Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) (62 page)

BOOK: Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)
6.74Mb size Format: txt, pdf, ePub
ads

Ηλ. ἆρ’ ὀρθὸν
αἴρεις
φίλτατον τὸ
σὸν κάρα;
Ορ. ἤτοι δίκην
ἴαλλε
σύμμαχον
φίλοις,
ἢ τὰς ὁμοίας
ἀντίδος λαβὰς
λαβεῖν,
εἴπερ
κρατηθείς γ’
ἀντινικῆσαι
θέλεις.

500
Ηλ. καὶ τῆσδ’
ἄκουσον
λοισθίου βοῆς,
πάτερ·
ἰδὼν
νεοσσοὺς
τούσδ’
ἐφημένους
τάφῳ,
οἴκτιρε θῆλυν
ἄρσενός θ’ ὁμοῦ
γόον.
Ορ. καὶ μὴ ‘ξαλείψῃς
σπέρμα
Πελοπιδῶν
τόδε,
οὕτω γὰρ οὐ
τέθνηκας οὐδέ
περ θανών.

505
[παῖδες γὰρ
ἀνδρὶ
κληδόνες
σωτήριοι
θανόντι·
φελλοὶ δ’ ὣς
ἄγουσι
δίκτυον,
τὸν ἐκ βυθοῦ
κλωστῆρα
σῴζοντες
λίνου.]
Ηλ. ἄκου’, ὑπὲρ
σοῦ τοιάδ’ ἔστ’
ὀδύρματα,
αὐτὸς δὲ σῴζῃ
τόνδε τιμήσας
λόγον.

510
Χο. καὶ μὴν
ἀμεμφῆ τόνδ’
ἐτείνατον
λόγον,
τίμημα τύμβου
τῆς
ἀνοιμώκτου
τύχης.
τὰ δ’ ἄλλ’,
ἐπειδὴ δρᾶν
κατώρθωσαι
φρενί,
ἔρδοις ἂν ἤδη
δαίμονος
πειρώμενος.
Ορ. ἔσται·
πυθέσθαι δ’
οὐδέν ἐστ’ ἔξω
δρόμου,

515
πόθεν χοὰς
ἔπεμψεν, ἐκ
τίνος λόγου
μεθύστερον
τιμῶσ’
ἀνήκεστον
πάθος;
θανόντι δ’ οὐ
φρονοῦντι
δειλαία χάρις
ἐπέμπετ’· οὐκ
ἔχοιμ’ ἂν
εἰκάσαι τάδε
τὰ δῶρα, μείω δ’
ἐστὶ τῆς
ἁμαρτίας.

520
τὰ πάντα γάρ
τις ἐκχέας ἀνθ’
αἵματος
ἑνός - μάτην ὁ
μόχθος· ὧδ’
ἔχει λόγος.
θέλοντι δ’,
εἴπερ οἶσθ’,
ἐμοὶ φράσον
τάδε.
Χο. οἶδ’, ὦ
τέκνον, παρῆ
γάρ· ἔκ τ’
ὀνειράτων
καὶ νυκτιπλάγκτων
δειμάτων
πεπαλμένη

525
χοὰς ἔπεμψε
τάσδε δύσθεος
γυνή.
Ορ. ἦ καὶ
πέπυσθε
τοὔναρ, ὥστ’
ὀρθῶς φράσαι;
Χο. τεκεῖν
δράκοντ’
ἔδοξεν, ὡς αὐτὴ
λέγει.
Ορ. καὶ ποῖ
τελευτᾷ καὶ
καρανοῦται
λόγος;
Χο. ἐν
σπαργάνοισι
παιδὸς
ὁρμίσαι δίκην.

530
Ορ. τίνος βορᾶς
χρῄζοντα,
νεογενὲς
δάκος;
Χο. αὐτὴ
προσέσχε
μαστὸν ἐν
τὠνείρατι.
Ορ. καὶ πῶς
ἄτρωτον οὖθαρ
ἦν ὑπὸ
στύγους;
Χο. ὥστ’ ἐν
γάλακτι
θρόμβον
αἵματος
σπάσαι.
Ορ. οὔτοι
μάταιον·
ἀνδρὸς ὄψανον
πέλει.

535
Χο. ἡ δ’ ἐξ ὕπνου
κέκλαγεν
ἐπτοημένη.
πολλοὶ δ’
ἀνῇθον, ἐκτυφλωθέντες
σκότῳ,
λαμπτῆρες ἐν
δόμοισι
δεσποίνης
χάριν·
πέμπει δ’
ἔπειτα τάσδε
κηδείους χοάς,
ἄκος τομαῖον
ἐλπίσασα
πημάτων.

540
Ορ. ἀλλ’ εὔχομαι
γῇ τῇδε καὶ
πατρὸς τάφῳ
τοὔνειρον
εἶναι τοῦτ’
ἐμοὶ
τελεσφόρον.
κρίνω δέ τοί
νιν ὥστε
συγκόλλως
ἔχειν.
εἰ γὰρ τὸν
αὐτὸν χῶρον
ἐκλιπὼν ἐμοὶ
οὕφις ἐπ’ ἀμὰ
σπάργαν’
†ἠπλείζετο,

545
καὶ μαστὸν
ἀμφέχασκ’ ἐμὸν
θρεπτήριον,
θρόμβῳ τ’
ἔμειξεν
αἵματος φίλον
γάλα,
ἡ δ’ ἀμφὶ
τάρβει τῷδ’
ἐπῴμωξεν
πάθει,
δεῖ τοί νιν, ὡς
ἔθρεψεν
ἔκπαγλον
τέρας,
θανεῖν
βιαίως·
ἐκδρακοντωθεὶς
δ’ ἐγὼ

550
κτείνω νιν, ὡς
τοὔνειρον
ἐννέπει τόδε.
Χο. τερασκόπον
δὴ τῶνδέ σ’
αἱροῦμαι πέρι,
γένοιτο δ’
οὕτως. τἄλλα δ’
ἐξηγοῦ φίλοις,
τοὺς μέν τι
ποιεῖν, τοὺς δὲ
μή τι δρᾶν
λέγων.
Ορ. ἁπλοῦς ὁ
μῦθος· τήνδε
μὲν στείχειν
ἔσω,

555
αἰνῶ δὲ
κρύπτειν
τάσδε συνθήκας
ἐμάς,
ὡς ἂν δόλῳ
κτείναντες
ἄνδρα τίμιον
δόλῳ γε καὶ
ληφθῶσιν, ἐν
ταὐτῷ βρόχῳ
θανόντες, ᾗ
καὶ Λοξίας
ἐφήμισεν,
ἄναξ Ἀπόλλων,
μάντις
ἀψευδὴς τὸ
πρίν.

560
ξένῳ γὰρ
εἰκώς, παντελῆ
σαγὴν ἔχων,
ἥξω σὺν ἀνδρὶ
τῷδ’ ἐφ’
ἑρκείους
πύλας
Πυλάδῃ, ξένος
τε καὶ δορύξενος
δόμων.
ἄμφω δὲ φωνὴν
ἥσομεν
Παρνησίδα,
γλώσσης
ἀυτὴν Φωκίδος
μιμουμένω.

565
καὶ δὴ θυρωρῶν
οὔτις ἂν
φαιδρᾷ φρενὶ
δέξαιτ’,
ἐπειδὴ
δαιμονᾷ δόμος
κακοῖς·
μενοῦμεν
οὕτως ὥστ’
ἐπεικάζειν
τινὰ
δόμοις
παραστείχοντα
καὶ τάδ’
ἐννέπειν·
‘τί δὴ πύλῃσι
τὸν ἱκέτην
ἀπείργεται

570
Αἴγισθος,
εἴπερ οἶδεν
ἔνδημος
παρών;’
εἰ δ’ οὖν
ἀμείψω βαλὸν
ἑρκείων πυλῶν
κἀκεῖνον ἐν
θρόνοισιν
εὑρήσω πατρός,
ἢ καὶ μολὼν
ἔπειτά μ’ οἱ
κατὰ στόμα
ἐρεῖ, σάφ’ ἴσθι,
καὶ κατ’
ὀφθαλμοὺς
καλεῖν,

575
πρὶν αὐτὸν
εἰπεῖν ‘ποδαπὸς
ὁ ξένος;’ νεκρὸν
θήσω, ποδώκει
περιβαλὼν
χαλκεύματι.
φόνου δ’
Ἐρινὺς οὐχ
ὑπεσπανισμένη
ἄκρατον αἷμα
πίεται τρίτην
πόσιν.
νῦν οὖν σὺ μὲν
φύλασσε τἀν
οἴκῳ καλῶς,

580
ὅπως ἂν
ἀρτίκολλα
συμβαίνῃ
τάδε·
ὑμῖν δ’ ἐπαινῶ
γλῶσσαν
εὔφημον
φέρειν,
σιγᾶν θ’ ὅπου
δεῖ καὶ λέγειν τὰ
καίρια.
τὰ δ’ ἄλλα
τούτῳ δεῦρ’
ἐποπτεῦσαι
λέγω,
ξιφηφόρους
ἀγῶνας
ὀρθώσαντί μοι.

585
Χο. πολλὰ μὲν γᾶ
τρέφει  [στρ. α.
δεινὰ
δειμάτων ἄχη,
πόντιαί τ’
ἀγκάλαι
κνωδάλων
ἀνταίων
βρύουσι, [πλά-
θουσι]
βλαστοῦσι καὶ
πεδαίχμιοι

590
λαμπάδες
πεδάοροι,
πτανά τε καὶ
πεδοβάμονα
κἀνεμόεντ’ ἂν
αἰγίδων
φράσαι κότον.
ἀλλ’
ὑπέρτολμον ἀν-
 [ἀντ. α.

595
δρὸς φρόνημα
τίς λέγοι
καὶ γυναικῶν
φρεσὶν
τλημόνων
παντόλμους
ἔρωτας, ἄ-
ταισι
συννόμους
βροτῶν;
συζύγους δ’
ὁμαυλίας

600
θηλυκρατὴς
ἀπέρωτος ἔρως
παρανικᾷ
κνωδάλων τε
καὶ βροτῶν.
ἴστω δ’ ὅστις
οὐχ ὑπόπτερος
 [στρ. β.
φροντίσιν
†δαεὶς
τὰν ἁ παιδολυ-
μὰς τάλαινα
Θεστιὰς

605
μήσατο,
πυρδαῆ τινὰ
πρόνοιαν,
καταίθουσα
παιδὸς
δαφοινὸν
δαλὸν ἥλικ’,
ἐπεὶ μολὼν
ματρόθεν
κελάδησε,

610
ξύμμετρόν τε
διαὶ βίου
μοιρόκραντον
ἐς ἦμαρ.
ἄλλαν δ’ ἦν τιν’
ἐν λόγοις
στυγεῖν  [ἀντ.
β.
φοινίαν
Σκύλλαν,
ἅτ’ ἐχθρῶν
ὕπερ

615
φῶτ’ ἀπώλεσεν
φίλον,
Κρητικοῖς
χρυσεοδμήτοισιν
ὅρμοις
πιθήσασα,
δώροισι Μίνω,
Νῖσον
ἀθανάτας
τριχὸς

620
νοσφίσασα
προβούλως
πνέονθ’ ἁ
κυνόφρων
ὕπνῳ·
κιγχάνει δέ
νιν Ἑρμῆς.
ἐπεὶ δ’
ἐπεμνησάμην
ἀμειλίχων
 [στρ. γ.
πόνων -
†ἀκαίρως δὲ
δυσφιλὲς γαμή-

625
λευμ’
ἀπεύχετον
δόμοις
γυναικοβούλους
τε μήτιδας
φρενῶν
ἐπ’ ἀνδρὶ
τευχεσφόρῳ
ἐπ’ ἀνδρὶ
δῄοις ἐπικότω
σέβας †
τίων [δ’]
ἀθέρμαντον
ἑστίαν δόμων,

630
γυναικείαν
ἄτολμον αἰχμάν.
κακῶν δὲ
πρεσβεύεται
τὸ Λήμνιον
 [ἀντ. γ.
λόγῳ· γοᾶται
δὲ δημόθεν
κατά-
πτυστον·
ᾔκασεν δέ τις
τὸ δεινὸν αὖ
Λημνίοισι
πήμασιν.

635
θεοστυγήτῳ δ’
ἄγει
βροτῶν
ἀτιμωθὲν
οἴχεται γένος.
σέβει γὰρ
οὔτις τὸ
δυσφιλὲς
θεοῖς.
τί τῶνδ’ οὐκ
ἐνδίκως
ἀγείρω;
τὸ δ’ ἄγχι
πλευμόνων
ξίφος  [στρ. δ.

640
διανταίαν
ὀξυπευκὲς
οὐτᾷ,
διαὶ Δίκας -
τὸ μὴ θέμις -
[γὰρ οὐ]
λὰξ πέδοι
πατουμένας,
τὸ πᾶν Διὸς
σέβας παρεκ-

645
βάντας οὐ
θεμιστῶς.
Δίκας δ’
ἐρείδεται
πυθμήν·  [ἀντ.
δ.
προχαλκεύει δ’
Αἶσα
φασγανουργός·
τέκνον δ’
ἐπεισφέρει
δόμοις
αἱμάτων
παλαιτέρων

650
τίνειν μύσος
χρόνῳ κλυτὰ
βυσσόφρων
Ἐρινύς.
Ορ. παῖ παῖ,
θύρας ἄκουσον
ἑρκείας
κτύπον.
τίς ἔνδον; ὦ
παῖ, παῖ, μάλ’ αὖ,
τίς ἐν δόμοις;

655
τρίτον τόδ’
ἐκπέραμα
δωμάτων καλῶ,
εἴπερ φιλόξεν’
ἐστὶν
Αἰγίσθου διαί.

ΟΙΚΕΤΗΣ
εἶἑν, ἀκούω·
ποδαπὸς ὁ
ξένος; πόθεν;
Ορ. ἄγγελλε
τοῖσι
κυρίοισι
δωμάτων,
πρὸς οὕσπερ
ἥκω καὶ φέρω
καινοὺς
λόγους.

660
τάχυνε δ’, ὡς
καὶ νυκτὸς ἅρμ’
ἐπείγεται
σκοτεινόν,
ὥρα δ’ ἐμπόρους
μεθιέναι
ἄγκυραν ἐν
δόμοισι
πανδόκοις
ξένων.
ἐξελθέτω τις
δωμάτων
τελεσφόρος,
γυνὴ
†τόπαρχος -
ἄνδρα δ’
εὐπρεπέστερον·

665
αἰδὼς γὰρ ἐν
λέσχῃσιν οὖσ’
ἐπαργέμους
λόγους
τίθησιν· εἶπε
θαρσήσας ἀνὴρ
πρὸς ἄνδρα
κἀσήμηνεν
ἐμφανὲς
τέκμαρ.

ΚΛΥΤΑΙΜΗΣΤΡΑ
ξένοι, λέγοιτ’
ἂν εἴ τι δεῖ·
πάρεστι γὰρ
ὁποῖάπερ
δόμοισι τοῖσδ’
ἐπεικότα,

670
καὶ θερμὰ
λουτρὰ καὶ
πόνων
θελκτηρία
στρωμνή,
δικαίων τ’
ὀμμάτων
παρουσία.
εἰ δ’ ἄλλο
πρᾶξαι δεῖ τι
βουλιώτερον,
ἀνδρῶν τόδ’
ἐστὶν ἔργον,
οἷς
κοινώσομεν.
Ορ. ξένος μέν
εἰμι Δαυλιεὺς
ἐκ Φωκέων·

675
στείχοντα δ’
αὐτόφορτον
οἰκείᾳ σαγῇ
εἰς Ἄργος,
ὥσπερ δεῦρ’ ἀπεζύγην
πόδας,
ἀγνὼς πρὸς
ἀγνῶτ’ εἶπε
συμβαλὼν ἀνήρ,
ἐξιστορήσας
καὶ σαφηνίσας
ὁδόν,
Στροφίος ὁ
Φωκεύς·
πεύθομαι γὰρ
ἐν λόγῳ·

680
‘ἐπείπερ ἄλλως,
ὦ ξέν’, εἰς
Ἄργος κίεις,
πρὸς τοὺς
τεκόντας
πανδίκως
μεμνημένος
τεθνεῶτ’
Ὀρέστην εἰπέ,
μηδαμῶς λάθῃ.
εἴτ’ οὖν
κομίζειν δόξα
νικήσει φίλων,
εἴτ’ οὖν
μέτοικον, εἰς
τὸ πᾶν ἀεὶ
ξένον,

685
θάπτειν,
ἐφετμὰς τάσδε
πόρθμευσον
πάλιν.
νῦν γὰρ
λέβητος
χαλκέου
πλευρώματα
σποδὸν
κέκευθεν
ἀνδρὸς εὖ
κεκλαυμένου.’
τοσαῦτ’
ἀκούσας εἶπον.
εἰ δὲ τυγχάνω
τοῖς κυρίοισι
καὶ προσήκουσιν
λέγων

690
οὐκ οἶδα· τὸν
τεκόντα δ’
εἰκὸς εἰδέναι.
Κλ. οἲ ‘γώ, κατ’
ἄκρας εἶπας ὡς
πορθούμεθα.
ὦ δυσπάλαιστε
τῶνδε δωμάτων
Ἀρά,
ὡς πόλλ’
ἐπωπᾷς
κἀκποδὼν εὖ
κείμενα,
τόξοις
πρόσωθεν
εὐσκόποις
χειρουμένη.

695
φίλων
ἀποψιλοῖς με
τὴν παναθλίαν.
καὶ νῦν - Ὀρέστης
ἦν γὰρ
εὐβούλως ἔχων,
ἔξω κομίζων
ὀλεθρίου
πηλοῦ πόδα -
νῦν δ’ ἥπερ ἐν
δόμοισι
†βακχίας καλῆς
ἰατρὸς ἐλπὶς
ἦν, παροῦσαν
ἐγγράφει. †

700
Ορ. ἐγὼ μὲν οὖν
ξένοισιν ὧδ’
εὐδαίμοσι
κεδνῶν ἕκατι
πραγμάτων ἂν
ἤθελον
γνωτὸς
γενέσθαι καὶ
ξενωθῆναι· τί
γὰρ
ξένου
ξένοισίν
ἐστιν
εὐμενέστερον;
πρὸς δ’
εὐσεβείας ἦν
ἐμοὶ τόδ’ ἐν
φρεσίν,

705
τοιόνδε
πρᾶγμα μὴ
καρανῶσαι
φίλοις,
καταινέσαντα
καὶ
κατεξενωμένον.
Κλ. οὔτοι
κυρήσεις
μεῖον ἀξίως
σέθεν,
οὐδ’ ἧσσον ἂν
γένοιο
δώμασιν φίλος.
ἄλλος δ’
ὁμοίως ἦλθεν
ἂν τάδ’ ἀγγελῶν.

710
ἀλλ’ ἔσθ’ ὁ
καιρὸς
ἡμερεύοντας
ξένους
μακρᾶς
κελεύθου
τυγχάνειν †τὰ
πρόσφορα.
ἄγ’ αὐτὸν εἰς
ἀνδρῶνας
εὐξένους
δόμων,
ὀπισθόπους τε
τούσδε καὶ
ξυνεμπόρους·
κἀκεῖ
κυρούντων
δώμασιν τὰ
πρόσφορα.

715
αἰνῶ δὲ
πράσσειν ὡς
ὑπευθύνῳ τάδε.
ἡμεῖς δὲ ταῦτα
τοῖς κρατοῦσι
δωμάτων
κοινώσομέν τε
κοὐ
σπανίζοντες
φίλων
βουλευσόμεσθα
τῆσδε
συμφορᾶς πέρι.
Χο. εἶἑν,
φίλιαι
δμωίδες οἴκων,

720
πότε δὴ
στομάτων
δείξομεν
ἰσχὺν ἐπ’
Ὀρέστῃ;
ὦ πότνια χθὼν
καὶ πότνι’ ἀκτὴ
χώματος, ἣ νῦν
ἐπὶ ναυάρχῳ
σώματι κεῖσαι
τῷ βασιλείῳ,

725
νῦν ἐπάκουσον,
νῦν ἐπάρηξον·
νῦν γὰρ
ἀκμάζει Πειθὼ
δολίαν
ξυγκαταβῆναι,
χθόνιον δ’
Ἑρμῆν
καὶ τὸν
νύχιον τοῖσδ’
ἐφοδεῦσαι
ξιφοδηλήτοισιν
ἀγῶσιν.

730
- ἔοικεν ἁνὴρ
ὁ ξένος
τεύχειν
κακόν·
τροφὸν δ’
Ὀρέστου τήνδ’
ὁρῶ
κεκλαυμένην.
ποῖ δὴ πατεῖς,
Κίλισσα,
δωμάτων
πύλας;
λύπη δ’
ἄμισθός ἐστί
σοι
ξυνέμπορος.

ΤΡΟΦΟΣ
Αἴγισθον ἡ
κρατοῦσα τοῖς
ξένοις καλεῖν

735
ὅπως τάχιστ’
ἄνωγεν, ὡς
σαφέστερον
ἀνὴρ ἀπ’
ἀνδρὸς τὴν
νεάγγελτον
φάτιν
ἐλθὼν
πύθηται· τὴν
δὲ πρὸς μὲν
οἰκέτας
θέτο
σκυθρωπόν,
ἐντὸς ὀμμάτων
γέλων
κεύθουσ’ ἐπ’
ἔργοις
διαπεπραγμένοις
καλῶς

740
κείνῃ - δόμοις
δὲ τοῖσδε
παγκάκως ἔχει,
φήμης ὕφ’, ἧς
ἤγγειλαν οἱ
ξένοι τορῶς.
ἦ δὴ κλύων
ἐκεῖνος
εὐφρανεῖ νόον,
εὖτ’ ἂν
πύθηται μῦθον.
ὦ τάλαιν’ ἐγώ·
ὥς μοι τὰ μὲν
παλαιὰ
συγκεκραμένα

745
ἄλγη δύσοιστα
τοῖσδ’ ἐν
Ἀτρέως δόμοις
τυχόντ’ ἐμὴν
ἤλγυνεν ἐν
στέρνοις
φρένα,
ἀλλ’ οὔτι πω
τοιόνδε πῆμ’
ἀνεσχόμην.
τὰ μὲν γὰρ
ἄλλα τλημόνως
ἤντλουν κακά·
φίλον δ’
Ὀρέστην, τῆς
ἐμῆς ψυχῆς
τριβήν,

750
ὃν ἐξέθρεψα
μητρόθεν
δεδεγμένη
.  .  .  .  .  .  .  .
καὶ
νυκτιπλάγκτων
ὀρθίων
κελευμάτων
καὶ πολλὰ καὶ
μοχθήρ’
ἀνωφέλητ’ ἐμοὶ
τλάσῃ - τὸ μὴ
φρονοῦν γὰρ
ὡσπερεὶ βοτὸν
τρέφειν
ἀνάγκη, πῶς γὰρ
οὔ; τρόπῳ
φρενός·

755
οὐ γάρ τι φωνεῖ
παῖς ἔτ’ ὢν ἐν
σπαργάνοις,
εἰ λιμός, ἢ
δίψη τις, ἢ
λιψουρία
ἔχει· νέα δὲ
νηδὺς
αὐτάρκης
τέκνων.
τούτων πρόμαντις
οὖσα, πολλὰ δ’,
οἴομαι,
ψευσθεῖσα,
παιδὸς
σπαργάνων
φαιδρύντρια -

760
κναφεὺς
τροφεύς τε
ταὐτὸν
εἰχέτην τέλος.
ἐγὼ διπλᾶς δὲ
τάσδε
χειρωναξίας
ἔχουσ’
Ὀρέστην
ἐξεδεξάμην
πατρί·
τεθνηκότος δὲ
νῦν τάλαινα
πεύθομαι.
στείχω δ’ ἐπ’
ἄνδρα τῶνδε
λυμαντήριον

765
οἴκων, θέλων δὲ
τόνδε
πεύσεται
λόγον.
Χο. πῶς οὖν
κελεύει νιν
μολεῖν
ἐσταλμένον;
Τρ. ἦ πῶς; λέγ’
αὖθις, ὡς μάθω
σαφέστερον.
Χο. εἰ ξὺν
λοχίταις εἴτε
καὶ μονοστιβῆ.
Τρ. ἄγειν
κελεύει
δορυφόρους
ὀπάονας.

770
Χο. μή νυν σὺ
ταῦτ’ ἄγγελλε
δεσπότου στύγει·
ἀλλ’ αὐτὸν
ἐλθεῖν, ὡς
ἀδειμάντων
κλύῃ,
ἄνωχθ’ ὅσον
τάχιστα,
γαθούσῃ φρενί.
ἐν ἀγγέλῳ γὰρ
κυπτὸς
ὀρθοῦται
λόγος.
Τρ. ἀλλ’ ἦ
φρονεῖς εὖ
τοῖσι νῦν
ἠγγελμένοις;

775
Χο. ἀλλ’ εἰ
τροπαίαν Ζεὺς
κακῶν θήσει
ποτέ;
Τρ. καὶ πῶς;
Ὀρέστης ἐλπὶς
οἴχεται δόμων.
Χο. οὔπω·
κακός γε
μάντις ἂν
γνοίη τάδε.
Τρ. τί φῄς;
ἔχεις τι τῶν
λελεγμένων
δίχα;
Χο. ἄγγελλ’
ἰοῦσα, πρᾶσσε
τἀπεσταλμένα.

780
μέλει θεοῖσιν
ὧνπερ ἂν μέλῃ
πέρι.
Τρ. ἀλλ’ εἶμι
καὶ σοῖς ταῦτα
πείσομαι
λόγοις.
γένοιτο δ’ ὡς
ἄριστα σὺν
θεῶν δόσει.
Χο. νῦν παραιτουμένᾳ
μοι, πάτερ  [στρ.
α.
Ζεῦ θεῶν
Ὀλυμπίων,

785
δὸς τυχὰς
τυχεῖν δόμου
κυρίοις τὰ
σώφρον’ αὖ
μαιομένοις
ἰδεῖν.
διὰ δίκας
ἔπος ἅπαν
ἔλακον, ὦ
Ζεῦ, σύ νιν
φυλάσσοις.
αἰαῖ, πρὸ δὲ δὴ
‘χθρῶν  [μεσῳδ.
α.

790
τῶν ἔσω
μελάθρων,
ὦ Ζεῦ, θές,
ἐπεί νιν μέγαν
ἄρας
δίδυμα καὶ
τριπλᾶ παλίμ-
ποινα θέλων
ἀμείψῃ.
ἴσθι δ’ ἀνδρὸς
φίλου πῶλον εὖ-
 [ἀντ. α.

795
νιν ζυγέντ’ ἐν
ἅρμασιν
πημάτων, ‹σὺ δ’›
ἐν δρόμῳ
προστιθεὶς
μέτρον κτίσον
σῳζομένων
ῥυθμόν,
διὰ πέδον
τοῦτ’ ἰδεῖν
ἀνομένων
βημάτων
ὄρεγμα.

800
οἵ τ’ ἔσω
δωμάτων πλουτογα-
 [στρ. β.
θῆ μυχὸν
νομίζετε,
κλῦτε,
σύμφρονες
θεοί·
ἄγετε  .  .  .  .
τῶν πάλαι
πεπραγμένων

805
λύσασθ’ αἷμα
προσφάτοις
δίκαις·
γέρων φόνος
μηκέτ’ ἐν
δόμοις τέκοι.
τὸ δὲ καλῶς
κτίμενον ὦ
μέγα ναίων
 [μεσῳδ. β.
στόμιον, εὖ
δὸς ἀνιδεῖν
δόμον ἀνδρός,
καί νιν
ἐλευθερίας
φῶς

810
λαμπρὸν ἰδεῖν
φιλίοις
ὄμμασιν ‹ἐκ›
δνοφερᾶς
καλύπτρας.
ξυλλάβοι δ’
ἐνδίκως παῖς ὁ
Μαί-  [ἀντ. β.
ας, ἐπεὶ
φορώτατος
πρᾶξιν
οὐρίσαι θέλων.

815
ἀλαὰ πολλὰ δ’
ἀμφανεῖ
χρῄζων [κρυπτά],
ἄσκοπον δ’
ἔπος λέγων
νυκτὸς
προὐμμάτων
σκότον φέρει,
καθ’ ἡμέραν δ’
οὐδὲν
ἐμφανέστερος.
καὶ τότ’ ἤδη
†πλοῦτον  [στρ.
γ.

820
δωμάτων
λυτήριον,
θῆλυν
οὐριοστάταν
†ὁμοῦ κρεκτὸν
γοήτων νόμον
μεθήσομεν·
πλεῖ τάδ’ εὖ·

825
ἐμὸν ἐμὸν
κέρδος
αὔξεται τόδ’, ἄ-
τα δ’
ἀποστατεῖ
φίλων.
σὺ δὲ θαρσῶν
ὅταν ἥκῃ μέρος
ἔργων  [μεσῳδ.
γ.
ἐπαΰσας
θροεούσᾳ
πρὸς σὲ ‘Τέκνον’,
‘Πατρὸς’ αὔδα,

830
καὶ πέραιν’
ἀνεπίμομφον
ἄταν.
Περσέως τ’ ἐν
φρεσὶν  [ἀντ. γ.
‹σαῖσι›
καρδίαν
σχεθών,
τοῖς θ’ ὑπὸ
χθονὸς φίλος
τοῖς τ’ ἄνωθεν,
προφράσσων
φάρος

835
Γοργοῦς
λυγρᾶς
ἔνδοθεν
φόνιον ἄταν
τίθει, τὸν
αἴτιον δ’
ἐξαπόλλυ’
εἰσορῶν.

BOOK: Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)
6.74Mb size Format: txt, pdf, ePub
ads

Other books

Days of Rage by Brad Taylor
Josie Day Is Coming Home by Lisa Plumley
Anomaly by Peter Cawdron
Angel In My Bed by Melody Thomas
Seducing Anne by Chanse Lowell, Marti Lynch, Shenani Whatagans
Long Voyage Back by Luke Rhinehart
Offline: In The Flesh by Kealan Patrick Burke
Oblivion by Arnaldur Indridason