνὰ δ’
ἀνθεμίζομαι
δειμαίνουσα
φίλους, τᾶσδε
φυγᾶς
  
75
Ἀερίας
ἀπὸ γᾶς
εἴ τις ἐστὶ
κηδεμών.
ἀλλά, θεοὶ
γενέται, κλύετ’
εὖ τὸ δίκαιον
ἰδόντες·   [ἀντ.
γ.
ἥβᾳ μὴ τέλεον
  
80
δόντες
ἔχειν παρ’
αἶσαν,
ὕβριν δ’
ἐτύμως
στυγοῦντες,
πέλοιτ’ ἂν
ἔνδικοι
γάμοις.
ἔστι δὲ κἀκ
πολέμου
τειρομένοις
βωμὸς ἀρῆς
φυγάσιν
  
85
ῥῦμα,
δαιμόνων
σέβας.
†εἴθ’ εἴη Διὸς
εὖ παναληθῶς
 [στρ. δ.
Διὸς ἵμερος·
οὐκ εὐθήρατος
ἐτύχθη.
παντᾷ τοι
φλεγέθει
κἀν σκότῳ
μελαίνᾳ ξὺν
τύχᾳ
  
90
μερόπεσσι
λαοῖς.
πίπτει δ’
ἀσφαλὲς οὐδ’
ἐπὶ νώτῳ
  [ἀντ. δ.
κορυφᾷ Διὸς
εἰ κρανθῇ
πρᾶγμα
τέλειον.
δαυλοὶ γὰρ
πραπίδων
δάσκιοί τε
τείνουσιν
πόροι
  
95
κατιδεῖν
ἄφραστοι.
ἰάπτει δ’
ἐλπίδων  [στρ.
ε.
ἀφ’ ὑψιπύργων
πανώλεις
βροτούς, βίαν
δ’ οὔτιν’
ἐξοπλίζει·

100
πᾶν ἄπονον
δαιμονίων·
ἥμενος ὃν
φρόνημά πως
αὐτόθεν
ἐξέπραξεν ἔμ-
πας ἑδράνων
ἀφ’ ἁγνῶν.
ἰδέσθω δ’ εἰς
ὕβριν  [ἀντ. ε.

105
βρότειον, οἵα
νεάζει,
πυθμὴν δι’
ἁμὸν γάμον
τεθαλὼς
δυσπαραβούλοισι
φρεσίν,
καὶ διάνοιαν
μαινόλιν

110
κέντρον ἔχων
ἄφυκτον, ἄ-
τᾳ δ’ ἀπάταν
μεταγνούς.
τοιαῦτα πάθεα
μέλεα
θρεομένα λέγω
   [στρ. ζ.
λιγέα βαρέα
δακρυοπετῆ,
ἰὴ ἰή,

115
ἰηλέμοισιν
ἐμπρεπῆ·
ζῶσα γόοις με
τιμῶ.
ἱλεῶμαι μὲν
Ἀπίαν βοῦνιν,
 [ἐφυμν. α.
καρβᾶνα δ’
αὐδὰν εὖ, γᾶ,
κοννεῖς.
πολλάκι δ’
ἐμπίτνω
λακίδι σὺν
λινοσινεῖ
Σιδονίᾳ
καλύπτρᾳ.
θεοῖς δ’
ἐναγέα τέλεα
πελομένων
καλῶς   [ἀντ. ζ.
ἐπίδρομ’,
ὁπόθι θάνατος
ἀπῇ.

125
ἰὼ ἰώ,
ἰὼ
δυσάγκριτοι
πόνοι.
ποῖ τόδε κῦμ’
ἀπάξει;
ἱλεῶμαι μὲν
Ἀπίαν βοῦνιν,
 [ἐφυμν. α.

130
καρβᾶνα δ’
αὐδὰν εὖ, γᾶ,
κοννεῖς.
πολλάκι δ’
ἐμπίτνω
λακίδι σὺν
λινοσινεῖ
Σιδονίᾳ
καλύπτρᾳ.
πλάτα μὲν οὖν
 [στρ. η.

135
λινορραφής τε
δόμος ἅλα
στέγων δορὸς
ἀχείματόν μ’
ἔπεμπε σὺν
πνοαῖς· οὐδὲ
μέμφομαι·
τελευτὰς δ’ ἐν
χρόνῳ
πατὴρ ὁ
παντόπτας

140
πρευμενεῖς
κτίσειεν.
σπέρμα σεμνᾶς
μέγα ματρός,
εὐνὰς
   [ἐφυμν. β.
ἀνδρῶν, ἒ ἔ,
ἄγαμον
ἀδάματον
ἐκφυγεῖν.
θέλουσα δ’ αὖ
 [ἀντ. η.

145
θέλουσαν ἁγνά
μ’ ἐπιδέτω Διὸς
κόρα,
ἔχουσα σέμν’
ἐνώπι’ ἀ-
σφαλέα, παντὶ
δὲ σθένει
†διωγμοῖσι δ’
ἀσφαλέας
ἀδμῆτος
ἀδμήτα

150
ῥύσιος γενέσθω.
σπέρμα σεμνᾶς
μέγα ματρός,
εὐνὰς
   [ἐφυμν. β.
ἀνδρῶν, ἒ ἔ,
ἄγαμον
ἀδάματον
ἐκφυγεῖν.
εἰ δὲ μή,
μελανθὲς  [στρ.
θ.

155
ἡλιόκτυπον
γένος
τὸν γάιον,
τὸν
πολυξενώτατον,
Ζῆνα τῶν
κεκμηκότων
ἱξόμεσθα σὺν
κλάδοις

160
ἀρτάναις
θανοῦσαι,
μὴ τυχοῦσαι
θεῶν Ὀλυμπίων.
ἆ Ζήν, Ἰοῦς·
ἰὼ μῆνις
 [ἐφυμν. γ.
μάστειρ’ ἐκ
θεῶν·
κοννῶ δ’ ἄταν

165
γαμετᾶν
οὐρανονίκων.
χαλεποῦ γὰρ
ἐκ
πνεύματος
εἶσι χειμών.
καὶ τότ’ οὐ
δικαίοις  [ἀντ.
θ.
Ζεὺς
ἐνέξεται
ψόγοις,

170
τὸν τᾶς βοὸς
παῖδ’
ἀτιμάσας, τὸν
αὐ-
τός ποτ’
ἔκτισεν γόνῳ,
νῦν ἔχων
παλίντροπον
ὄψιν ἐν
λιταῖσιν;

175
ὑψόθεν δ’ εὖ
κλύοι
καλούμενος.
‹ἆ Ζήν, Ἰοῦς·
ἰὼ
μῆνις  [ἐφυμν.
γ.
μάστειρ’ ἐκ
θεῶν·
κοννῶ δ’ ἄταν
γαμετᾶν
οὐρανονίκων.
χαλεποῦ γὰρ
ἐκ

175
f
πνεύματος
εἶσι χειμών.›

ΔΑΝΑΟΣ
παῖδες,
φρονεῖν χρή·
ξὺν φρονοῦντι
δ’ ἥκετε
πιστῷ γέροντι
τῷδε ναυκλήρῳ
πατρί.
καὶ τἀπὶ
χέρσου νῦν
προμηθίαν
λαβεῖν
αἰνῶ φυλάξαι
θ’ ἅμ’ ἔπη
δελτουμένας.
ὁρῶ κόνιν,
ἄναυδον
ἄγγελον
στρατοῦ·
σύριγγες οὐ
σιγῶσιν
ἀξονήλατοι·
ὄχλον δ’
ὑπασπιστῆρα
καὶ δορυσσόον
λεύσσω, ξὺν
ἵπποις
καμπύλοις τ’
ὀχήμασιν·
τάχ’ ἂν πρὸς
ἡμᾶς τῆσδε γῆς
ἀρχηγέται

185
ὀπτῆρας εἷεν
ἀγγέλων
πεπυσμένοι.
ἀλλ’ εἴτ’
ἀπήμων εἴτε
καὶ
τεθηγμένος
ὠμῇ ξὺν ὀργῇ
τῶνδ’
ἐπόρνυται
στόλος,
ἄμεινόν ἐστι
παντὸς εἵνεκ’, ὦ
κόραι,
πάγον
προσίζειν
τόνδ’ ἀγωνίων
θεῶν.

190
κρεῖσσον δὲ
πύργου βωμός,
ἄρρηκτον
σάκος.
ἀλλ’ ὡς
τάχιστα βᾶτε,
καὶ
λευκοστεφεῖς
ἱκτηρίας,
ἀγάλματ’
αἰδοίου Διός,
σεμνῶς
ἔχουσαι διὰ
χερῶν
εὐωνύμων,
αἰδοῖα καὶ
γοεδνὰ καὶ
ζαχρεῖ’ ἔπη

195
ξένους
ἀμείβεσθ’, ὡς
ἐπήλυδας
πρέπει,
τορῶς
λέγουσαι τάσδ’
ἀναιμάκτους
φυγάς.
φθογγῇ δ’ ἑπέσθω
πρῶτα μὲν τὸ μὴ
θρασύ,
τὸ μὴ μάταιον
δ’ ἐκ †μετώ πω
σωφρονῶν
ἴτω προσώπων
ὄμματος παρ’
ἡσύχου.

200
καὶ μὴ
πρόλεσχος μηδ’
ἐφολκὸς ἐν
λόγῳ
γένῃ· τὸ τῇδε
κάρτ’
ἐπίφθονον
γένος.
μέμνησο δ’
εἴκειν·
χρεῖος εἶ ξένη
φυγάς.
θρασυστομεῖν
γὰρ οὐ πρέπει
τοὺς ἥσσονας.
Χο. πάτερ,
φρονούντως
πρὸς
φρονοῦντας
ἐννέπεις.

205
φυλάξομαι δὲ
τάσδε
μεμνῆσθαι
σέθεν
κεδνὰς
ἐφετμάς· Ζεὺς
δὲ γεννήτωρ
ἴδοι.
Δα. ἴδοιτο
δῆτα
πρευμενοῦς ἀπ’
ὄμματος.
Χο. θέλοιμ’ ἂν
ἤδη σοὶ πέλας
θρόνους ἔχειν.
Δα. μή νυν
σχόλαζε,
μηχανῆς δ’ ἔστω
κράτος.

210
Χο. ὦ Ζεῦ, κόπων
οἴκτιρε
μἀπολωλότας.
Δα. κείνου
θέλοντος εὖ
τελευτήσει
τάδε.
καὶ Ζηνὸς
ὄρνιν τόνδε
νῦν
κικλῄσκετε.
Χο. καλοῦμεν
αὐγὰς ἡλίου
σωτηρίους.
Δα. ἁγνόν τ’
Ἀπόλλω, φυγάδ’
ἀπ’ οὐρανοῦ
θεόν.

215
Χο. εἰδὼς ἂν
αἶσαν τήνδε
συγγνοίη
βροτοῖς.
Δα. συγγνοῖτο
δῆτα καὶ
παρασταίη
πρόφρων.
Χο. τίν’ οὖν
κικλῄσκω
τῶνδε
δαιμόνων ἔτι;
Δα. ὁρῶ
τρίαιναν
τήνδε σημεῖον
θεοῦ.
Χο. ἀλλ’ εὖ τ’
ἔπεμψεν εὖ τε
δεξάσθω χθονί.

220
Δα. Ἑρμῆς ὅδ’
ἄλλος τοῖσιν
Ἑλλήνων
νόμοις.
Χο.
ἐλευθέροις
νυν ἐσθλὰ
κηρυκευέτω.
Δα. πάντων δ’
ἀνάκτων τῶνδε
κοινοβωμίαν
σέβεσθ’· ἐν
ἁγνῷ δ’ ἑσμὸς
ὡς πελειάδων
ἵζεσθε κίρκων
τῶν ὁμοπτέρων
φόβῳ,

225
ἐχθρῶν
ὁμαίμων καὶ
μιαινόντων
γένος.
ὄρνιθος ὄρνις
πῶς ἂν ἁγνεύοι
φαγών;
πῶς δ’ ἂν γαμῶν
ἄκουσαν
ἄκοντος πάρα
ἁγνὸς γένοιτ’
ἄν; οὐδὲ μὴ ‘ν
Ἅιδου θανὼν
φύγῃ ματαίων
αἰτίας, πράξας
τάδε.

230
κἀκεῖ δικάζει
τἀμπλακήμαθ’,
ὡς λόγος,
Ζεὺς ἄλλος ἐν
καμοῦσιν
ὑστάτας δίκας.
σκοπεῖτε,
κἀμείβεσθε
τόνδε τὸν
τρόπον,
ὅπως ἂν ὑμῖν
πρᾶγος εὖ νικᾷ
τόδε.

ΒΑΣΙΛΕΥΣ
ποδαπὸν
ὅμιλον τόνδ’
ἀνελληνόστολον

235
πέπλοισι βαρβάροισι
κἀμπυκώμασι
χλίοντα
προσφωνοῦμεν;
οὐ γὰρ Ἀργολὶς
ἐσθὴς
γυναικῶν οὐδ’
ἀφ’ Ἑλλάδος
τόπων.
ὅπως δὲ χώραν
οὔτε κηρύκων
ὕπο,
ἀπρόξενοί τε,
νόσφιν ἡγητῶν,
μολεῖν

240
ἔτλητ’
ἀτρέστως,
τοῦτο
θαυμαστὸν
πέλει.
κλάδοι γε μὲν
δὴ κατὰ νόμους
ἀφικτόρων
κεῖνται παρ’
ὑμῶν πρὸς
θεοῖς
ἀγωνίοις·
μόνον τόδ’
Ἑλλὰς χθὼν
συνοίσεται
στόχῳ.
†καὶ τἄλλα
πόλλ’
ἐπεικάσαι
δίκαιον ἦν,

245
εἰ μὴ παρόντι
φθόγγος ἦν ὁ
σημανῶν.
Χο. εἴρηκας
ἀμφὶ κόσμον
ἀψευδῆ λόγον.
ἐγὼ δὲ πρὸς σὲ
πότερον ὡς
ἔτην λέγω,
ἢ τηρὸν ἱεροῦ
ῥάβδον, ἢ
πόλεως ἀγόν;
Βα. πρὸς ταῦτ’
ἀμείβου καὶ
λέγ’ εὐθαρσὴς
ἐμοί.

250
τοῦ γηγενοῦς
γάρ εἰμ’ ἐγὼ
Παλαίχθονος
ἶνις
Πελασγός,
τῆσδε γῆς
ἀρχηγέτης.
ἐμοῦ δ’
ἄνακτος
εὐλόγως
ἐπώνυμον
γένος
Πελασγῶν
τήνδε
καρποῦται
χθόνα.
καὶ πᾶσαν
αἶαν, ἧς δί’
ἁγνὸς ἔρχεται

255
Στρυμών, τὸ
πρὸς δύνοντος
ἡλίου, κρατῶ.
ὁρίζομαι δὲ
τήν τε
Περραιβῶν
χθόνα,
Πίνδου τε
τἀπέκεινα,
Παιόνων πέλας,
ὄρη τε
Δωδωναῖα·
συντέμνει δ’
ὅρος
ὑγρᾶς
θαλάσσης·
τῶνδε τἀπὶ
τάδε κρατῶ.

260
αὐτῆς δὲ χώρας
Ἀπίας πέδον
τόδε
πάλαι
κέκληται
φωτὸς ἰατροῦ
χάριν.
Ἆπις γὰρ ἐλθὼν
ἐκ πέρας
Ναυπακτίας
ἰατρόμαντις
παῖς
Ἀπόλλωνος
χθόνα
τήνδ’
ἐκκαθαίρει
κνωδάλων
βροτοφθόρων,

265
τὰ δὴ παλαιῶν
αἱμάτων
μιάσμασι
χρανθεῖσ’
ἀνῆκε γαῖα
†μηνεῖται ἄκη
δρακονθόμιλον
δυσμενῆ
ξυνοικίαν.
τούτων ἄκη
τομαῖα καὶ
λυτήρια
πράξας
ἀμέμπτως Ἆπις
Ἀργείᾳ χθονὶ

270
μνήμην ποτ’
ἀντίμισθον
ηὕρετ’ ἐν
λιταῖς.
ἔχουσα δ’ ἤδη
τἀπ’ ἐμοῦ
τεκμήρια
γένος τ’ ἂν
ἐξεύχοιο καὶ
λέγοις πρόσω.
μακράν γε μὲν
δὴ ῥῆσιν οὐ
στέργει πόλις.
Χο. βραχὺς
τορός θ’ ὁ
μῦθος·
Ἀργεῖαι γένος

275
ἐξευχόμεσθα,
σπέρματ’
εὐτέκνου
βοός·
καὶ ταῦτ’
ἀληθῆ πάντα
προσφύσω λόγῳ.
Βα. ἄπιστα
μυθεῖσθ’, ὦ
ξέναι, κλύειν
ἐμοί,
ὅπως τόδ’ ὑμῖν
ἐστιν Ἀργεῖον
γένος.
Λιβυστικαῖς
γὰρ μᾶλλον
ἐμφερέστεραι

280
γυναιξίν ἐστε
κοὐδαμῶς
ἐγχωρίαις.
καὶ Νεῖλος ἂν
θρέψειε
τοιοῦτον
φυτόν,
Κύπριος
χαρακτήρ τ’ ἐν
γυναικείοις
τύποις
εἰκὼς
πέπληκται
τεκτόνων πρὸς
ἀρσένων·
Ἰνδάς τ’ ἀκούω
νομάδας
ἱπποβάμοσιν

285
εἶναι
καμήλοις
ἀστραβιζούσας
χθόνα,
παρ’ Αἰθίοψιν
ἀστυγειτονουμένας.
καὶ τὰς
ἀνάνδρους
κρεοβόρους [δ’]
Ἀμαζόνας,
εἰ
τοξοτευχεῖς
ἦτε, κάρτ’ ἂν
ᾔκασα
ὑμᾶς.
διδαχθεὶς ἂν
τόδ’ εἰδείην
πλέον,

290
ὅπως γένεθλον
σπέρμα τ’
Ἀργεῖον τὸ σόν.
Χο. κλῃδοῦχον
Ἥρας φασὶ
δωμάτων ποτὲ
Ἰὼ γενέσθαι
τῇδ’ ἐν Ἀργείᾳ
χθονί.
Βα. ἦν ὡς
μάλιστα, καὶ
φάτις πολλὴ
κρατεῖ.

295
Χο. μὴ καὶ λόγος
τις Ζῆνα
μειχθῆναι
βροτῷ;
Βα. κἄκρυπτά γ’
Ἥρας ταῦτα
τἀμπαλάγματ’
ἦν.
Χο. πῶς οὖν
τελευτᾷ
βασιλέῳν
νείκη τάδε;
Βα. βοῦν τὴν
γυναῖκ’ ἔθηκεν
Ἀργεία θεός.

300
Χο. οὔκουν
πελάζει Ζεὺς
ἔτ’ εὐκραίρῳ
βοΐ;
Βα. φασίν,
πρέποντα
βουθόρῳ ταύρῳ
δέμας.
Χο. τί δῆτα
πρὸς ταῦτ’
ἄλοχος ἰσχυρὰ
Διός;
Βα. τὸν πάνθ’
ὁρῶντα φύλακ’
ἐπέστησεν βοΐ.
Χο. ποῖον
πανόπτην
οἰοβουκόλον
λέγεις;

305
Βα. Ἄργον, τὸν
Ἑρμῆς παῖδα
γῆς
κατέκτανεν.
Χο. τί οὖν
ἔτευξ’ ἔτ’ ἄλλο
δυσπότμῳ βοΐ;
Βα. βοηλάτην
μύωπα
κινητήριον.
Χο. οἶστρον
καλοῦσιν
αὐτὸν οἱ
Νείλου πέλας.
Βα. τῇ γάρ νιν
ἐκ γῆς ἤλασεν
μακρῷ δρόμῳ.

310
Χο. καὶ ταῦτ’
ἔλεξας πάντα
συγκόλλως
ἐμοί.
Βα. καὶ μὴν
Κάνωβον κἀπὶ
Μέμφιν ἵκετο.
Χο. καὶ Ζεύς γ’
ἐφάπτωρ χειρὶ
φιτύει γόνον.
Βα. τίς οὖν ὁ
Δῖος πόρτις
εὔχεται βοός;

315
Χο. Ἔπαφος,
ἀληθῶς ῥυσίων
ἐπώνυμος.
Βα. ‹Ἐπάφου δὲ
τίς ...›
Χο. Λιβύη, μέγιστον
γῆς ...
καρπουμένη.
Βα. τίν’ οὖν ἔτ’
ἄλλον τῆσδε
βλαστημὸν
λέγεις;
Χο. Βῆλον
δίπαιδα,
πατέρα τοῦδ’
ἐμοῦ πατρός.

320
Βα. τὸ πάνσοφον
νῦν ὄνομα
τούτου μοι
φράσον.
Χο. Δαναός,
ἀδελφὸς δ’ ἐστὶ
πεντηκοντάπαις.
Βα. καὶ τοῦδ’
ἄνοιγε τοὔνομ’
ἀφθόνῳ λόγῳ.
Χο. Αἴγυπτος.
εἰδὼς δ’ ἁμὸν
ἀρχαῖον γένος
πράσσοις ἄν,
ὡς Ἀργεῖον
ἀντήσας
στόλον.

325
Βα. δοκεῖτε ‹δή›
μοι τῆσδε
κοινωνεῖν
χθονὸς
τἀρχαῖον·
ἀλλὰ πῶς
πατρῷα δώματα
λιπεῖν
ἔτλητε; τίς
κατέσκηψεν
τύχη;
Χο. ἄναξ
Πελασγῶν, αἰόλ’
ἀνθρώπων κακά,
πόνου δ’ ἴδοις
ἂν οὐδαμοῦ
ταὐτὸν
πτερόν·

330
ἐπεὶ τίς ηὔχει
τήνδ’
ἀνέλπιστον
φυγὴν
κέλσειν ἐς
Ἄργος κῆδος
ἐγγενὲς τὸ
πρίν,
ἔχθει
μεταπτοιοῦσαν
εὐναίων
γάμων;
Βα. τί φῂς
ἱκνεῖσθαι
τῶνδ’ ἀγωνίων
θεῶν,
λευκοστεφεῖς
ἔχουσα
νεοδρέπτους
κλάδους;

335
Χο. ὡς μὴ
γένωμαι δμωὶς
Αἰγύπτου
γένει.
Βα. πότερα κατ’
ἔχθραν, ἢ τὸ μὴ
θέμις λέγεις;
Χο. τίς δ’ ἂν
φιλοῦσ’ ὄνοιτο
τοὺς
κεκτημένους;
Βα. σθένος μὲν
οὕτως μεῖζον
αὔξεται
βροτοῖς.
Χο. καὶ
δυστυχούντων
γ’ εὐμαρὴς
ἀπαλλαγή.

340
Βα. πῶς οὖν πρὸς
ὑμᾶς εὐσεβὴς
ἐγὼ πέλω;
Χο. αἰτοῦσι μὴ ‘κδοὺς
παισὶν
Αἰγύπτου
πάλιν.
Βα. βαρέα σύ γ’
εἶπας, πόλεμον
ἄρασθαι νέον.
Χο. ἀλλ’ ἡ Δίκη
γε ξυμμάχων
ὑπερστατεῖ.
Βα. εἴπερ γ’ ἀπ’
ἀρχῆς
πραγμάτων
κοινωνὸς ἦν.

345
Χο. αἰδοῦ σὺ
πρύμναν
πόλεος ὧδ’
ἐστεμμένην.
Βα. πέφρικα
λεύσσων τάσδ’
ἕδρας
κατασκίους.
Χο. βαρύς γε
μέντοι Ζηνὸς
ἱκεσίου κότος.
Χο.
Παλαίχθονος
τέκος, κλῦθί
μου  [στρ. α.
πρόφρονι
καρδίᾳ,
Πελασγῶν ἄναξ.

350
ἴδε με τὰν
ἱκέτιν φυγάδα
περίδρομον,
λυκοδίωκτον
ὡς δάμαλιν ἂμ
πέτραις
ἠλιβάτοις, ἵν’
ἀλκᾷ πίσυνος
μέμυ-
κε φράζουσα
βοτῆρι
μόχθους.
Βα. ὁρῶ
κλάδοισι
νεοδρόποις
κατάσκιον

355
νεύονθ’ ὅμιλον
τόνδ’ ἀγωνίων
θεῶν.
εἴη δ’ ἄνατον
πρᾶγμα τοῦτ’
ἀστοξένων.
μηδ’ ἐξ
ἀέλπτων
κἀπρομηθήτων
πόλει
νεῖκος
γένηται· τῶν
γὰρ οὐ δεῖται
πόλις.
Χο. ἴδοιτο δῆτ’
ἄνατον φυγὰν
 [ἀντ. α.

360
ἱκεσία Θέμις
Διὸς κλαρίου.
σὺ δὲ παρ’
ὀψιγόνου μάθε
γεραιόφρων·
ποτιτρόπαιον
αἰδόμενος
†οὖνπερ
ἱεροδόκα †...
θεῶν λήματ’ ἀπ’
ἀνδρὸς ἁγνοῦ.

365
Βα. οὔτοι
κάθησθε
δωμάτων
ἐφέστιοι
ἐμῶν. τὸ
κοινὸν δ’ εἰ
μιαίνεται
πόλις,
ξυνῇ μελέσθω
λαὸς ἐκπονεῖν
ἄκη.
ἐγὼ δ’ ἂν οὐ
κραίνοιμ’
ὑπόσχεσιν πάρος,
ἀστοῖς δὲ
πᾶσι τῶνδε
κοινώσας πέρι.

370
Χο. σύ τοι πόλις,
σὺ δὲ τὸ
δήμιον·   [στρ.
β.
πρύτανις
ἄκριτος ὤν,
κρατύνεις
βωμόν, ἑστίαν
χθονός,
μονοψήφοισι
νεύμασιν
σέθεν,
μονοσκήπτροισι
δ’ ἐν θρόνοις
χρέος

375
πᾶν
ἐπικραίνεις·
ἄγος φυλάσσου.
Βα. ἄγος μὲν
εἴη τοῖς ἐμοῖς
παλιγκότοις,
ὑμῖν δ’
ἀρήγειν οὐκ
ἔχω βλάβης
ἄτερ·
οὐδ’ αὖ τόδ’
εὖφρον, τάσδ’
ἀτιμάσαι
λιτάς.
ἀμηχανῶ δὲ
καὶ φόβος μ’
ἔχει φρένας

380
δρᾶσαί τε μὴ
δρᾶσαί τε καὶ
τύχην ἑλεῖν.
Χο. τὸν ὑψόθεν
σκοπὸν
ἐπισκόπει,
 [ἀντ. β.
φύλακα
πολυπόνων
βροτῶν, οἳ
τοῖς πέλας
προσήμενοι
δίκας οὐ
τυγχάνουσιν
ἐννόμου.

385
μένει τοι
Ζηνὸς ἱκταίου
κότος
δυσπαραθέλκτους
παθόντος
οἴκτοις.
Βα. εἴ τοι
κρατοῦσι
παῖδες
Αἰγύπτου
σέθεν
νόμῳ πόλεως,
φάσκοντες
ἐγγύτατα
γένους
εἶναι, τίς ἂν
τοῖσδ’
ἀντιωθῆναι
θέλοι;

390
δεῖ τοί σε
φεύγειν κατὰ
νόμους τοὺς
οἴκοθεν,
ὡς οὐκ ἔχουσι
κῦρος οὐδὲν
ἀμφὶ σοῦ.
Χο. μή τί ποτ’
οὖν γενοίμαν
ὑποχείριος
 [στρ. γ.
κράτεσιν
ἀρσένων.
ὕπαστρον δέ
τοι
μῆχαρ
ὁρίζομαι
γάμου
δύσφρονος

395
φυγᾷ·
ξύμμαχον δ’
ἑλόμενος
Δίκαν
κρῖνε σέβας
τὸ πρὸς θεῶν.
Βα. οὐκ
εὔκριτον τὸ
κρῖμα· μή μ’
αἱροῦ κριτήν.
εἶπον δὲ καὶ
πρίν, οὐκ ἄνευ
δήμου τάδε
πράξαιμ’ ἄν,
οὐδέ περ
κρατῶν, μὴ καί
ποτε

400
εἴπῃ λεώς, εἴ
πού τι μὴ τοῖον
τύχοι,
‘ἐπήλυδας
τιμῶν
ἀπώλεσας
πόλιν’.
Χο.
ἀμφοτέροις
ὁμαίμων τάδ’
ἐπισκοπεῖ
 [ἀντ. γ.
Ζεὺς
ἑτερορρεπής,
νέμων εἰκότως
ἄδικα μὲν
κακοῖς, ὅσια δ’
ἐννόμοις.

405
τί τῶνδ’ ἐξ
ἴσου
ῥεπομένων
μεταλ-
γὲς τὸ
δίκαιον
ἔρξαι;
Βα. δεῖ τοι
βαθείας
φροντίδος
σωτηρίου,
δίκην
κολυμβητῆρος
ἐς βυθὸν
μολεῖν
δεδορκὸς
ὄμμα, μηδ’ ἄγαν
ᾠνωμένον,

410
ὅπως ἄνατα
ταῦτα πρῶτα
μὲν πόλει,
αὐτοῖσί θ’
ἡμῖν
ἐκτελευτήσει
καλῶς,
καὶ μήτε
δῆρις ῥυσίων
ἐφάψεται,
μήτ’ ἐν θεῶν
ἕδραισιν ὧδ’
ἱδρυμένας
ἐκδόντες
ὑμᾶς τὸν
πανώλεθρον
θεὸν

415
βαρὺν
ξύνοικον
θησόμεσθ’
ἀλάστορα,
ὃς οὐδ’ ἐν
Ἅιδου τὸν
ἀλιτόντ’
ἐλευθεροῖ.
μῶν οὐ δοκεῖ
δεῖν φροντίδος
σωτηρίου;
Χο. φρόντισον
καὶ γενοῦ
  [στρ. δ.
πανδίκως
εὐσεβὴς
πρόξενος·

420
τὰν φυγάδα μὴ
προδῷς,
τὰν ἕκαθεν
ἐκβολαῖς
δυσθέοις
ὀρμέναν·
μηδ’ ἴδῃς μ’ ἐξ
ἑδρᾶν  [ἀντ. δ.
πολυθέων
ῥυσιασθεῖσαν,


425
πᾶν κράτος
ἔχων χθονός.
γνῶθι δ’ ὕβριν
ἀνέρων
καὶ φύλαξαι
κότον.
μή τι τλῇς τὰν
ἱκέτιν
εἰσιδεῖν
   [στρ. ε.
ἀπὸ βρετέων
βίᾳ

430
δίκας
ἀγομέναν
ἱππαδὸν
ἀμπύκων,
πολυμίτων
πέπλων τ’
ἐπιλαβὰς ἐμῶν.
ἴσθι γάρ·
παισὶ τάδε καὶ
δόμοις,  [ἀντ. ε.
ὁπότερ’ ἂν
κτίσῃς,

435
μένει δορὶ
τίνειν
ὁμοΐαν θέμιν.
τάδε φράσαι·
δίκαια Διόθεν
κράτη.
Βα. καὶ δὴ
πέφρασμαι·
δεῦρο δ’
ἐξοκέλλεται·
ἢ τοῖσιν ἢ
τοῖς πόλεμον
αἴρεσθαι
μέγαν

440
πᾶσ’ ἔστ’
ἀνάγκη, καὶ
γεγόμφωται
σκάφος
στρέβλαισι
ναυτικαῖσιν
ὡς
προσηγμένον.
ἄνευ δὲ λύπης
οὐδαμοῦ
καταστροφή.
καὶ χρήμασιν
μὲν ἐκ δόμων
πορθουμένοις

445
γένοιτ’ ἂν ἄλλα
κτησίου Διὸς
χάριν
ἄτης γε μείζω,
καὶ
μετεμπλήσαι
γόμον.
καὶ γλῶσσα
τοξεύσασα μὴ
τὰ καίρια,
[ἀλγεινὰ
θυμοῦ κάρτα
κινητήρια,]
γένοιτο μύθου
μῦθος ἂν
θελκτήριος·
ὅπως δ’
ὅμαιμον αἷμα
μὴ γενήσεται,

450
δεῖ κάρτα
θύειν καὶ
πεσεῖν
χρηστήρια
θεοῖσι
πολλοῖς πολλά,
πημονῆς ἄκη.
ἦ κάρτα
νείκους τοῦδ’
ἐγὼ
παροίχομαι·
θέλω δ’ ἄιδρις
μᾶλλον ἢ σοφὸς
κακῶν
εἶναι·
γένοιτο δ’ εὖ,
παρὰ γνώμην
ἐμήν.

455
‹Χο.› πολλῶν
ἄκουσον
τέρματ’
αἰδοίων λόγων.
Βα. ἤκουσα, καὶ
λέγοις ἄν· οὔ
με φεύξεται.
Χο. ἔχω
στρόφους
ζώνας τε,
συλλαβὰς
πέπλων.
‹Βα.› τάχ’ ἂν
γυναικῶν
ταῦτα
συμπρεπῆ
πέλοι.
‹Χο.› ἐκ τῶνδε
τοίνυν, ἴσθι,
μηχανὴ καλή -

460
Βα. λέξον τίν’
αὐδὴν τήνδε
γηρυθεῖσ’ ἔσῃ.
Χο. εἰ μή τι
πιστὸν τῷδ’
ὑποστήσεις
στόλῳ -
‹Βα.› τί σοι
περαίνει
μηχανὴ
συζωμάτων;
Χο. νέοις
πίναξι βρέτεα
κοσμῆσαι τάδε.
Βα.
αἰνιγματῶδες
τοὔπος· ἀλλ’
ἁπλῶς φράσον.

465
Χο. ἐκ τῶνδ’
ὅπως τάχιστ’
ἀπάγξασθαι
θεῶν.
Βα. ἤκουσα
μαστικτῆρα
καρδίας λόγον.
Χο. ξυνῆκας·
ὠμμάτωσα γὰρ
σαφέστερον.
‹Βα.› ναί·
ἦ πολλαχῇ γε
δυσπάλαιστα
πράγματα,
κακῶν δὲ
πλῆθος
ποταμὸς ὣς
ἐπέρχεται·

470
ἄτης δ’ ἄβυσσον
πέλαγος οὐ μάλ’
εὔπορον
τόδ’ ἐσβέβηκα,
κοὐδαμοῦ
λιμὴν κακῶν.
εἰ μὲν γὰρ
ὑμῖν μὴ τόδ’
ἐκπράξω χρέος,
μίασμ’ ἔλεξας
οὐχ
ὑπερτοξεύσιμον·
εἰ δ’ αὖθ’
ὁμαίμοις
παισὶν
Αἰγύπτου
σέθεν

475
σταθεὶς πρὸ
τειχέων διὰ
μάχης ἥξω
τέλους,
πῶς οὐχὶ
τἀνάλωμα
γίγνεται
πικρόν,
ἄνδρας
γυναικῶν
οὕνεχ’ αἱμάξαι
πέδον;
ὅμως δ’ ἀνάγκη
Ζηνὸς
αἰδεῖσθαι
κότον
ἱκτῆρος·
ὕψιστος γὰρ ἐν
βροτοῖς φόβος.

480
σὺ μέν, πάτερ
γεραιὲ τῶνδε
παρθένων,
.   .   .   .  
.   .   .
κλάδους τε
τούτους αἶψ’ ἐν
ἀγκάλαις
λαβὼν
βωμοὺς ἐπ’
ἄλλους
δαιμόνων
ἐγχωρίων
θές, ὡς ἴδωσι
τῆσδ’ ἀφίξεως
τέκμαρ
πάντες
πολῖται, μηδ’
ἀπορριφθῇ
ψόγος

485
ἐμοῦ· κατ’
ἀρχῆς γὰρ
φιλαίτιος
λεώς.
καὶ γὰρ τάχ’ ἄν
τις οἰκτίσας
ἰδὼν τάδε
ὕβριν μὲν
ἐχθήρειεν
ἄρσενος
στόλου,
ὑμῖν δ’ ἂν εἴη
δῆμος
εὐμενέστερος·
τοῖς ἥσσοσιν
γὰρ πᾶς τις
εὐνοίας φέρει.

490
‹Δα.› πολλῶν τάδ’
ἡμῖν ἐστιν
ἠξιωμένα,
αἰδοῖον
εὑρεθέντα
πρόξενον
λαβεῖν.

Other books

Among the Believers by V.S. Naipaul
Destiny's Magic by Martha Hix
Generation Loss by Elizabeth Hand
Pokergeist by Michael Phillip Cash