Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) (50 page)

BOOK: Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)
7.11Mb size Format: txt, pdf, ePub

ΧΟΡΟΣ
ὦ Ζεῦ βασιλεῦ,
νῦν ‹γὰρ› Περσῶν
τῶν
μεγαλαύχων
καὶ
πολυάνδρων
στρατιὰν
ὀλέσας

535
ἄστυ τὸ Σούσων
ἠδ’ Ἀγβατάνων
πένθει
δνοφερῷ
κατέκρυψας·
πολλαὶ δ’
ἁπαλαῖς χερσὶ
καλύπτρας
κατερεικόμεναι
διαμυδαλέους
δάκρυσι
κόλπους

540
τέγγουσ’,
ἄλγους
μετέχουσαι.
αἱ δ’ ἁβρόγοοι
Περσίδες
ἀνδρῶν
ποθέουσαι
ἰδεῖν
ἀρτιζυγίαν,
λέκτρων [τ’]
εὐνὰς
ἁβροχίτωνας,
χλιδανῆς ἥβης
τέρψιν,
ἀφεῖσαι,

545
πενθοῦσι
γόοις
ἀκορεστοτάτοις.
κἀγὼ δὲ μόρον
τῶν οἰχομένων
αἴρω δοκίμως
πολυπενθῆ.
νῦν γὰρ δὴ
πρόπασα μὲν
στένει   [στρ.
α.
γαῖ’ Ἀσὶς
ἐκκενουμένα.

550
Ξέρξης μὲν
ἄγαγεν, ποποῖ,
Ξέρξης δ’
ἀπώλεσεν,
τοτοῖ,
Ξέρξης δὲ
πάντ’ ἐπέσπε
δυσφρόνως
βαρίδεσσι
ποντίαις.

554
τίπτε Δαρεῖος
μὲν οὕτω τότ’
ἀβλαβὴς ἐπῆν,
τόξαρχος
πολιήταις,
Σουσίδαις
φίλος ἄκτωρ;
πεζοὺς γάρ
σφε καὶ
θαλασσίους
  [ἀντ α.
ὁμόπτεροι
κυανώπιδες

560
νᾶες μὲν
ἄγαγον, ποποῖ,
νᾶες δ’
ἀπώλεσαν,
τοτοῖ,
νᾶες
πανωλέθροισιν
ἐμβολαῖς,
διὰ δ’ Ἰαόνων
χέρας.

564
τυτθὰ δ’
ἐκφυγεῖν
ἄνακτ’ αὐτὸν ὡς
ἀκούομεν
Θρῄκης ἂμ
πεδιήρεις
δυσχίμους τε
κελεύθους.
τοὶ δ’ ἄρα
πρωτομόροιο,
φεῦ,   [στρ. β.
ληφθέντες
πρὸς ἀνάγκας,
ἠέ,

570
ἀκτὰς ἀμφὶ
Κυχρείας, ὀᾶ,
‹στέμβονται·›
στένε καὶ
δακνάζου, βαρὺ
δ’ ἀμβόασον
οὐράνι’ ἄχη,
ὀᾶ·
τεῖνε δὲ
δυσβάυκτον

575
βοᾶτιν
τάλαιναν
αὐδάν.
γναπτόμενοι δ’
ἁλὶ δεινᾷ, φεῦ,
  [ἀντ. β.
σκύλλονται
πρὸς ἀναύδων,
ἠέ,
παίδων τᾶς
ἀμιάντου, ὀᾶ.
πενθεῖ δ’
ἄνδρα δόμος
στερηθείς,
τοκέης δ’
ἄπαιδες

581
δαιμόνι’ ἄχη,
ὀᾶ,
δυρόμενοι
γέροντες
τὸ πᾶν δὴ
κλύουσιν
ἄλγος.
τοὶ δ’ ἀνὰ γᾶν
Ἀσίαν δὴν
  [στρ. γ.

585
οὐκέτι
περσονομοῦνται,
οὐδ’ ἔτι
δασμοφοροῦσιν
δεσποσύνοισιν
ἀνάγκαις,
οὐδ’ ἐς γᾶν
προπίτνοντες
ἅζονται·
βασιλεία γὰρ
διόλωλεν
ἰσχύς.

591
οὐδ’ ἔτι γλῶσσα
βροτοῖσιν
  [ἀντ. γ.
ἐν φυλακαῖς·
λέλυται γὰρ
λαὸς
ἐλεύθερα
βάζειν,
ὡς ἐλύθη
ζυγὸν ἀλκᾶς.

595
αἱμαχθεῖσα δ’
ἄρουραν
Αἴαντος
περικλύστα
νᾶσος ἔχει τὰ
Περσῶν.

ΒΑ.
φίλοι, κακῶν
μὲν ὅστις
ἔμπειρος
κυρεῖ,
ἐπίσταται
βροτοῖσιν ὡς,
ὅταν κλύδων

600
κακῶν ἐπέλθῃ,
πάντα
δειμαίνειν
φίλον,
ὅταν δ’ ὁ
δαίμων εὐροῇ,
πεποιθέναι
τὸν αὐτὸν
αἰὲν ἄνεμον
οὐριεῖν τύχας.
ἐμοὶ γὰρ ἤδη
πάντα μὲν
φόβου πλέα·
ἐν ὄμμασιν
τἀνταῖα
φαίνεται θεῶν,

605
βοᾷ δ’ ἐν ὠσὶ
κέλαδος οὐ
παιώνιος·
τοία κακῶν
ἔκπληξις
ἐκφοβεῖ
φρένας.
τοιγὰρ
κέλευθον τήνδ’
ἄνευ τ’
ὀχημάτων
χλιδῆς τε τῆς
πάροιθεν ἐκ
δόμων πάλιν
ἔστειλα,
παιδὸς πατρὶ
πρευμενεῖς
χοὰς

610
φέρουσ’, ἅπερ
νεκροῖσι
μειλικτήρια,
βοός τ’ ἀφ’
ἁγνῆς λευκὸν
εὔποτον γάλα,
τῆς τ’
ἀνθεμουργοῦ
στάγμα,
παμφαὲς μέλι,
λιβάσιν
ὑδρηλαῖς
παρθένου
πηγῆς μέτα,
ἀκήρατόν τε
μητρὸς ἀγρίας
ἄπο

615
ποτόν, παλαιᾶς
ἀμπέλου γάνος
τόδε·
τῆς τ’ αἰὲν ἐν
φύλλοισι
θαλλούσης
βίον
ξανθῆς
ἐλαίας καρπὸς
εὐώδης πάρα,
ἄνθη τε
πλεκτά,
παμφόρου
γαίας τέκνα.
ἀλλ’, ὦ φίλοι,
χοαῖσι ταῖσδε
νερτέρων

620
ὕμνους
ἐπευφημεῖτε,
τόν τε δαίμονα
Δαρεῖον
ἀνακαλεῖσθε,
γαπότους δ’ ἐγὼ
τιμὰς
προπέμψω
τάσδε
νερτέροις
θεοῖς.

ΧΟ.
βασίλεια
γύναι, πρέσβος
Πέρσαις,
σύ τε πέμπε
χοὰς θαλάμους
ὑπὸ γῆς,

625
ἡμεῖς θ’ ὕμνοις
αἰτησόμεθα
φθιμένων
πομποὺς
εὔφρονας
εἶναι κατὰ
γαίας.
ἀλλά, χθόνιοι
δαίμονες
ἁγνοί,
Γῆ τε καὶ Ἑρμῆ,
βασιλεῦ τ’
ἐνέρων,

630
πέμψατ’
ἔνερθεν ψυχὴν
ἐς φῶς·
εἰ γάρ τι
κακῶν ἄκος
οἶδε πλέον,
μόνος ἂν
θνητῶν πέρας
εἴποι.
ἦ ῥ’ ἀίει μου
μακαρίτας
  [στρ. α.
ἰσοδαίμων
βασιλεὺς
βάρβαρα
σαφηνῆ

636
ἱέντος τὰ
παναίολ’ αἰανῆ
δύσθροα
βάγματα;
παντάλαν’ ἄχη
διαβοάσω;
νέρθεν ἆρα
κλύει μου;

640
ἀλλὰ σύ μοι, Γᾶ
τε καὶ ἄλλοι
  [ἀντ. α.
χθονίων
ἁγεμόνες, δαίμονα
μεγαυχῆ
ἰόντ’ αἰνέσατ’
ἐκ δόμων,
Περσᾶν
Σουσιγενῆ
θεόν·
πέμπετε δ’ ἄνω

645
οἷον οὔπω
Περσὶς αἶ’
ἐκάλυψεν.
ἦ φίλος ἀνήρ,
φίλος ὄχθος·
  [στρ. β.
φίλα γὰρ
κέκευθεν ἤθη.
Ἀιδωνεὺς δ’
ἀναπομπὸς
ἀνίει,

650
Ἀιδωνεύς,
οἶον
ἀνάκτορα
Δαριᾶνα. ἠέ.
οὐδὲ γὰρ ἄνδρας
ποτ’ ἀπώλλυ
  [ἀντ. β.
πολεμοφθόροισιν
ἄταις,
θεομήστωρ δ’
ἐκικλῄσκετο
Πέρσαις,

655
θεομήστωρ δ’
ἔσκεν, ἐπεὶ
στρατὸν εὖ
ποδούχει. ἠέ.
βαλλήν,
ἀρχαῖος   [στρ.
γ.
βαλλήν, ἴθι,
ἱκοῦ·
ἔλθ’ ἐπ’ ἄκρον
κόρυμβον
ὄχθου,

660
κροκόβαπτον
ποδὸς εὔμαριν
ἀείρων,
βασιλείου
τιήρας
φάλαρον
πιφαύσκων.
βάσκε πάτερ
ἄκακε Δαριάν,
οἴ.
ὅπως αἰανῆ
  [ἀντ. γ.

665
κλύῃς νέα τ’
ἄχη,
δέσποτα
δεσποτᾶν
φάνηθι.
Στυγία γάρ
τις ἐπ’ ἀχλὺς
πεπόταται·
νεολαία γὰρ
ἤδη

670
κατὰ πᾶσ’
ὄλωλεν.
βάσκε πάτερ
ἄκακε Δαριάν,
οἴ.
αἰαῖ αἰαῖ·   [ἐπῳδός.
ὦ πολύκλαυτε
φίλοισι θανών,

675
τί τάδε,
δυνάστα,
δυνάστα,
περισσὰ
δίδυμα δὶς
γοέδν’
ἁμάρτια;
πᾶσαι γᾷ τᾷδ’
ἐξέφθινται
τρίσκαλμοι

680
νᾶες ἄναες
ἄναες.

ΕΙΔΩΛΟΝ
ΔΑΡΕΙΟΥ
ὦ πιστὰ
πιστῶν ἥλικές
θ’ ἥβης ἐμῆς
Πέρσαι
γεραιοί, τίνα
πόλις πονεῖ
πόνον;
στένει,
κέκοπται, καὶ
χαράσσεται
πέδον.
λεύσσων δ’
ἄκοιτιν τὴν
ἐμὴν τάφου
πέλας

685
ταρβῶ, χοὰς δὲ
πρευμενὴς
ἐδεξάμην.
ὑμεῖς δὲ
θρηνεῖτ’ ἐγγὺς
ἑστῶτες τάφου
καὶ
ψυχαγωγοῖς
ὀρθιάζοντες
γόοις
οἰκτρῶς
καλεῖσθέ μ’·
ἐστὶ δ’ οὐκ
εὐέξοδον
ἄλλως τε
πάντως, χοἰ
κατὰ χθονὸς
θεοὶ

690
λαβεῖν
ἀμείνους
εἰσὶν ἢ
μεθιέναι.
ὅμως δ’
ἐκείνοις
ἐνδυναστεύσας
ἐγὼ
ἥκω· τάχυνε δ’,
ὡς ἄμεμπτος ὦ
χρόνου.
τί ἐστὶ
Πέρσαις
νεοχμὸν
ἐμβριθὲς
κακόν;

ΧΟ.
σέβομαι μὲν
προσιδέσθαι,
  [στρ.

695
σέβομαι δ’
ἀντία λέξαι
σέθεν ἀρχαίῳ
περὶ τάρβει.

ΔΑ. ἀλλ’
ἐπεὶ κάτωθεν
ἦλθον σοῖς
γόοις
πεπεισμένος,
μή τι
μακιστῆρα
μῦθον ἀλλὰ
σύντομον
λέγων
εἰπὲ καὶ
πέραινε πάντα,
τὴν ἐμὴν αἰδῶ
μεθείς.

700
ΧΟ.   δίομαι
μὲν
χαρίσασθαι,
  [ἀντ.
  δίομαι δ’
ἀντία φάσθαι,
  λέξας
δύσλεκτα
φίλοισιν.

ΔΑ. ἀλλ’
ἐπεὶ δέος παλαιὸν
σοὶ φρενῶν
ἀνθίσταται,
τῶν ἐμῶν
λέκτρων
γεραιὰ ξύννομ’,
εὐγενὲς γύναι,

705
κλαυμάτων
λήξασα τῶνδε
καὶ γόων σαφές
τί μοι
λέξον.
ἀνθρώπεια δ’ ἄν
τοι πήματ’ ἂν
τύχοι βροτοῖς.
πολλὰ μὲν γὰρ
ἐκ θαλάσσης,
πολλὰ δ’ ἐκ
χέρσου κακὰ
γίγνεται
θνητοῖς, ὁ
μάσσων βίοτος
ἢν ταθῇ πρόσω.

ΒΑ. ὦ
βροτῶν πάντων
ὑπερσχὼν
ὄλβον εὐτυχεῖ
πότμῳ,

710
ὡς ἕως τ’
ἔλευσσες
αὐγὰς ἡλίου
ζηλωτὸς ὢν
βίοτον
εὐαίωνα
Πέρσαις ὡς
θεὸς διήγαγες,
νῦν τέ σε ζηλῶ
θανόντα, πρὶν
κακῶν ἰδεῖν
βάθος.
πάντα γάρ,
Δαρεῖ’, ἀκούσῃ
μῦθον ἐν
βραχεῖ χρόνῳ·
διαπεπόρθηται
τὰ Περσῶν
πράγμαθ’, ὡς
εἰπεῖν ἔπος.

715
ΔΑ. τίνι τρόπῳ;
λοιμοῦ τις
ἦλθε σκηπτός, ἢ
στάσις πόλει;

ΒΑ.
οὐδαμῶς· ἀλλ’
ἀμφ’ Ἀθήνας πᾶς
κατέφθαρται
στρατός.

ΔΑ.
τίς δ’ ἐμῶν
ἐκεῖσε παίδων
ἐστρατηλάτει;
φράσον.

ΒΑ.
θούριος
Ξέρξης,
κενώσας πᾶσαν
ἠπείρου πλάκα.

ΔΑ.
πεζὸς ἢ ναύτης
δὲ πεῖραν τήνδ’
ἐμώρανεν
τάλας;

720
ΒΑ. ἀμφότερα·
διπλοῦν
μέτωπον ἦν
δυοῖν
στρατευμάτοιν.

ΔΑ.
πῶς δὲ καὶ
στρατὸς
τοσόσδε πεζὸς
ἤνυσεν περᾶν;

ΒΑ.
μηχαναῖς
ἔζευξεν Ἕλλης
πορθμόν, ὥστ’
ἔχειν πόρον.

ΔΑ.
καὶ τόδ’
ἐξέπραξεν,
ὥστε Βόσπορον
κλῇσαι μέγαν;

ΒΑ. ὧδ’
ἔχει· γνώμης
δέ πού τις
δαιμόνων
ξυνήψατο.

725
ΔΑ. φεῦ, μέγας
τις ἦλθε
δαίμων, ὥστε μὴ
φρονεῖν καλῶς.

ΒΑ.
ὡς ἰδεῖν τέλος
πάρεστιν οἷον
ἤνυσεν κακόν.

ΔΑ.
καὶ τί δὴ
πράξασιν
αὐτοῖς ὧδ’
ἐπιστενάζετε;

ΒΑ.
ναυτικὸς
στρατὸς κακωθεὶς
πεζὸν ὤλεσε
στρατόν.

ΔΑ. ὧδε
παμπήδην δὲ
λαὸς πᾶς
κατέφθαρται
δορί;

730
ΒΑ. πρὸς τάδ’ ὡς
Σούσων μὲν
ἄστυ πᾶν
κενανδρίαν
στένει -

ΔΑ.
ὦ πόποι κεδνῆς
ἀρωγῆς
κἀπικουρίας
στρατοῦ.

ΒΑ.
Βακτρίων δ’
ἔρρει πανώλης
δῆμος †οὐδέ τις
γέρων.

ΔΑ.
ὦ μέλεος, οἵαν
ἄρ’ ἥβην
ξυμμάχων
ἀπώλεσεν.

ΒΑ.
μονάδα δὲ
Ξέρξην ἔρημόν
φασιν οὐ
πολλῶν μέτα -

735
ΔΑ. πῶς τε δὴ
καὶ ποῖ
τελευτᾶν;
ἔστι τις
σωτηρία;

ΒΑ.
ἄσμενον
μολεῖν
γέφυραν γαῖν
δυοῖν
ζευκτηρίαν.

ΔΑ.
καὶ πρὸς
ἤπειρον
σεσῶσθαι
τήνδε, τοῦτ’
ἐτήτυμον;

ΒΑ.
ναί· λόγος
κρατεῖ σαφηνὴς
τοῦτό γ’· οὐκ
ἔνι στάσις.

ΔΑ. φεῦ,
ταχεῖά γ’ ἦλθε
χρησμῶν
πρᾶξις, ἐς δὲ
παῖδ’ ἐμὸν

740
Ζεὺς
ἀπέσκηψεν
τελευτὴν
θεσφάτων· ἐγὼ
δέ που
διὰ μακροῦ
χρόνου τάδ’
ηὔχουν
ἐκτελευτήσειν
θεούς·
ἀλλ’, ὅταν
σπεύδῃ τις
αὐτός, χὠ θεὸς
συνάπτεται.
νῦν κακῶν
ἔοικε πηγὴ
πᾶσιν
ηὑρῆσθαι
φίλοις.
παῖς δ’ ἐμὸς
τάδ’ οὐ
κατειδὼς
ἤνυσεν νέῳ
θράσει·

745
ὅστις
Ἑλλήσποντον
ἱρὸν δοῦλον ὣς
δεσμώμασιν
ἤλπισε
σχήσειν
ῥέοντα,
Βόσπορον ῥόον
θεοῦ·
καὶ πόρον
μετερρύθμιζε,
καὶ πέδαις
σφυρηλάτοις
περιβαλὼν
πολλὴν
κέλευθον
ἤνυσεν πολλῷ στρατῷ.
θνητὸς ὢν
θεῶν τε πάντων
ᾤετ’, οὐκ
εὐβουλίᾳ,

750
καὶ
Ποσειδῶνος
κρατήσειν·
πῶς τάδ’ οὐ
νόσος φρενῶν
εἶχε παῖδ’
ἐμόν; δέδοικα
μὴ πολὺς
πλούτου πόνος
οὑμὸς
ἀνθρώποις
γένηται τοῦ
φθάσαντος
ἁρπαγή.

ΒΑ.
ταῦτά τοι
κακοῖς ὁμιλῶν
ἀνδράσιν
διδάσκεται
θούριος
Ξέρξης·
λέγουσι δ’ ὡς σὺ
μὲν μέγαν
τέκνοις

755
πλοῦτον
ἐκτήσω ξὺν
αἰχμῇ, τὸν δ’
ἀνανδρίας ὕπο
ἔνδον
αἰχμάζειν,
πατρῷον δ’
ὄλβον οὐδὲν
αὐξάνειν.
τοιάδ’ ἐξ
ἀνδρῶν ὀνείδη
πολλάκις
κλύων κακῶν
τήνδ’
ἐβούλευσεν
κέλευθον καὶ
στράτευμ’ ἐφ’
Ἑλλάδα.

ΔΑ.
τοιγάρ σφιν
ἔργον ἐστὶν
ἐξειργασμένον

760
μέγιστον,
αἰείμνηστον,
οἷον οὐδέπω
τόδ’ ἄστυ
Σούσων
ἐξεκείνωσ’
ἐμπεσόν,
ἐξ οὗτε τιμὴν
Ζεὺς ἄναξ τήνδ’
ὤπασεν,
ἕν’ ἄνδρα
πάσης Ἀσίδος
μηλοτρόφου
ταγεῖν,
ἔχοντα
σκῆπτρον
εὐθυντήριον.

765
Μῆδος γὰρ ἦν ὁ
πρῶτος ἡγεμὼν
στρατοῦ·
ἄλλος δ’
ἐκείνου παῖς
τόδ’ ἔργον
ἤνυσεν·
φρένες γὰρ
αὐτοῦ θυμὸν
ᾠακοστρόφουν.
τρίτος δ’ ἀπ’
αὐτοῦ Κῦρος,
εὐδαίμων ἀνήρ,
ἄρξας ἔθηκε
πᾶσιν εἰρήνην
φίλοις·

770
Λυδῶν δὲ λαὸν
καὶ Φρυγῶν
ἐκτήσατο,
Ἰωνίαν τε
πᾶσαν ἤλασεν
βίᾳ.
θεὸς γὰρ οὐκ
ἤχθηρεν, ὡς
εὔφρων ἔφυ.
Κύρου δὲ παῖς
τέταρτος
ηὔθυνε
στρατόν.
πέμπτος δὲ
Μάρδος ἦρξεν,
αἰσχύνη πάτρᾳ

775
θρόνοισί τ’
ἀρχαίοισι·
τὸν δὲ σὺν
δόλῳ
Ἀρταφρένης
ἔκτεινεν
ἐσθλὸς ἐν
δόμοις,
ξὺν ἀνδράσιν
φίλοισιν, οἷς
τόδ’ ἦν χρέος.
[ἕκτος δὲ
Μάραφις,
ἕβδομος δ’
Ἀρταφρένης.]
κἀγὼ πάλου τ’
ἔκυρσα τοῦπερ
ἤθελον,

780
κἀπεστράτευσα
πολλὰ σὺν
πολλῷ στρατῷ·
ἀλλ’ οὐ κακὸν
τοσόνδε
προσέβαλον
πόλει.
Ξέρξης δ’ ἐμὸς
παῖς νέος ἐὼν
νέα φρονεῖ,
κοὐ
μνημονεύει
τὰς ἐμὰς
ἐπιστολάς·
εὖ γὰρ σαφῶς
τόδ’ ἴστ’, ἐμοὶ
ξυνήλικες,

785
ἅπαντες ἡμεῖς,
οἳ κράτη τάδ’
ἔσχομεν,
οὐκ ἂν
φανεῖμεν
πήματ’
ἔρξαντες τόσα.

ΧΟ. τί
οὖν, ἄναξ
Δαρεῖε; ποῖ
καταστρέφεις
λόγων
τελευτήν; πῶς
ἂν ἐκ τούτων
ἔτι
πράσσοιμεν ὡς
ἄριστα
Περσικὸς
λεώς;

790
ΔΑ. εἰ μὴ
στρατεύοισθ’
ἐς τὸν Ἑλλήνων
τόπον,
μηδ’ εἰ
στράτευμα
πλεῖον ᾖ τὸ
Μηδικόν.
αὐτὴ γὰρ ἡ γῆ
ξύμμαχος
κείνοις πέλει.

ΧΟ.
πῶς τοῦτ’
ἔλεξας, τίνι
τρόπῳ δὲ
συμμαχεῖ;

ΔΑ.
κτείνουσα
λιμῷ τοὺς
ὑπερπόλλους
ἄγαν.

795
ΧΟ. ἀλλ’ εὐσταλῆ
τοι λεκτὸν
ἀροῦμεν
στόλον.

ΔΑ. ἀλλ’
οὐδ’ ὁ μείνας
νῦν ἐν Ἑλλάδος
τόποις
στρατὸς
κυρήσει
νοστίμου
σωτηρίας.

ΧΟ. πῶς
εἶπας; οὐ γὰρ
πᾶν στράτευμα
βαρβάρων
περᾷ τὸν
Ἕλλης πορθμὸν
Εὐρώπης ἄπο;

800
ΔΑ. παῦροί γε
πολλῶν, εἴ τι
πιστεῦσαι
θεῶν
χρὴ
θεσφάτοισιν,
ἐς τὰ νῦν
πεπραγμένα
βλέψαντα·
συμβαίνει γὰρ
οὐ τὰ μέν, τὰ δ’
οὔ.
κεἴπερ τάδ’
ἐστί, πλῆθος
ἔκκριτον
στρατοῦ
λείπει
κεναῖσιν
ἐλπίσιν
πεπεισμένος.

805
μίμνουσι δ’
ἔνθα πεδίον
Ἀσωπὸς ῥοαῖς
ἄρδει, φίλον
πίασμα
Βοιωτῶν
χθονί·
οὗ σφιν κακῶν
ὕψιστ’
ἐπαμμένει
παθεῖν,
ὕβρεως ἄποινα
κἀθέων
φρονημάτων·
οἳ γῆν
μολόντες
Ἑλλάδ’ οὐ θεῶν
βρέτη

810
ᾐδοῦντο συλᾶν
οὐδὲ πιμπράναι
νεώς·
βωμοὶ δ’
ἄιστοι,
δαιμόνων θ’
ἱδρύματα
πρόρριζα
φύρδην
ἐξανέστραπται
βάθρων.
τοιγὰρ κακῶς
δράσαντες οὐκ
ἐλάσσονα
πάσχουσι, τὰ
δὲ μέλλουσι,
κοὐδέπω κακῶν

815
κρηπὶς
ὕπεστιν, ἀλλ’ ἔτ’
ἐκπιδύεται.
τόσος γὰρ
ἔσται πέλανος
αἱματοσφαγὴς
πρὸς γῇ
Πλαταιῶν Δωρίδος
λόγχης ὕπο·
θῖνες νεκρῶν
δὲ καὶ
τριτοσπόρῳ
γονῇ
ἄφωνα
σημανοῦσιν
ὄμμασιν
βροτῶν

820
ὡς οὐχ ὑπέρφευ
θνητὸν ὄντα
χρὴ φρονεῖν.
ὕβρις γὰρ
ἐξανθοῦσ’
ἐκάρπωσεν
στάχυν
ἄτης, ὅθεν
πάγκλαυτον
ἐξαμᾷ θέρος.
τοιαῦθ’
ὁρῶντες τῶνδε
τἀπιτίμια
μέμνησθ’
Ἀθηνῶν Ἑλλάδος
τε, μηδέ τις

825
ὑπερφρονήσας
τὸν παρόντα
δαίμονα
ἄλλων
ἐρασθεὶς
ὄλβον ἐκχέῃ
μέγαν.
Ζεύς τοι
κολαστὴς τῶν
ὑπερκόμπων
ἄγαν
φρονημάτων
ἔπεστιν,
εὔθυνος βαρύς.
πρὸς ταῦτ’
ἐκεῖνον,
σωφρονεῖν
κεχρημένοι,

830
πινύσκετ’
εὐλόγοισι
νουθετήμασιν,
λῆξαι θεοβλαβοῦνθ’
ὑπερκόμπῳ
θράσει.
σὺ δ’, ὦ γεραιὰ
μῆτερ ἡ Ξέρξου
φίλη,
ἐλθοῦσ’ ἐς
οἴκους κόσμον
ὅστις
εὐπρεπὴς
λαβοῦσ’
ὑπαντίαζε
παιδί. †πάντα
γὰρ

835
κακῶν ὑπ’
ἄλγους
λακίδες ἀμφὶ
σώματι
στημορραγοῦσι
ποικίλων
ἐσθημάτων.
ἀλλ’ αὐτὸν
εὐφρόνως σὺ
πράυνον
λόγοις·
μόνης γάρ,
οἶδα, σοῦ κλύων
ἀνέξεται.
ἐγὼ δ’ ἄπειμι
γῆς ὑπὸ ζόφον
κάτω.

840
ὑμεῖς δέ,
πρέσβεις,
χαίρετ’, ἐν
κακοῖς ὅμως
ψυχῇ διδόντες
ἡδονὴν καθ’
ἡμέραν,
ὡς τοῖς
θανοῦσι
πλοῦτος οὐδὲν
ὠφελεῖ.

Other books

Dead Heat by Kathleen Brooks
1503933547 by Paul Pen
Moments Lost and Found by Jake, Olivia
Her Lord and Master by Alexa Cole
Until There Was You by Higgins, Kristan
Mr. Muse by Kelly Ethan
Murder Hooks a Mermaid by Christy Fifield