Read Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) Online
Authors: Aeschylus
ΚΗΡΥΞ
ἰὼ πατρῷον
οὖδας Ἀργείας
χθονός,
δεκάτῳ σε
φέγγει τῷδ’
ἀφικόμην
ἔτους,
505
πολλῶν
ῥαγεισῶν
ἐλπίδων μιᾶς
τυχών.
οὐ γάρ ποτ’
ηὔχουν τῇδ’ ἐν
Ἀργείᾳ χθονὶ
θανὼν
μεθέξειν
φιλτάτου
τάφου μέρος.
νῦν χαῖρε μὲν
χθών, χαῖρε δ’
ἡλίου φάος,
ὕπατός τε
χώρας Ζεύς, ὁ
Πύθιός τ’ ἄναξ,
510
τόξοις ἰάπτων
μηκέτ’ εἰς ἡμᾶς
βέλη·
ἅλις παρὰ
Σκάμανδρον
ἦσθ’ ἀνάρσιος,
νῦν δ’ αὖτε
σωτὴρ ἴσθι καὶ
παιώνιος,
ἄναξ Ἄπολλον.
τούς τ’
ἀγωνίους
θεοὺς
πάντας
προσαυδῶ, τόν τ’
ἐμὸν τιμάορον
515
Ἑρμῆν, φίλον
κήρυκα,
κηρύκων σέβας,
ἥρως τε τοὺς
πέμψαντας, εὐμενεῖς
πάλιν
στρατὸν
δέχεσθαι τὸν
λελειμμένον
δορός.
ἰὼ μέλαθρα
βασιλέων,
φίλαι στέγαι,
σεμνοί τε
θᾶκοι,
δαίμονές τ’
ἀντήλιοι,
520
εἴ που πάλαι,
φαιδροῖσι
τοισίδ’ ὄμμασι
δέξασθε
κόσμῳ βασιλέα
πολλῷ χρόνῳ.
ἥκει γὰρ ὑμῖν
φῶς ἐν εὐφρόνῃ
φέρων
καὶ τοῖσδ’
ἅπασι κοινὸν
Ἀγαμέμνων
ἄναξ.
ἀλλ’ εὖ νιν
ἀσπάσασθε, καὶ
γὰρ οὖν πρέπει,
525
Τροίαν
κατασκάψαντα
τοῦ δικηφόρου
Διὸς μακέλλῃ,
τῇ
κατείργασται
πέδον.
βωμοὶ δ’
ἄιστοι καὶ
θεῶν ἱδρύματα,
καὶ σπέρμα
πάσης
ἐξαπόλλυται
χθονός.
τοιόνδε
Τροίᾳ
περιβαλὼν
ζευκτήριον
530
ἄναξ Ἀτρείδης
πρέσβυς,
εὐδαίμων ἀνήρ,
ἥκει, τίεσθαι
δ’ ἀξιώτατος
βροτῶν
τῶν νῦν·
Πάρις γὰρ οὔτε
συντελὴς
πόλις
ἐξεύχεται τὸ
δρᾶμα τοῦ
πάθους πλέον.
ὀφλὼν γὰρ
ἁρπαγῆς τε καὶ
κλοπῆς δίκην
535
τοῦ ῥυσίου θ’
ἥμαρτε καὶ
πανώλεθρον
αὐτόχθονον
πατρῷον
ἔθρισεν δόμον.
διπλᾶ δ’
ἔτεισαν
Πριαμίδαι
θἀμάρτια.
Χο. κῆρυξ
Ἀχαιῶν χαῖρε
τῶν ἀπὸ
στρατοῦ.
Κη. χαίρω,
†τεθνᾶναι δ’
οὐκέτ’ ἀντερῶ
θεοῖς. †
540
Χο. ἔρως
πατρῴας τῆσδε
γῆς σ’
ἐγύμνασεν;
Κη. ὥστ’
ἐνδακρύειν γ’
ὄμμασιν χαρᾶς
ὕπο.
Χο. τερπνῆς ἄρ’
ἦστε τῆσδ’
ἐπήβολοι νόσου,
Κη. πῶς δή;
διδαχθεὶς
τοῦδε δεσπόσω
λόγου.
Χο. τῶν
ἀντερώντων
ἱμέρῳ
πεπληγμένοι.
545
Κη. ποθεῖν
ποθοῦντα
τήνδε γῆν
στρατὸν
λέγεις;
Χο. ὡς πόλλ’
ἀμαυρᾶς ἐκ
φρενός ‹μ’›
ἀναστένειν.
Κη. πόθεν τὸ
δύσφρον; τοῦτ’
ἐπῆν στύγος
στρατῷ;
Χο. πάλαι τὸ
σιγᾶν φάρμακον
βλάβης ἔχω.
Κη. καὶ πῶς;
ἀπόντων
κοιράνων
ἔτρεις τινάς;
550
Χο. ὡς νῦν τὸ
σὸν δή, καὶ
θανεῖν πολλὴ
χάρις.
Κη. εὖ γὰρ
πέπρακται.
ταῦτα δ’ ἐν
πολλῷ χρόνῳ
τὰ μέν τις ἂν
λέξειεν
εὐπετῶς ἔχειν,
τὰ δ’ αὖτε
κἀπίμομφα. τίς
δὲ πλὴν θεῶν
ἅπαντ’ ἀπήμων
τὸν δι’ αἰῶνος
χρόνον;
555
μόχθους γὰρ εἰ
λέγοιμι καὶ
δυσαυλίας,
σπαρνὰς
παρήξεις καὶ
κακοστρώτους -
τί δ’ οὐ
στένοντες, οὐ
λαχόντες
ἤματος μέρος;
τὰ δ’ αὖτε
χέρσῳ· καὶ
προσῆν πλέον
στύγος·
εὐναὶ γὰρ
ἦσαν δηΐων
πρὸς τείχεσιν,
560
ἐξ οὐρανοῦ δὲ
κἀπὸ γῆς
λειμωνίας
†δρόσοι
κατεψάκαζον,
ἔμπεδον σίνος
ἐσθημάτων,
τιθέντες
ἔνθηρον τρίχα.
χειμῶνα δ’ εἰ
λέγοι τις
οἰωνοκτόνον,
οἷον παρεῖχ’
ἄφερτον Ἰδαία
χιών,
565
ἢ θάλπος, εὖτε
πόντος ἐν
μεσημβριναῖς
κοίταις
ἀκύμων
νηνέμοις
εὕδοι πεσών -
τί ταῦτα
πενθεῖν δεῖ;
παροίχεται
πόνος·
παροίχεται
δέ, τοῖσι μὲν
τεθνηκόσιν
τὸ μήποτ’
αὖθις μηδ’
ἀναστῆναι
μέλειν -
570
τί τοὺς
ἀναλωθέντας
ἐν ψήφῳ λέγειν,
τὸν ζῶντα δ’
ἀλγεῖν χρὴ
τύχης
παλιγκότου;
καὶ πολλὰ
χαίρειν
ξυμφοραῖς
καταξιῶ.
ἡμῖν δὲ τοῖς
λοιποῖσιν
Ἀργείων
στρατοῦ
νικᾷ τὸ
κέρδος, πῆμα δ’
οὐκ
ἀντιρρέπει·
575
ὡς κομπάσαι
τῷδ’ εἰκὸς
ἡλίου φάει
ὑπὲρ
θαλάσσης καὶ
χθονὸς
ποτωμένοις·
‘Τροίαν
ἑλόντες δήποτ’
Ἀργείων
στόλος
θεοῖς λάφυρα
ταῦτα τοῖς καθ’
Ἑλλάδα
δόμοις
ἐπασσάλευσαν
ἀρχαῖον γάνος.’
580
τοιαῦτα χρὴ
κλύοντας
εὐλογεῖν
πόλιν
καὶ τοὺς
στρατηγούς·
καὶ χάρις
τιμήσεται
Διὸς τάδ’
ἐκπράξασα.
πάντ’ ἔχεις
λόγον.
Χο. νικώμενος
λόγοισιν οὐκ
ἀναίνομαι·
ἀεὶ γὰρ ἥβη
τοῖς γέρουσιν
εὐμαθεῖν.
585
δόμοις δὲ
ταῦτα καὶ
Κλυταιμήστρᾳ
μέλειν
εἰκὸς
μάλιστα, σὺν δὲ
πλουτίζειν
ἐμέ.
Κλ. ἀνωλόλυξα
μὲν πάλαι χαρᾶς
ὕπο,
ὅτ’ ἦλθ’ ὁ
πρῶτος νύχιος
ἄγγελος πυρός,
φράζων ἅλωσιν
Ἰλίου τ’
ἀνάστασιν.
590
καί τίς μ’
ἐνίπτων εἶπε, ‘φρυκτωρῶν
διὰ
πεισθεῖσα
Τροίαν νῦν
πεπορθῆσθαι
δοκεῖς;
ἦ κάρτα πρὸς
γυναικὸς
αἴρεσθαι κέαρ.’
λόγοις
τοιούτοις
πλαγκτὸς οὖσ’
ἐφαινόμην.
ὅμως δ’ ἔθυον,
καὶ γυναικείῳ
νόμῳ
595
ὀλολυγμὸν
ἄλλος ἄλλοθεν
κατὰ πτόλιν
ἔλασκον
εὐφημοῦντες
ἐν θεῶν ἕδραις,
θυηφάγον
κοιμῶντες
εὐώδη φλόγα.
καὶ νῦν τὰ
μάσσω μὲν τί
δεῖ σέ μοι
λέγειν;
ἄνακτος
αὐτοῦ πάντα
πεύσομαι
λόγον.
600
ὅπως δ’ ἄριστα
τὸν ἐμὸν
αἰδοῖον πόσιν
σπεύσω πάλιν
μολόντα
δέξασθαι - τί
γὰρ
γυναικὶ
τούτου φέγγος
ἥδιον δρακεῖν,
ἀπὸ
στρατείας
ἄνδρα
σώσαντος θεοῦ
πύλας
ἀνοῖξαι; -
ταῦτ’
ἀπάγγειλον
πόσει·
605
ἥκειν ὅπως
τάχιστ’
ἐράσμιον
πόλει·
γυναῖκα
πιστὴν δ’ ἐν
δόμοις εὕροι
μολὼν
οἵανπερ οὖν
ἔλειπε, δωμάτων
κύνα,
ἐσθλὴν
ἐκείνῳ,
πολεμίαν τοῖς
δύσφροσιν,
καὶ τἄλλ’
ὁμοίαν πάντα,
σημαντήριον
610
οὐδὲν
διαφθείρασαν
ἐν μήκει
χρόνου.
οὐδ’ οἶδα
τέρψιν οὐδ’
ἐπίψογον
φάτιν
ἄλλου πρὸς
ἀνδρὸς μᾶλλον
ἢ χαλκοῦ βαφάς.
τοιόσδ’ ὁ
κόμπος, τῆς
ἀληθείας
γέμων,
οὐκ αἰσχρὸς
ὡς γυναικὶ
γενναίᾳ
λακεῖν.
615
Χο. αὕτη μὲν
οὕτως εἶπε
μανθάνοντί
σοι
†τοροῖσιν
ἑρμηνεῦσιν
εὐπρεπῶς
λόγον.
σὺ δ’ εἰπέ,
κῆρυξ,
Μενέλεων δὲ
πεύθομαι,
εἰ νόστιμός
τε καὶ
σεσῳμένος
πάλιν
ἥξει σὺν ὑμῖν,
τῆσδε γῆς
φίλον κράτος.
620
Κη. οὐκ ἔσθ’
ὅπως λέξαιμι τὰ
ψευδῆ καλὰ
ἐς τὸν πολὺν
φίλοισι
καρποῦσθαι
χρόνον.
Χο. πῶς δῆτ’ ἂν
εἰπὼν κεδνὰ
τἀληθῆ
τύχοις;
σχισθέντα δ’
οὐκ εὔκρυπτα
γίγνεται τάδε.
Κη. ἁνὴρ
ἄφαντος ἐξ
Ἀχαιικοῦ
στρατοῦ,
625
αὐτός τε καὶ τὸ
πλοῖον. οὐ
ψευδῆ λέγω.
Χο. πότερον
ἀναχθεὶς
ἐμφανῶς ἐξ
Ἰλίου,
ἢ χεῖμα,
κοινὸν ἄχθος,
ἥρπασε
στρατοῦ;
Κη. ἔκυρσας
ὥστε τοξότης
ἄκρος σκοποῦ·
μακρὸν δὲ
πῆμα συντόμως
ἐφημίσω.
630
Χο. πότερα γὰρ
αὐτοῦ ζῶντος ἢ
τεθνηκότος
φάτις πρὸς
ἄλλων
ναυτίλων
ἐκλῄζετο;
Κη. οὐκ οἶδεν
οὐδεὶς ὥστ’
ἀπαγγεῖλαι
τορῶς,
πλὴν τοῦ
τρέφοντος
Ἡλίου χθονὸς
φύσιν.
Χο. πῶς γὰρ
λέγεις
χειμῶνα
ναυτικῷ
στρατῷ
635
ἐλθεῖν
τελευτῆσαί τε
δαιμόνων
κότῳ;
Κη. εὔφημον
ἦμαρ οὐ πρέπει
κακαγγέλῳ
γλώσσῃ
μιαίνειν·
χωρὶς ἡ τιμὴ
θεῶν.
ὅταν δ’
ἀπευκτὰ πήματ’
ἄγγελος πόλει
στυγνῷ
προσώπῳ
πτωσίμου
στρατοῦ φέρῃ,
640
πόλει μὲν
ἕλκος ἓν τὸ
δήμιον τυχεῖν,
πολλοὺς δὲ
πολλῶν
ἐξαγισθέντας
δόμων
ἄνδρας διπλῇ
μάστιγι, τὴν
Ἄρης φιλεῖ,
δίλογχον
ἄτην, φοινίαν
ξυνωρίδα·
τοιῶνδε
μέντοι
πημάτων
σεσαγμένον
645
πρέπει λέγειν
παιᾶνα τόνδ’
Ἐρινύων.
σωτηρίων δὲ
πραγμάτων
εὐάγγελον
ἥκοντα πρὸς
χαίρουσαν
εὐεστοῖ πόλιν -
πῶς κεδνὰ
τοῖς κακοῖσι
συμμείξω,
λέγων
χειμῶν’
Ἀχαιῶν οὐκ
ἀμήνιτον
θεοῖς;
650
ξυνώμοσαν γάρ,
ὄντες
ἔχθιστοι τὸ
πρίν,
πῦρ καὶ
θάλασσα, καὶ τὰ
πίστ’
ἐδειξάτην
φθείροντε τὸν
δύστηνον
Ἀργείων
στρατόν·
ἐν νυκτὶ
δυσκύμαντα δ’
ὠρώρει κακά.
ναῦς γὰρ πρὸς
ἀλλήλῃσι
Θρῄκιαι πνοαὶ
655
ἤρεικον· αἱ δὲ
κεροτυπούμεναι
βίᾳ
χειμῶνι τυφῶ
σὺν ζάλῃ τ’
ὀμβροκτύπῳ
ᾤχοντ’
ἄφαντοι,
ποιμένος
κακοῦ στρόβῳ.
ἐπεὶ δ’ ἀνῆλθε
λαμπρὸν ἡλίου
φάος,
ὁρῶμεν
ἀνθοῦν
πέλαγος
Αἰγαῖον
νεκροῖς
660
ἀνδρῶν Ἀχαιῶν
ναυτικοῖς τ’
ἐρειπίοις.
ἡμᾶς γε μὲν δὴ
ναῦν τ’
ἀκήρατον
σκάφος
ἤτοι τις
ἐξέκλεψεν ἢ ‘ξῃτήσατο
θεός τις, οὐκ
ἄνθρωπος,
οἴακος θιγών.
τύχη δὲ σωτὴρ
ναῦν θέλουσ’
ἐφέζετο,
665
ὡς μήτ’ ἐν ὅρμῳ
κύματος ζάλην
ἔχειν
μήτ’
ἐξοκεῖλαι
πρὸς
κραταίλεων
χθόνα.
ἔπειτα δ’
Ἅιδην πόντιον
πεφευγότες,
λευκὸν κατ’
ἦμαρ, οὐ
πεποιθότες
τύχῃ,
ἐβουκολοῦμεν
φροντίσιν
νέον πάθος,
670
στρατοῦ
καμόντος καὶ
κακῶς
σποδουμένου.
καὶ νῦν
ἐκείνων εἴ τις
ἐστὶν ἐμπνέων,
λέγουσιν
ἡμᾶς ὡς
ὀλωλότας, τί
μήν;
ἡμεῖς τ’
ἐκείνους ταὔτ’
ἔχειν δοξάζομεν.
γένοιτο δ’ ὡς
ἄριστα.
Μενέλεων γὰρ
οὖν
675
. . . . .
. .
πρῶτόν τε καὶ
μάλιστα
προσδόκα
μέλειν·
εἰ δ’ οὖν τις
ἀκτὶς ἡλίου
νιν ἱστορεῖ
χλωρόν τε καὶ
βλέποντα,
μηχαναῖς Διὸς
οὔπω θέλοντος
ἐξαναλῶσαι
γένος,
ἐλπίς τις
αὐτὸν πρὸς
δόμους ἥξειν πάλιν.
680
τοσαῦτ’
ἀκούσας ἴσθι
τἀληθῆ κλυών.
Χο. τίς ποτ’
ὠνόμαξεν ὧδ’
[στρ. α.
ἐς τὸ πᾶν
ἐτητύμως -
μή τις ὅντιν’
οὐχ ὁρῶ-
μεν προνοί-
αισι τοῦ
πεπρωμένου
685
γλῶσσαν ἐν
τύχᾳ νέμων; -
τὰν
δορίγαμβρον
ἀμφινεικῆ
θ’ Ἑλέναν;
ἐπεὶ
πρεπόντως
ἑλένας,
ἕλανδρος, ἑλέ-
690
πτολις, ἐκ τῶν
ἁβροπήνων
προκαλυμμάτων
ἔπλευσε
Ζεφύρου
γίγαντος αὔρᾳ,
πολύανδροί
τε φεράσπιδες
κυναγοὶ
695
κατ’ ἴχνος
πλατᾶν
ἄφαντον
κελσάντων
Σιμόεντος
ἀκτὰς ἐπ’
ἀεξιφύλλους
δι’ ἔριν
αἱματόεσσαν.
Ἰλίῳ δὲ κῆδος
ὀρθ- [ἀντ. α.
700
ώνυμον τελεσσίφρων
μῆνις ἤλασεν,
τραπέ-
ζας ἀτί-
μωσιν ὑστέρῳ
χρόνῳ
καὶ ξυνεστίου
Διὸς πρασ-
705
σομένα τὸ
νυμφότιμον
μέλος
ἐκφάτως
τίοντας,
ὑμέναιον, ὃς
τότ’ ἐπέρ-
ρεπε
γαμβροῖσιν
ἀείδειν.
μεταμανθάνουσα
δ’ ὕμνον
710
Πριάμου πόλις
γεραιὰ
πολύθρηνον
μέγα που στένει
κικλήσκουσ’
Ἄπαριν τὸν
αἰνόλεκτρον,
παμπορθῆ
πολύθρηνον
715
αἰῶν’ ἀμφὶ
πολιτᾶν
μέλεον αἷμ’
ἀνατλᾶσα.
ἔθρεψεν δὲ
λέοντος ἶ-
[στρ. β.
νιν δόμοις
ἀγάλακτον οὕ-
τως ἀνὴρ
φιλόμαστον,
720
ἐν βιότου
προτελείοις
ἅμερον,
εὐφιλόπαιδα
καὶ γεραροῖς
ἐπίχαρτον.
πολέα δ’ ἔσκ’ ἐν
ἀγκάλαις
νεοτρόφου
τέκνου δίκαν,
725
φαιδρωπὸς
ποτὶ χεῖρα σαί-
νων τε γαστρὸς
ἀνάγκαις.
χρονισθεὶς δ’
ἀπέδειξεν ἦ-
[ἀντ. β.
θος τὸ πρὸς
τοκέων· χάριν
γὰρ τροφεῦσιν
ἀμείβων
730
μηλοφόνοισι
μάταισιν
δαῖτ’
ἀκέλευστος
ἔτευξεν,
αἵματι δ’ οἶκος
ἐφύρθη,
ἄμαχον ἄλγος
οἰκέταις,
μέγα σίνος
πολυκτόνον.
735
ἐκ θεοῦ δ’
ἱερεύς τις ἄ-
τας δόμοις
προσεθρέφθη.
πάραυτα δ’
ἐλθεῖν ἐς
Ἰλίου πόλιν
[στρ. γ.
λέγοιμ’ ἂν
φρόνημα μὲν
740
νηνέμου
γαλάνας,
ἀκασκαῖον ‹τ’›
ἄγαλμα
πλούτου,
μαλθακὸν
ὀμμάτων βέλος,
δηξίθυμον
ἔρωτος ἄνθος.
παρακλίνασ’
ἐπέκρανεν
745
δὲ γάμου
πικρὰς
τελευτάς,
δύσεδρος καὶ
δυσόμιλος
συμένα
Πριαμίδαισιν,
πομπᾷ Διὸς
ξενίου,
νυμφόκλαυτος
Ἐρινύς.
750
παλαίφατος δ’
ἐν βροτοῖς
γέρων λόγος
[ἀντ. γ.
τέτυκται,
μέγαν τελε-
σθέντα φωτὸς
ὄλβον
τεκνοῦσθαι
μηδ’ ἄπαιδα
θνῄσκειν,
755
ἐκ δ’ ἀγαθᾶς
τύχας γένει
βλαστάνειν
ἀκόρεστον
οἰζύν.
δίχα δ’ ἄλλων
μονόφρων εἰ-
μί. τὸ
δυσσεβὲς γὰρ
ἔργον
μετὰ μὲν
πλείονα
τίκτει,
760
σφετέρᾳ δ’
εἰκότα γέννᾳ.
οἴκων γὰρ
εὐθυδίκων
καλλίπαις
πότμος ἀεί.
φιλεῖ δὲ
τίκτειν Ὕβρις
[στρ. δ.
μὲν παλαιὰ
νεά-
765
ζουσαν ἐν
κακοῖς βροτῶν
Ὕβριν τότ’ ἢ
τόθ’, ὅτε τὸ
κύριον μόλῃ
φάος τόκου,
δαίμονά τ’ ἔταν,
ἄμαχον
ἀπόλεμον
ἀνίερον,
770
Θράσος,
μελαίνα
μελάθροισιν
Ἄτα,
εἰδομένα
τοκεῦσιν.
Δίκα δὲ
λάμπει μὲν ἐν
[ἀντ. δ.
δυσκάπνοις δώμασιν,
775
τόν τ’
ἐναίσιμον
τίει [βίον].
τὰ χρυσόπαστα
δ’ ἔδεθλα σὺν
πίνῳ χερῶν
παλιντρόποις
ὄμμασι λιποῦσ’,
ὅσια
προσέβατο
δύναμιν οὐ
780
σέβουσα
πλούτου
παράσημον
αἴνῳ·
πᾶν δ’ ἐπὶ
τέρμα νωμᾷ.
- ἄγε, δή,
βασιλεῦ,
Τροίας
πτολίπορθ’,
Ἀτρέως
γένεθλον,
πῶς σε
προσείπω; πῶς
σε σεβίξω
μήθ’ ὑπεράρας
μήθ’ ὑποκάμψας
καιρὸν
χάριτος;