Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) (67 page)

BOOK: Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)
3.64Mb size Format: txt, pdf, ePub

ΩΚΕΑΝΟΣ
ἥκω δολιχῆς
τέρμα
κελεύθου

285
διαμειψάμενος
πρὸς σέ,
Προμηθεῦ,
τὸν πτερυγωκῆ
τόνδ’ οἰωνὸν
γνώμῃ
στομίων ἄτερ
εὐθύνων·
ταῖς σαῖς δὲ τύχαις,
ἴσθι, συναλγῶ.
τό τε γάρ με,
δοκῶ, ξυγγενὲς
οὕτως

290
ἐπαναγκάζει,
χωρίς τε
γένους οὐκ
ἔστιν ὅτῳ
μείζονα
μοῖραν
νείμαιμ’ ἢ σοί.
γνώσῃ δὲ τάδ’
ὡς ἔτυμ’, οὐδὲ
μάτην
χαριτογλωσσεῖν
ἔνι μοι· φέρε
γὰρ

295
σήμαιν’ ὅ τι χρή
σοι
συμπράσσειν·
οὐ γάρ ποτ’ ἐρεῖς
ὡς Ὠκεανοῦ
φίλος ἐστὶ
βεβαιότερός
σοι.
Πρ. ἔα· τί
χρῆμα; καὶ σὺ
δὴ πόνων ἐμῶν
ἥκεις
ἐπόπτης; πῶς
ἐτόλμησας,
λιπὼν

300
ἐπώνυμόν τε
ῥεῦμα καὶ
πετρηρεφῆ
αὐτόκτιτ’
ἄντρα, τὴν
σιδηρομήτορα
ἐλθεῖν ἐς
αἶαν; ἦ
θεωρήσων
τύχας
ἐμὰς ἀφῖξαι
καὶ
συνασχαλῶν
κακοῖς;
δέρκου θέαμα,
τόνδε τὸν Διὸς
φίλον,

305
τὸν
συγκαταστήσαντα
τὴν τυραννίδα,
οἵαις ὑπ’
αὐτοῦ
πημοναῖσι
κάμπτομαι.
Ωκ. ὁρῶ,
Προμηθεῦ, καὶ
παραινέσαι γέ
σοι
θέλω τὰ λῷστα,
καίπερ ὄντι
ποικίλῳ.
γίγνωσκε
σαυτὸν καὶ
μεθάρμοσαι
τρόπους

310
νέους· νέος
γὰρ καὶ
τύραννος ἐν
θεοῖς.
εἰ δ’ ὧδε
τραχεῖς καὶ
τεθηγμένους
λόγους
ῥίψεις, τάχ’ ἄν
σου καὶ μακρὰν
ἀνωτέρω
θακῶν κλύοι
Ζεύς, ὥστε σοι
τὸν νῦν ὄχλον
παρόντα
μόχθων
παιδιὰν εἶναι
δοκεῖν.

315
ἀλλ’, ὦ ταλαίπωρ’,
ἃς ἔχεις ὀργὰς
ἄφες,
ζήτει δὲ
τῶνδε πημάτων
ἀπαλλαγάς.
ἀρχαῖ’ ἴσως
σοι φαίνομαι
λέγειν τάδε.
τοιαῦτα
μέντοι τῆς
ἄγαν ὑψηγόρου
γλώσσης,
Προμηθεῦ,
τἀπίχειρα
γίγνεται.

320
σὺ δ’ οὐδέπω
ταπεινὸς οὐδ’
εἴκεις κακοῖς,
πρὸς τοῖς
παροῦσι δ’ ἄλλα
προσλαβεῖν
θέλεις.
οὔκουν ἔμοιγε
χρώμενος
διδασκάλῳ
πρὸς κέντρα
κῶλον ἐκτενεῖς,
ὁρῶν ὅτι
τραχὺς
μόναρχος οὐδ’
ὑπεύθυνος
κρατεῖ.

325
καὶ νῦν ἐγὼ
μὲν εἶμι καὶ
πειράσομαι
ἐὰν δύνωμαι
τῶνδέ σ’
ἐκλῦσαι
πόνων·
σὺ δ’ ἡσύχαζε
μηδ’ ἄγαν
λαβροστόμει.
ἢ οὐκ οἶσθ’
ἀκριβῶς ὢν
περισσόφρων
ὅτι
γλώσσῃ
ματαίᾳ ζημία
προστρίβεται;

330
Πρ. ζηλῶ σ’
ὁθούνεκ’ ἐκτὸς
αἰτίας κυρεῖς,
†πάντων
μετασχὼν καὶ
τετολμηκὼς
ἐμοί. †
καὶ νῦν ἔασον
μηδέ σοι
μελησάτω.
πάντως γὰρ οὐ
πείσεις νιν·
οὐ γὰρ εὐπιθής.
πάπταινε δ’
αὐτὸς μή τι
πημανθῇς ὁδῷ.

335
Ωκ. πολλῷ γ’
ἀμείνων τοὺς
πέλας φρενοῦν
ἔφυς
ἢ σαυτόν·
ἔργῳ κοὐ λόγῳ
τεκμαίρομαι.
ὁρμώμενον δὲ
μηδαμῶς
ἀντισπάσῃς.
αὐχῶ γάρ, αὐχῶ,
τήνδε δωρειὰν
ἐμοὶ
δώσειν Δί’,
ὥστε τῶνδέ σ’
ἐκλῦσαι πόνων.

340
Πρ. τὰ μέν σ’
ἐπαινῶ
κοὐδαμῇ λήξω
ποτέ·
προθυμίας γὰρ
οὐδὲν
ἐλλείπεις.
ἀτὰρ
μηδὲν πόνει·
μάτην γὰρ
οὐδὲν ὠφελῶν
ἐμοὶ πονήσεις,
εἴ τι καὶ
πονεῖν θέλεις.
ἀλλ’ ἡσύχαζε
σαυτὸν
ἐκποδὼν ἔχων·

345
ἐγὼ γὰρ οὐκ εἰ
δυστυχῶ, τοῦδ’
εἵνεκα
θέλοιμ’ ἂν ὡς
πλείστοισι
πημονὰς
τυχεῖν.
οὐ δῆτ’, ἐπεί με
καὶ
κασιγνήτου
τύχαι
τείρουσ’
Ἄτλαντος, ὃς
πρὸς ἑσπέρους
τόπους
ἕστηκε κίον’
οὐρανοῦ τε καὶ
χθονὸς

350
ὤμοις ἐρείδων,
ἄχθος οὐκ
εὐάγκαλον.
τὸν γηγενῆ τε
Κιλικίων
οἰκήτορα
ἄντρων ἰδὼν
ᾤκτιρα, δάιον
τέρας,
ἑκατογκάρανον
πρὸς βίαν
χειρούμενον,
†Τυφῶνα
θοῦρον. ὃς
πᾶσιν ἀντέστη
θεοῖς,

355
σμερδναῖσι
γαμφηλαῖσι
συρίζων φόβον,
ἐξ ὀμμάτων δ’
ἤστραπτε γοργωπὸν
σέλας,
ὡς τὴν Διὸς
τυραννίδ’
ἐκπέρσων βίᾳ·
ἀλλ’ ἦλθεν
αὐτῷ Ζηνὸς
ἄγρυπνον
βέλος,
καταιβάτης
κεραυνὸς
ἐκπνέων φλόγα,

360
ὃς αὐτὸν
ἐξέπληξε τῶν
ὑψηγόρων
κομπασμάτων.
φρένας γὰρ εἰς
αὐτὰς τυπεὶς
ἐφεψαλώθη
κἀξεβροντήθη
σθένος.
καὶ νῦν
ἀχρεῖον καὶ
παράορον
δέμας
κεῖται
στενωποῦ
πλησίον
θαλασσίου

365
ἰπούμενος
ῥίζαισιν
Αἰτναίαις ὕπο.
κορυφαῖς δ’ ἐν
ἄκραις ἥμενος
μυδροκτυπεῖ
Ἥφαιστος,
ἔνθεν
ἐκραγήσονταί
ποτε
ποταμοὶ πυρὸς
δάπτοντες
ἀγρίαις
γνάθοις
τῆς
καλλικάρπου
Σικελίας
λευροὺς γύας·

370
τοιόνδε Τυφὼς ἐξαναζέσει
χόλον
θερμοῖς
ἀπλάτου
βέλεσι
πυρπνόου
ζάλης,
καίπερ
κεραυνῷ Ζηνὸς
ἠνθρακωμένος.
σὺ δ’ οὐκ
ἄπειρος, οὐδ’
ἐμοῦ
διδασκάλου
χρῄζεις·
σεαυτὸν σῷζ’
ὅπως
ἐπίστασαι·

375
ἐγὼ δὲ τὴν
παροῦσαν
ἀντλήσω τύχην,
ἔστ’ ἂν Διὸς
φρόνημα
λωφήσῃ χόλου.
Ωκ. οὔκουν, Προμηθεῦ,
τοῦτο
γιγνώσκεις,
ὅτι
ὀργῆς
νοσούσης
εἰσὶν ἰατροὶ
λόγοι;
Πρ. ἐάν τις ἐν
καιρῷ γε
μαλθάσσῃ κέαρ

380
καὶ μὴ
σφριγῶντα
θυμὸν
ἰσχναίνῃ βίᾳ.
Ωκ. ἐν τῷ
προθυμεῖσθαι
δὲ καὶ τολμᾶν
τίνα
ὁρᾷς ἐνοῦσαν
ζημίαν;
δίδασκέ με.
Πρ. μόχθον
περισσὸν
κουφόνουν τ’ εὐηθίαν.
Ωκ. ἔα με τῇδε
τῇ νόσῳ νοσεῖν,
ἐπεὶ

385
κέρδιστον εὖ
φρονοῦντα μὴ
φρονεῖν
δοκεῖν.
Πρ. ἐμὸν
δοκήσει
τἀμπλάκημ’
εἶναι τόδε.
Ωκ. σαφῶς μ’ ἐς
οἶκον σὸς
λόγος στέλλει
πάλιν.
Πρ. μὴ γάρ σε
θρῆνος οὑμὸς
εἰς ἔχθραν
βάλῃ.
Ωκ. ἦ τῷ νέον
θακοῦντι
παγκρατεῖς ἕδρας;

390
Πρ. τούτου
φυλάσσου μή
ποτ’ ἀχθεσθῇ
κέαρ.
Ωκ. ἡ σή,
Προμηθεῦ,
συμφορὰ
διδάσκαλος.
Πρ. στέλλου,
κομίζου, σῷζε
τὸν παρόντα
νοῦν.
Ωκ. ὁρμωμένῳ
μοι τόνδ’
ἐθώυξας λόγον.
λευρὸν γὰρ
οἷμον αἰθέρος
ψαίρει
πτεροῖς

395
τετρασκελὴς
οἰωνός·
ἄσμενος δέ τἂν
σταθμοῖς ἐν
οἰκείοισι
κάμψειεν γόνυ.

ΧΟΡΟΣ
 στένω σε τᾶς
οὐ-   [στρ. α.
λομένας
τύχας,
Προμηθεῦ·
δακρυσίστακτον
[δ’] ἀπ’ ὄσσων

400
ῥαδινῶν
λειβομένα
ῥέος παρειὰν
νοτίοις
ἔτεγξα
παγαῖς·
ἀμέγαρτα γὰρ
τάδε Ζεὺς
ἰδίοις
νόμοις
κρατύνων
ὑπερήφανον
θεοῖς τοῖς

405
πάρος
ἐνδείκνυσιν
αἰχμάν.
 πρόπασα δ’
ἤδη   [ἀντ. α.
στονόεν
λέλακε χώρα,
μεγαλοσχήμονά
τ’ ἀρχαι-
οπρεπῆ ˉ˘˘ˉ
στένουσι τὰν
σὰν

410
ξυνομαιμόνων
τε τιμάν·
ὁπόσοι τ’
ἔποικον ἁγνᾶς
Ἀσίας ἕδος
νέμονται,
μεγαλοστόνοισι
σοῖς πή-
μασι
συγκάμνουσι
θνατοί.

415
Κολχίδος τε
γᾶς ἔνοικοι
  [στρ. β.
παρθένοι,
μάχας
ἄτρεστοι,
καὶ Σκύθης
ὅμιλος, οἳ γᾶς
ἔσχατον τόπον
ἀμφὶ Μαι-
ῶτιν ἔχουσι
λίμναν,

420
Ἀραβίας τ’
ἄρειον ἄνθος,
  [ἀντ. β.
ὑψίκρημνον
οἳ πόλισμα
Καυκάσου
πέλας
νέμονται,
δάιος
στρατός,
ὀξυπρῴ-
ροισι βρέμων
ἐν αἰχμαῖς.

425
†μόνον δὴ
πρόσθεν ἄλλον
ἐν πόνοις
δαμέντ’
ἀκαμαντοδέτοις
Τιτᾶνα λύμαις
εἰσιδόμαν,
θεὸν
Ἄτλανθ’, ὃς
αἰὲν ὑπέροχον
σθένος
κραταιὸν
... οὐράνιόν τε
πόλον

430
νώτοις
ὑποστενάζει. †
βοᾷ δὲ
πόντιος
κλύδων
ξυμπίτνων,
στένει βυθός,
κελαινὸς [δ’]
Ἄιδος
ὑποβρέμει
μυχὸς γᾶς,
παγαί θ’
ἁγνορύτων
ποταμῶν

435
στένουσιν
ἄλγος οἰκτρόν.
Πρ. μή τοι
χλιδῇ δοκεῖτε
μηδ’ αὐθαδίᾳ
σιγᾶν με·
συννοίᾳ δὲ
δάπτομαι κέαρ,
ὁρῶν ἐμαυτὸν
ὧδε
προυσελούμενον.
καίτοι θεοῖσι
τοῖς νέοις
τούτοις γέρα

440
τίς ἄλλος ἢ ‘γὼ
παντελῶς
διώρισεν;
ἀλλ’ αὐτὰ σιγῶ.
καὶ γὰρ
εἰδυίαισιν ἂν
ὑμῖν
λέγοιμι· τἀν
βροτοῖς δὲ
πήματα
ἀκούσαθ’, ὥς
σφας νηπίους
ὄντας τὸ πρὶν
ἔννους ἔθηκα
καὶ φρενῶν
ἐπηβόλους.

445
λέξω δέ, μέμψιν
οὔτιν’
ἀνθρώποις
ἔχων,
ἀλλ’ ὧν δέδωκ’
εὔνοιαν
ἐξηγούμενος·
οἳ πρῶτα μὲν βλέποντες
ἔβλεπον μάτην,
κλύοντες οὐκ
ἤκουον, ἀλλ’
ὀνειράτων
ἀλίγκιοι
μορφαῖσι τὸν
μακρὸν βίον

450
ἔφυρον εἰκῇ
πάντα, κοὔτε
πλινθυφεῖς
δόμους
προσείλους
ᾖσαν, οὐ
ξυλουργίαν·
κατώρυχες δ’
ἔναιον ὥστ’
ἀήσυροι
μύρμηκες
ἄντρων ἐν
μυχοῖς
ἀνηλίοις.
ἦν δ’ οὐδὲν αὐτοῖς
οὔτε χείματος
τέκμαρ

455
οὔτ’
ἀνθεμώδους
ἦρος οὔτε
καρπίμου
θέρους
βέβαιον, ἀλλ’
ἄτερ γνώμης τὸ
πᾶν
ἔπρασσον,
ἔστε δή σφιν
ἀντολὰς ἐγὼ
ἄστρων ἔδειξα
τάς τε
δυσκρίτους
δύσεις.
καὶ μὴν
ἀριθμόν,
ἔξοχον
σοφισμάτων,

460
ἐξηῦρον
αὐτοῖς,
γραμμάτων τε
συνθέσεις,
μνήμην
ἁπάντων,
μουσομήτορ’
ἐργάνην.
κἄζευξα
πρῶτος ἐν
ζυγοῖσι
κνώδαλα
ζεύγλαισι
δουλεύοντα
σώμασίν θ’ ὅπως
θνητοῖς
μεγίστων
διάδοχοι
μοχθημάτων

465
γένοινθ’, ὑφ’
ἅρμα τ’ ἤγαγον
φιληνίους
ἵππους,
ἄγαλμα τῆς
ὑπερπλούτου
χλιδῆς.
θαλασσόπλαγκτα
δ’ οὔτις ἄλλος
ἀντ’ ἐμοῦ
λινόπτερ’
ηὗρε ναυτίλων
ὀχήματα.
τοιαῦτα
μηχανήματ’
ἐξευρὼν τάλας

470
βροτοῖσιν,
αὐτὸς οὐκ ἔχω
σόφισμ’ ὅτῳ
τῆς νῦν
παρούσης
πημονῆς
ἀπαλλαγῶ.
Χο. πέπονθας
αἰκὲς πῆμ’
ἀποσφαλεὶς
φρενῶν
πλάνῃ, κακὸς δ’
ἰατρὸς ὥς τις
ἐς νόσον
πεσὼν ἀθυμεῖς
καὶ σεαυτὸν
οὐκ ἔχεις

475
εὑρεῖν
ὁποίοις
φαρμάκοις
ἰάσιμος.
Πρ. τὰ λοιπά
μου κλύουσα
θαυμάσῃ πλέον,
οἵας τέχνας
τε καὶ πόρους
ἐμησάμην.
τὸ μὲν
μέγιστον, εἴ
τις ἐς νόσον
πέσοι,
οὐκ ἦν ἀλέξημ’
οὐδέν, οὔτε
βρώσιμον,

480
οὐ χριστόν,
οὐδὲ πιστόν,
ἀλλὰ φαρμάκων
χρείᾳ
κατεσκέλλοντο,
πρίν γ’ ἐγώ
σφισιν
ἔδειξα
κράσεις ἠπίων
ἀκεσμάτων,
αἷς τὰς
ἁπάσας
ἐξαμύνονται
νόσους.
τρόπους τε
πολλοὺς
μαντικῆς
ἐστοίχισα,

485
κἄκρινα
πρῶτος ἐξ
ὀνειράτων ἃ
χρὴ
ὕπαρ
γενέσθαι,
κληδόνας τε
δυσκρίτους
ἐγνώρισ’
αὐτοῖς
ἐνοδίους τε συμβόλους.
γαμψωνύχων τε
πτῆσιν οἰωνῶν
σκεθρῶς
διώρισ’,
οἵτινές τε
δεξιοὶ φύσιν

490
εὐωνύμους τε,
καὶ δίαιταν
ἥντινα
ἔχουσ’
ἕκαστοι, καὶ
πρὸς ἀλλήλους
τίνες
ἔχθραι τε καὶ
στέργηθρα καὶ
συνεδρίαι·
σπλάγχνων τε
λειότητα, καὶ
χροιὰν τίνα
ἔχουσ’ ἂν εἴη
δαίμοσιν πρὸς
ἡδονὴν

495
χολή, λοβοῦ τε
ποικίλην
εὐμορφίαν·
κνίσῃ τε κῶλα
συγκαλυπτὰ
καὶ μακρὰν
ὀσφῦν
πυρώσας
δυστέκμαρτον
εἰς τέχνην
ὥδωσα
θνητούς, καὶ
φλογωπὰ
σήματα
ἐξωμμάτωσα,
πρόσθεν ὄντ’
ἐπάργεμα.

500
τοιαῦτα μὲν δὴ
ταῦτ’· ἔνερθε
δὲ χθονὸς
κεκρυμμέν’
ἀνθρώποισιν
ὠφελήματα,
χαλκόν,
σίδηρον,
ἄργυρον
χρυσόν τε, τίς
φήσειεν ἂν
πάροιθεν
ἐξευρεῖν
ἐμοῦ;
οὐδείς, σάφ’
οἶδα, μὴ μάτην
φλῦσαι θέλων.

505
βραχεῖ δὲ μύθῳ
πάντα
συλλήβδην
μάθε,
πᾶσαι τέχναι
βροτοῖσιν ἐκ
Προμηθέως.
Χο. μή νυν
βροτοὺς μὲν
ὠφέλει καιροῦ
πέρα,
σαυτοῦ δ’
ἀκήδει
δυστυχοῦντος·
ὡς ἐγὼ
εὔελπίς εἰμι
τῶνδέ σ’ ἐκ
δεσμῶν ἔτι

510
λυθέντα μηδὲν
μεῖον
ἰσχύσειν Διός.
Πρ. οὐ ταῦτα
ταύτῃ Μοῖρά πω
τελεσφόρος
κρᾶναι
πέπρωται,
μυρίαις δὲ
πημοναῖς
δύαις τε
καμφθεὶς ὧδε
δεσμὰ
φυγγάνω·
τέχνη δ’
ἀνάγκης
ἀσθενεστέρα
μακρῷ.

515
Χο. τίς οὖν
ἀνάγκης ἐστὶν
οἰακοστρόφος;
Πρ. Μοῖραι
τρίμορφοι
μνήμονές τ’
Ἐρινύες.
Χο. τούτων ἄρα
Ζεύς ἐστιν
ἀσθενέστερος;
Πρ. οὔκουν ἂν
ἐκφύγοι γε τὴν
πεπρωμένην.
Χο. τί γὰρ
πέπρωται Ζηνὶ
πλὴν ἀεὶ
κρατεῖν;

520
Πρ. τοῦτ’ οὐκέτ’
ἂν πύθοιο, μηδὲ
λιπάρει.
Χο. ἦ πού τι
σεμνόν ἐστιν ὃ
ξυναμπέχεις.
Πρ. ἄλλου
λόγου
μέμνησθε,
τόνδε δ’
οὐδαμῶς
καιρὸς
γεγωνεῖν, ἀλλὰ
συγκαλυπτέος
ὅσον μάλιστα·
τόνδε γὰρ
σῴζων ἐγὼ

525
δεσμοὺς
ἀεικεῖς καὶ
δύας
ἐκφυγγάνω.

ΧΟΡΟΣ
μηδάμ’ ὁ πάντα
νέμων   [στρ. α.
θεῖτ’ ἐμᾷ γνώμᾳ
κράτος
ἀντίπαλον
Ζεύς,
μηδ’
ἐλινύσαιμι
θεοὺς ὁσίαις

530
θοίναις
ποτινισσομένα
βουφόνοις παρ’
Ὠκεανοῦ
πατρὸς
ἄσβεστον
πόρον,
μηδ’ ἀλίτοιμι
λόγοις·
ἀλλά μοι τόδ’
ἐμμένοι

535
καὶ μήποτ’
ἐκτακείη·
ἡδύ τι
θαρσαλέαις
  [ἀντ. α.
τὸν μακρὸν
τείνειν βίον
ἐλπίσι, φαναῖς
θυμὸν
ἀλδαίνουσαν
ἐν
εὐφροσύναις,

540
φρίσσω δέ σε
δερκομένα
μυρίοις
μόχθοις
διακναιόμενον
ˉˉ˘ˉ.
Ζῆνα γὰρ οὐ
τρομέων
ἰδίᾳ γνώμᾳ
σέβῃ
θνατοὺς ἄγαν,
Προμηθεῦ.

545
φέρε, πῶς χάρις
ἁ χάρις, ὦ
  [στρ. β.
φίλος; εἰπέ,
ποῦ τις ἀλκά;
τίς
ἐφαμερίων
ἄρηξις; οὐδ’
ἐδέρχθης
ὀλιγοδρανίαν
ἄκικυν,
ἰσόνειρον, ᾇ
τὸ φωτῶν

550
ἀλαὸν γένος
ἐμπεποδισμένον;
οὔποτε ˉˉ
τὰν Διὸς
ἁρμονίαν
θνατῶν
παρεξίασι
βουλαί.
ἔμαθον τάδε
σὰς προσιδοῦσ’
  [ἀντ. β.
ὀλοὰς τύχας,
Προμηθεῦ.

555
τὸ διαμφίδιον
δέ μοι μέλος
προσέπτα
τόδ’ ἐκεῖνό θ’
ὅ τ’ ἀμφὶ
λουτρὰ
καὶ λέχος σὸν
ὑμεναίουν
ἰότατι γάμων,
ὅτε τὰν
ὁμοπάτριον
ἕδνοις

560
ἄγαγες
Ἡσιόναν πιθὼν
δάμαρτα
κοινόλεκτρον.

Other books

Domino by Chris Barnhart
Vera's Valour by Anne Holman
A Time for Courage by Margaret Graham
The Midnight Hour by Brenda Jackson
Lost Art of Mixing (9781101609187) by Bauermeister, Erica
Toygasms! by Sadie Allison
Breakaway by Kat Spears
Nanny Returns by Emma McLaughlin