Read Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) Online
Authors: Aeschylus
ΧΟΡΟΣ
μέλει, φόβῳ δ’
οὐχ ὑπνώσσει
κέαρ· [στρ. α.
γείτονες δὲ
καρδίας
μέριμναι
ζωπυροῦσι
τάρβος
290
τὸν ἀμφιτειχῆ
λεών,
δράκοντας ὥς
τις τέκνων
ὑπερδέδοικεν
λεχαί-
ων
δυσευνήτορας
πάντρομος
πελειάς.
295
τοὶ μὲν γὰρ
ποτὶ πύργους
πανδημεὶ
πανομιλεὶ
στείχουσιν.
τί γένωμαι;
τοὶ δ’ ἐπ’
ἀμφιβόλοισιν
ἰάπτουσι
πολῖται
300
χερμάδ’
ὀκριόεσσαν.
παντὶ τρόπῳ,
Διογενεῖς
θεοί, πόλιν καὶ
στρατὸν
Καδμογενῆ
ῥύεσθε.
ποῖον δ’
ἀμείψεσθε
γαίας πέδον
[ἀντ. α.
305
τᾶσδ’ ἄρειον,
ἐχθροῖς
ἀφέντες τὰν
βαθύχθον’ αἶαν,
ὕδωρ τε
Διρκαῖον, εὐ-
τραφέστατον
πωμάτων
ὅσων ἵησιν
Ποσει-
310
δὰν ὁ γαιάοχος
Τηθύος τε
παῖδες;
πρὸς τάδ’, ὦ
πολιοῦχοι
θεοί, τοῖσι
μὲν ἔξω
πύργων
ἀνδρολέτειραν
315
κάκαν,
ῥίψοπλον ἄταν,
ἐμβαλόντες
ἄροισθε
κῦδος τοῖσδε
πολίταις.
καὶ πόλεως
ῥύτορες ‹ἔστ’›
εὔεδροί τε
στάθητ’
320
ὀξυγόοις
λιταῖσιν.
οἰκτρὸν γὰρ
πόλιν ὧδ’
ὠγυγίαν [στρ.
β.
Ἀίδᾳ
προϊάψαι,
δορὸς ἄγραν
δουλίαν,
ψαφαρᾷ σποδῷ
ὑπ’ ἀνδρὸς
Ἀχαιοῦ θεόθεν
325
περθομέναν
ἀτίμως,
τὰς δὲ
κεχειρωμένας
ἄγεσθαι,
ἒ ἔ, νέας τε καὶ
παλαιὰς
ἱππηδὸν
πλοκάμων,
περιρ-
ρηγνυμένων
φαρέων. βοᾷ
330
δ’ ἐκκενουμένα
πόλις,
λαΐδος
ὀλλυμένας
μειξοθρόου·
βαρείας τοι
τύχας
προταρβῶ.
κλαυτὸν δ’
†ἀρτιδρόποις
ὠμοδρόπων
† [ἀντ. β.
νομίμων
προπάροιθεν
διαμεῖψαι
335
δωμάτων
στυγερὰν
ὁδόν·
τί; τὸν
φθίμενον γὰρ
προλέγω
βέλτερα τῶνδε
πράσσειν·
πολλὰ γάρ,
εὖτε πτόλις
δαμασθῇ,
ἒ ἔ, δυστυχῆ τε
πράσσει.
340
ἄλλος δ’ ἄλλον
ἄγει, φονεύ-
ει, τὰ δὲ
πυρφορεῖ·
καπνῷ
[δὲ] χραίνεται
πόλισμ’ ἅπαν·
μαινόμενος δ’
ἐπιπνεῖ
λαοδάμας
μιαίνων
εὐσέβειαν
Ἄρης.
345
κορκορυγαὶ δ’
ἀν’ ἄστυ, ποτὶ
[πτόλιν] δ’
ὁρκάνα [στρ.
γ.
πυργῶτις,
πρὸς ἀνδρὸς δ’
ἀνὴρ
δόρει
καίνεται·
βλαχαὶ δ’
αἱματόεσσαι
τῶν
ἐπιμαστιδίων
350
ἀρτιτρεφεῖς
βρέμονται.
ἁρπαγαὶ
δὲ διαδρομᾶν
ὁμαίμονες·
ξυμβολεῖ
φέρων φέροντι,
καὶ κενὸς
κενὸν καλεῖ,
ξύννομον
θέλων ἔχειν,
355
οὔτε
μεῖον οὔτ’
ἴσον
λελιμμένοι.
τί ἐκ τῶνδ’
εἰκάσαι
†λόγος πάρα;
παντοδαπὸς δὲ
καρπὸς
χαμάδις πεσὼν
[ἀντ. γ.
ἀλγύνει
κυρήσας,
πικρὸν δ’
ὄμμα
θαλαμοπόλων·
360
πολλὰ δ’
ἀκριτόφυρτος
γᾶς δόσις
οὐτιδανοῖς
ἐν ῥοθίοις
φορεῖται.
δμωίδες
δὲ καινοπήμονες
†νέαι
τλήμονες
εὐνὰν
αἰχμάλωτον †
365
ἀνδρὸς
εὐτυχοῦντος,
ὡς
δυσμενοῦς
ὑπερτέρου,
ἐλπίς
ἐστι νύκτερον
τέλος μολεῖν,
παγκλαύτων
ἀλγέων
ἐπίρροθον.
- ὅ τοι
κατόπτης, ὡς
ἐμοὶ δοκεῖ,
στρατοῦ
370
πευθώ τιν’ ἡμῖν,
ὦ φίλαι, νέαν
φέρει,
σπουδῇ διώκων
πομπίμους
χνόας ποδῶν.
- καὶ μὴν ἄναξ
ὅδ’ αὐτὸς
Οἰδίπου τόκος
ἐς
ἀρτίκολλον
ἀγγέλου λόγον
μαθεῖν·
σπουδὴ δὲ καὶ
τοῦδ’ οὐκ
ἀπαρτίζει
πόδα.
375
Αγ. λέγοιμ’ ἂν εἰδὼς
εὖ τὰ τῶν
ἐναντίων,
ὥς τ’ ἐν πύλαις
ἕκαστος
εἴληχεν πάλον.
Τυδεὺς μὲν
ἤδη πρὸς
πύλαισι
Προιτίσιν
βρέμει, πόρον
δ’ Ἰσμηνὸν οὐκ
ἐᾷ περᾶν
ὁ μάντις· οὐ
γὰρ σφάγια
γίγνεται καλά.
380
Τυδεὺς δὲ
μαργῶν καὶ
μάχης
λελιμμένος
μεσημβριναῖς
κλαγγαῖσιν ὡς
δράκων βοᾷ·
θείνει δ’
ὀνείδει
μάντιν
Οἰκλείδην
σοφόν,
σαίνειν μόρον
τε καὶ μάχην
ἀψυχίᾳ.
τοιαῦτ’ ἀυτῶν
τρεῖς
κατασκίους
λόφους
385
σείει, κράνους
χαίτωμ’, ὑπ’
ἀσπίδος δὲ τῷ
χαλκήλατοι
κλάζουσι
κώδωνες
φόβον·
ἔχει δ’
ὑπέρφρον σῆμ’
ἐπ’ ἀσπίδος
τόδε,
φλέγονθ’ ὑπ’ ἄστροις
οὐρανὸν
τετυγμένον·
λαμπρὰ δὲ
πανσέληνος ἐν
μέσῳ σάκει,
390
πρέσβιστον
ἄστρων, νυκτὸς
ὀφθαλμός,
πρέπει.
τοιαῦτ’ ἀλύων
ταῖς
ὑπερκόμποις
σαγαῖς
βοᾷ παρ’
ὄχθαις
ποταμίαις,
μάχης ἐρῶν,
ἵππος χαλινῶν
ὣς
κατασθμαίνων
μένει,
ὅστις βοὴν
σάλπιγγος
ὁρμαίνει
κλύων.
395
τίν’
ἀντιτάξεις
τῷδε; τίς
Προίτου πυλῶν
κλῄθρων
λυθέντων
προστατεῖν
φερέγγυος;
Ετ. κόσμον μὲν
ἀνδρὸς οὔτιν’
ἂν τρέσαιμ’
ἐγώ,
οὐδ’ ἑλκοποιὰ
γίγνεται τὰ
σήματα·
λόφοι δὲ
κώδων τ’ οὐ
δάκνουσ’ ἄνευ
δορός.
400
καὶ νύκτα
ταύτην ἣν
λέγεις ἐπ’
ἀσπίδος
ἄστροισι
μαρμαίρουσαν
οὐρανοῦ
κυρεῖν -
τάχ’ ἂν
γένοιτο
μάντις ἡ ἀνοία
τινί.
εἰ γὰρ
θανόντι νὺξ ἐπ’
ὀφθαλμοῖς
πέσοι,
τῷ τοι
φέροντι σῆμ’
ὑπέρκομπον
τόδε
405
γένοιτ’ ἂν
ὀρθῶς ἐνδίκως
τ’ ἐπώνυμον,
καὐτὸς καθ’
αὑτοῦ τήνδ’
ὕβριν
μαντεύσεται.
ἐγὼ δὲ Τυδεῖ
κεδνὸν
Ἀστακοῦ τόκον
τόνδ’
ἀντιτάξω
προστάτην
πυλωμάτων,
μάλ’ εὐγενῆ τε
καὶ τὸν
Αἰσχύνης
θρόνον
410
τιμῶντα καὶ
στυγοῦνθ’
ὑπέρφρονας
λόγους.
αἰσχρῶν γὰρ
ἀργός, μὴ κακὸς
δ’ εἶναι φιλεῖ.
σπαρτῶν δ’ ἀπ’
ἀνδρῶν, ὧν Ἄρης
ἐφείσατο,
ῥίζωμ’
ἀνεῖται, κάρτα
δ’ ἔστ’ ἐγχώριος,
Μελάνιππος·
ἔργον δ’ ἐν
κύβοις Ἄρης
κρινεῖ·
415
Δίκη δ’ ὁμαίμων
κάρτα νιν
προστέλλεται
εἴργειν
τεκούσῃ μητρὶ
πολέμιον δόρυ.
Χο. τὸν ἁμόν
νυν ἀντίπαλον
εὐτυχεῖν
[στρ. α.
θεοὶ δοῖεν, ὡς
δικαίως
πόλεως
πρόμαχος
ὄρνυται·
τρέμω δ’ αἱματη-
420
φόρους μόρους
ὑπὲρ φίλων
ὀλομένων
ἰδέσθαι.
Αγ. τούτῳ μὲν
οὕτως
εὐτυχεῖν
δοῖεν θεοί·
Καπανεὺς δ’ ἐπ’
Ἠλέκτραισιν
εἴληχεν
πύλαις,
γίγας ὅδ’
ἄλλος, τοῦ
πάρος
λελεγμένου
425
μείζων, ὁ
κόμπος δ’ οὐ κατ’
ἄνθρωπον
φρονεῖ,
πύργοις δ’
ἀπειλεῖ δείν’,
ἃ μὴ κραίνοι
τύχη·
θεοῦ τε γὰρ
θέλοντος
ἐκπέρσειν
πόλιν
καὶ μὴ
θέλοντός
φησιν, οὐδὲ τὴν
Διὸς
†Ἔριν πέδοι
σκήψασαν
ἐμποδὼν
σχεθεῖν
430
τὰς δ’ ἀστραπάς
τε καὶ
κεραυνίους
βολὰς
μεσημβρινοῖσι
θάλπεσιν
προσῄκασεν·
ἔχει δὲ σῆμα
γυμνὸν ἄνδρα
πυρφόρον,
φλέγει δὲ
λαμπὰς διὰ
χερῶν ὡπλισμένη·
χρυσοῖς δὲ
φωνεῖ
γράμμασιν ‘Πρήσω
πόλιν.’
435
τοιῷδε φωτὶ
πέμπε - τίς
ξυστήσεται,
τίς ἄνδρα
κομπάζοντα μὴ
τρέσας μενεῖ;
Ετ. καὶ τῷδε
κόμπῳ κέρδος
ἄλλο τίκτεται.
τῶν τοι
ματαίων
ἀνδράσιν
φρονημάτων
ἡ γλῶσσ’
ἀληθὴς
γίγνεται
κατήγορος.
440
Καπανεὺς δ’
ἀπειλεῖ, δρᾶν
παρεσκευασμένος,
θεοὺς ἀτίζων,
κἀπογυμνάζων
στόμα
χαρᾷ ματαίᾳ
θνητὸς ὢν εἰς
οὐρανὸν
πέμπει γεγωνὰ
Ζηνὶ
κυμαίνοντ’
ἔπη·
πέποιθα δ’
αὐτῷ ξὺν δίκῃ
τὸν πυρφόρον
445
ἥξειν
κεραυνόν,
οὐδὲν
ἐξῃκασμένον
μεσημβρινοῖσι
θάλπεσιν τοῖς
ἡλίου.
ἀνὴρ δ’ ἐπ’
αὐτῷ, κεἰ
στόμαργός ἐστ’
ἄγαν,
αἴθων
τέτακται λῆμα,
Πολυφόντου
βία,
φερέγγυον
φρούρημα,
προστατηρίας
450
Ἀρτέμιδος
εὐνοίαισι σύν
τ’ ἄλλοις θεοῖς.
λέγ’ ἄλλον
ἄλλαις ἐν
πύλαις
εἰληχότα.
Χο. ὄλοιθ’ ὃς
πόλει μεγάλ’
ἐπεύχεται,
[ἀντ. α.
κεραυνοῦ δέ
νιν βέλος
ἐπισχέθοι,
πρὶν ἐμὸν
ἐσθορεῖν
δόμον, πωλικῶν
θ’
455
ἑδωλίων ‹μ’›
ὑπερκόπῳ
δορί ποτ’
ἐκλαπάξαι.
Αγ. [καὶ μὴν τὸν
ἐντεῦθεν
λαχόντα πρὸς
πύλαις]
λέξω· τρίτῳ
γὰρ Ἐτεόκλῳ
τρίτος πάλος
ἐξ ὑπτίου ‘πήδησεν
εὐχάλκου
κράνους,
460
πύλαισι
Νηίστῃσι
προσβαλεῖν λόχον.
ἵππους δ’ ἐν
ἀμπυκτῆρσιν
ἐμβριμωμένας
δινεῖ,
θελούσας πρὸς
πύλαις
πεπτωκέναι.
φιμοὶ δὲ
συρίζουσι
βάρβαρον
βρόμον,
μυκτηροκόμποις
πνεύμασιν
πληρούμενοι.
465
ἐσχημάτισται
δ’ ἀσπὶς οὐ
σμικρὸν
τρόπον·
ἀνὴρ [δ’]
ὁπλίτης
κλίμακος
προσαμβάσεις
στείχει πρὸς ἐχθρῶν
πύργον,
ἐκπέρσαι
θέλων.
βοᾷ δὲ χοὖτος
γραμμάτων ἐν
ξυλλαβαῖς,
ὡς οὐδ’ ἂν Ἄρης
σφ’ ἐκβάλοι
πυργωμάτων.
470
καὶ τῷδε φωτὶ
πέμπε τὸν
φερέγγυον
πόλεως
ἀπείργειν
τῆσδε δούλιον
ζυγόν.
Ετ. πέμποιμ’ ἂν
ἤδη τόνδε, σὺν
τύχῃ δ’ ἴτω,
[καὶ δὴ
πέπεμπται
κόμπον ἐν
χεροῖν ἔχων,]
Μεγαρεύς,
Κρέοντος
σπέρμα τοῦ
σπαρτῶν
γένους,
475
ὃς οὔτι μάργων
ἱππικῶν
φρυαγμάτων
βρόμον
φοβηθεὶς ἐκ
πυλῶν
χωρήσεται,
ἀλλ’ ἢ θανὼν
τροφεῖα
πληρώσει
χθονί,
ἢ καὶ δύ’ ἄνδρε
καὶ πόλισμ’ ἐπ’
ἀσπίδος
ἑλὼν
λαφύροις δῶμα
κοσμήσει
πατρός.
480
κόμπαζ’ ἐπ’
ἄλλῳ, μηδέ μοι
φθόνει λόγων.
Χο. ἐπεύχομαι
δὴ τὰ μὲν εὖ
τυχεῖν, ἰὼ
[στρ. β.
πρόμαχ’ ἐμῶν
δόμων, τοῖσι δὲ
δυστυχεῖν.
ὡς δ’ ὑπέραυχα
βάζουσιν ἐπὶ
πτόλει
μαινομένᾳ
φρενί, τώς νιν
485
Ζεὺς νεμέτωρ
ἐπίδοι
κοταίνων.
Αγ. τέταρτος
ἄλλος,
γείτονας πύλας
ἔχων
Ὄγκας Ἀθάνας,
ξὺν βοῇ
παρίσταται,
Ἱππομέδοντος
σχῆμα καὶ
μέγας τύπος·
ἅλω δὲ πολλήν,
ἀσπίδος
κύκλον λέγω,
490
ἔφριξα
δινήσαντος·
οὐκ ἄλλως ἐρῶ.
ὁ σηματουργὸς
δ’ οὔ τις
εὐτελὴς ἄρ’ ἦν
ὅστις τόδ’
ἔργον ὤπασεν
πρὸς ἀσπίδι,
Τυφῶν’ ἱέντα
πύρπνοον διὰ στόμα
λιγνὺν
μέλαιναν,
αἰόλην πυρὸς
κάσιν·
495
ὄφεων δὲ
πλεκτάναισι
περίδρομον
κύτος
προσηδάφισται
κοιλογάστορος
κύκλου.
αὐτὸς δ’
ἐπηλάλαξεν,
ἔνθεος δ’ Ἄρει
βακχᾷ πρὸς
ἀλκὴν θυιὰς ὥς,
φόβον βλέπων.
τοιοῦδε φωτὸς
πεῖραν εὖ
φυλακτέον·
500
Φόβος γὰρ ἤδη
πρὸς πύλαις
κομπάζεται.
Ετ. πρῶτον μὲν
Ὄγκα Παλλάς, ἥτ’
ἀγχίπτολις
πύλαισι
γείτων, ἀνδρὸς
ἐχθαίρουσ’
ὕβριν,
εἴρξει
νεοσσῶν ὡς
δράκοντα
δύσχιμον·
Ὑπέρβιος δέ,
κεδνὸς
Οἴνοπος τόκος,
505
ἀνὴρ κατ’ ἄνδρα
τοῦτον ᾑρέθη,
θέλων
ἐξιστορῆσαι
μοῖραν ἐν
χρείᾳ τύχης,
οὔτ’ εἶδος
οὔτε θυμὸν οὐδ’
ὅπλων σχέσιν
μωμητός·
Ἑρμῆς δ’
εὐλόγως
ξυνήγαγεν.
ἐχθρὸς γὰρ
ἁνὴρ ἀνδρὶ τῷ
ξυστήσεται,
510
ξυνοίσετον δὲ
πολεμίους ἐπ’
ἀσπίδων
θεούς· ὁ μὲν
γὰρ πύρπνοον
Τυφῶν’ ἔχει,
Ὑπερβίῳ δὲ
Ζεὺς πατὴρ ἐπ’
ἀσπίδος
σταδαῖος
ἧσται, διὰ
χερὸς βέλος φλέγων·
κοὔπω τις
εἶδε Ζῆνά που
νικώμενον.
515
[τοιάδε μέντοι
προσφίλεια
δαιμόνων.
πρὸς τῶν
κρατούντων [δ’]
ἐσμέν, οἱ δ’
ἡσσωμένων,
εἰ Ζεύς γε
Τυφῶ
καρτερώτερος
μάχῃ.
εἰκὸς δὲ
πράξειν
ἄνδρας ὧδ’
ἀντιστάτας·
Ὑπερβίῳ τε
πρὸς λόγον τοῦ
σήματος
520
σωτὴρ γένοιτ’
ἂν Ζεὺς ἐπ’
ἀσπίδος τυχών.]
Χο. πέποιθα ‹δὴ›
τὸν Διὸς
ἀντίτυπον
ἔχοντ’ [ἀντ. β.
ἄφιλον ἐν
σάκει τοῦ
χθονίου δέμας
δαίμονος,
ἐχθρὸν
εἴκασμα
βροτοῖς τε καὶ
δαροβίοισι
θεοῖσιν,
525
πρόσθε πυλᾶν
κεφαλὰν
ἰάψειν.
Αγ. οὕτως
γένοιτο. τὸν δὲ
πέμπτον αὖ
λέγω,
πέμπταισι
προσταχθέντα
Βορραίαις
πύλαις,
τύμβον κατ’
αὐτὸν
Διογενοῦς
Ἀμφίονος·
ὄμνυσι δ’
αἰχμὴν ἣν ἔχει,
μᾶλλον θεοῦ
530
σέβειν
πεποιθὼς
ὀμμάτων θ’
ὑπέρτερον,
ἦ μὴν
λαπάξειν ἄστυ
Καδμείων βίᾳ
Διός· τόδ’
αὐδᾷ μητρὸς ἐξ
ὀρεσκόου
βλάστημα
καλλίπρῳρον,
ἀνδρόπαις
ἀνήρ.
στείχει δ’
ἴουλος ἄρτι
διὰ παρηίδων,
535
ὥρας φυούσης,
ταρφὺς
ἀντέλλουσα
θρίξ.
ὁ δ’ ὠμόν, οὔτι
παρθένων
ἐπώνυμον,
φρόνημα,
γοργὸν δ’ ὄμμ’
ἔχων,
προσίσταται
Παρθενοπαῖος
Ἀρκάς· ὁ δὲ
τοιόσδ’ ἀνὴρ
μέτοικος,
Ἄργει δ’
ἐκτίνων καλὰς
τροφάς.
[πύργοις
ἀπειλεῖ τοῖσδ’
ἃ μὴ κραίνοι
θεός]
οὐ μὴν
ἀκόμπαστός γ’
ἐφίσταται
πύλαις·
τὸ γὰρ πόλεως
ὄνειδος ἐν
χαλκηλάτῳ
540
σάκει, κυκλωτῷ
σώματος
προβλήματι,
Σφίγγ’
ὠμόσιτον
προσμεμηχανημένην
γόμφοις
ἐνώμα, λαμπρὸν
ἔκκρουστον
δέμας,
φέρει δ’ ὑφ’
αὑτῇ φῶτα
Καδμείων ἕνα,
ὡς πλεῖστ’ ἐπ’
ἀνδρὶ τῷδ’
ἰάπτεσθαι
βέλη.
545
ἐλθὼν δ’ ἔοικεν
οὐ
καπηλεύσειν
μάχην,
μακρᾶς
κελεύθου δ’ οὐ
καταισχυνεῖν
πόρον.
550
Ετ. εἰ γὰρ
τύχοιεν ὧν
φρονοῦσι πρὸς
θεῶν,
αὐτοῖς
ἐκείνοις
ἀνοσίοις
κομπάσμασιν·
ἦ τἂν
πανώλεις
παγκάκως τ’
ὀλοίατο.
ἔστιν δὲ καὶ
τῷδ’, ὃν λέγεις
τὸν Ἀρκάδα,
ἀνὴρ ἄκομπος,
χεὶρ δ’ ὁρᾷ τὸ
δράσιμον,
555
Ἄκτωρ, ἀδελφὸς
τοῦ πάρος
λελεγμένου·
ὃς οὐκ ἐάσει
γλῶσσαν
ἐργμάτων ἄτερ
εἴσω πυλῶν
ῥέουσαν
ἀλδαίνειν
κακά,
οὐδ’
εἰσαμεῖψαι
θηρὸς
ἐχθίστου
δάκος
[εἰκὼ φέροντα
πολεμίας ἐπ’
ἀσπίδος]
560