Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) (61 page)

BOOK: Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)
12.83Mb size Format: txt, pdf, ePub

Χοηφόροι
- THE LIBATION BEARER
S

ΟΡΕΣΤΗΣ
Ἑρμῆ χθόνιε,
πατρῷ’
ἐποπτεύων
κράτη,
σωτὴρ γενοῦ
μοι ξύμμαχός τ’
αἰτουμένῳ·
ἥκω γὰρ ἐς γῆν
τήνδε καὶ
κατέρχομαι.
.  .  .  .  .  .  .
τύμβου δ’ ἐπ’
ὄχθῳ τῷδε
κηρύσσω πατρὶ
  
5
κλύειν,
ἀκοῦσαι.  .  .  .  .
.  .  .  .  .  .  .
. . . πλόκαμον
Ἰνάχῳ
θρεπτήριον.
τὸν δεύτερον
δὲ τόνδε
πενθητήριον
.  .  .  .  .  .  .
οὐ γὰρ παρὼν
ᾤμωξα σόν,
πάτερ, μόρον
οὐδ’ ἐξέτεινα
χεῖρ’ ἐπ’
ἐκφορᾷ νεκροῦ.
.  .  .  .  .  .  .
  
10
τί χρῆμα
λεύσσω; τίς
ποθ’ ἥδ’
ὁμήγυρις
στείχει
γυναικῶν
φάρεσιν
μελαγχίμοις
πρέπουσα;
ποίᾳ ξυμφορᾷ
προσεικάσω;
πότερα
δόμοισι πῆμα
προσκυρεῖ
νέον;
ἢ πατρὶ τὠμῷ
τάσδ’
ἐπεικάσας
τύχω
  
15
χοὰς
φερούσας
νερτέροις
μειλίγματα;
οὐδέν ποτ’
ἄλλο· καὶ γὰρ
Ἠλέκτραν δοκῶ
στείχειν
ἀδελφὴν τὴν
ἐμὴν πένθει
λυγρῷ
πρέπουσαν. ὦ
Ζεῦ, δός με
τείσασθαι
μόρον
πατρός, γενοῦ
δὲ σύμμαχος
θέλων ἐμοί.
  
20
Πυλάδη,
σταθῶμεν
ἐκποδών, ὡς ἂν
σαφῶς
μάθω γυναικῶν
ἥτις ἥδε
προστροπή.

ΧΟΡΟΣ
ἰαλτὸς ἐκ
δόμων ἔβαν
 [στρ. α.
χοᾶν
προπομπὸς
ὀξύχειρι σὺν
κόπῳ.
πρέπει παρῂς
φοίνισσ’
ἀμυγμοῖς
  
25
ὄνυχος
ἄλοκι νεοτόμῳ,
δι’ αἰῶνος δ’
ἰυγμοῖσι
βόσκεται κέαρ.
λινοφθόροι δ’
ὑφασμάτων
λακίδες
ἔφλαδον ὑπ’
ἄλγεσιν,
  
30
πρόστερνοι
στολμοὶ
πέπλων
ἀγελάστοις
ξυμφοραῖς
πεπληγμένων.
τορὸς γὰρ
[Φοῖβος]
ὀρθόθριξ
δόμων  [ἀντ. α.
ὀνειρόμαντις,
ἐξ ὕπνου κότον
πνέων,
ἀωρόνυκτον
ἀμβόαμα
  
35
μυχόθεν
ἔλακε περὶ
φόβῳ,
γυναικείοισιν
ἐν δώμασιν
βαρὺς πίτνων,
κριταί ‹τε›
τῶνδ’
ὀνειράτων
θεόθεν ἔλακον
ὑπέγγυοι
  
40
μέμφεσθαι
τοὺς γᾶς
νέρθεν
περιθύμως
τοῖς
κτανοῦσί τ’
ἐγκοτεῖν.
τοιάνδε χάριν
ἀχάριτον
ἀπότροπον
κακῶν,  [στρ. β.
ἰὼ γαῖα μαῖα,
  
45
μωμένα μ’
ἰάλλει
δύσθεος γυνά.
φοβοῦ-
μαι δ’ ἔπος τόδ’
ἐκβαλεῖν.
τί γὰρ λύτρον
πεσόντος
αἵματος
πέδοι;
ἰὼ πάνοιζυς
ἑστία,
  
50
ἰὼ
κατασκαφαὶ
δόμων.
ἀνήλιοι
βροτοστυγεῖς
δνόφοι
καλύπτουσι
δόμους
δεσποτᾶν
θανάτοισι.
  
55
σέβας δ’
ἄμαχον
ἀδάματον
ἀπόλεμον τὸ
πρὶν  [ἀντ. β.
δι’ ὤτων
φρενός τε
δαμίας
περαῖνον
νῦν
ἀφίσταται.
φοβεῖ-
ται δέ τις. τὸ δ’
εὐτυχεῖν,
  
60
τόδ’ ἐν
βροτοῖς θεός
τε καὶ θεοῦ
πλέον.
ῥοπὴ δ’
ἐπισκοτεῖ
δίκας
ταχεῖα τοῖς
μὲν ἐν φάει,
τὰ δ’ ἐν
μεταιχμίῳ
σκότου
†μένει
χρονίζοντ’ ἄχη
βρύει †
  
65
τοὺς δ’
ἄκραντος ἔχει
νύξ.
δι’ αἵματ’
ἐκποθένθ’ ὑπὸ
χθονὸς τροφοῦ
 [στρ. γ.
τίτας φόνος
πέπηγεν οὐ
διαρρύδαν.
διαλγὴς ἄτη
διαφέρει
τὸν αἴτιον
παναρκέτας
νόσου βρύειν
  
70
[τοὺς δ’
ἄκραντος ἔχει
νύξ].
θιγόντι δ’
οὔτι νυμφικῶν
ἑδωλίων  [ἀντ.
γ.
ἄκος, πόροι τε
πάντες ἐκ μιᾶς
ὁδοῦ
†βαίνοντες
τὸν χερομυσῆ
φόνον
καθαίροντες
ἴθυσαν μάταν.
  
75
ἐμοὶ δ’
(ἀνάγκαν γὰρ
ἀμφίπτολιν
 [ἐπῳδ.
θεοὶ
προσήνεγκαν·
ἐκ γὰρ οἴκων
πατρῴων
δούλιόν ‹μ’›
ἐσάγαγον
αἶσαν) δίκαια
καὶ μὴ δίκαια,
†πρέποντ’
ἀρχὰς βίου,
  
80
βίᾳ
φερομένων,
†αἰνέσαι,
πικρὸν φρενῶν
στύγος
κρατούσῃ.
δακρύω δ’ ὑφ’
εἱμάτων ματαί-
οισι δεσποτᾶν
τύχαις,
κρυφαίοις
πένθεσιν
παχνουμένη.

ΗΛΕΚΤΡΑ
δμῳαὶ
γυναῖκες,
δωμάτων
εὐθήμονες,
  
85
ἐπεὶ
πάρεστε τῆσδε
προστροπῆς
ἐμοὶ
πομποί,
γένεσθε τῶνδε
σύμβουλοι
πέρι·
τί φῶ χέουσα
τάσδε
κηδείους
χοάς;
πῶς εὔφρον’
εἴπω, πῶς
κατεύξωμαι
πατρί;
πότερα
λέγουσα παρὰ
φίλης φίλῳ
φέρειν
  
90
γυναικὸς
ἀνδρί, τῆς
ἐμῆς μητρὸς
πάρα;
τῶνδ’ οὐ
πάρεστι
θάρσος, οὐδ’ ἔχω
τί φῶ
χέουσα τόνδε
πέλανον ἐν
τύμβῳ πατρός.
ἢ τοῦτο φάσκω
τοὔπος, ὡς
νόμος βροτοῖς,
ἴσ’
ἀντιδοῦναι
τοῖσι
πέμπουσιν
τάδε
  
95
στέφη,
δόσιν γε τῶν
κακῶν
ἐπαξίαν;
ἢ σῖγ’ ἀτίμως,
ὥσπερ οὖν
ἀπώλετο
πατήρ, τάδ’
ἐκχέασα,
γάποτον χύσιν,
στείχω,
καθάρμαθ’ ὥς
τις ἐκπέμψας,
πάλιν
δικοῦσα
τεῦχος
ἀστρόφοισιν
ὄμμασιν;

100
τῆσδ’ ἔστε
βουλῆς, ὦ φίλαι,
μεταίτιαι·
κοινὸν γὰρ
ἔχθος ἐν
δόμοις
νομίζομεν.
μὴ κεύθετ’
ἔνδον καρδίας
φόβῳ τινός.
τὸ μόρσιμον
γὰρ τόν τ’
ἐλεύθερον
μένει
καὶ τὸν πρὸς
ἄλλης
δεσποτούμενον
χερός.

105
λέγοις ἄν, εἴ τι
τῶνδ’ ἔχεις
ὑπέρτερον.
Χο. αἰδουμένη
σοι βωμὸν ὡς
τύμβον πατρὸς
λέξω,
κελεύεις γάρ,
τὸν ἐκ φρενὸς
λόγον.
Ηλ. λέγοις ἄν,
ὥσπερ ᾐδέσω
τάφον πατρός.
Χο. φθέγγου
χέουσα σεμνά·
τοῖσιν
εὔφροσιν -

110
Ηλ. τίνας δὲ
τούτους τῶν
φίλων
προσεννέπω;
Χο. πρῶτον μὲν
αὑτὴν χὤστις
Αἴγισθον
στυγεῖ.
Ηλ. ἐμοί τε καὶ
σοί τἄρ’
ἐπεύξομαι
τάδε.
Χο. αὐτὴ σὺ
ταῦτα
μανθάνουσ’ ἤδη
φράσαι.
Ηλ. τίν’ οὖν ἔτ’
ἄλλον τῇδε
προστιθῶ
στάσει;

115
Χο. μέμνησ’
Ὀρέστου, κεἰ
θυραῖός ἐσθ’
ὅμως.
Ηλ. εὖ τοῦτο,
κἀφρένωσας
οὐχ ἥκιστά με.
Χο. τοῖς
αἰτίοις νυν
τοῦ φόνου
μεμνημένη -
Ηλ. τί φῶ;
δίδασκ’
ἄπειρον
ἐξηγουμένη.
Χο. ἐλθεῖν τιν’
αὐτοῖς δαίμον’
ἢ βροτῶν τινα -

120
Ηλ. πότερα
δικαστὴν ἢ
δικηφόρον
λέγεις;
Χο. ἁπλωστὶ
φράζουσ’, ὅστις
ἀνταποκτενεῖ.
Ηλ. καὶ ταῦτά
μοὐστὶν
εὐσεβῆ θεῶν
πάρα;
Χο. πῶς δ’ οὔ, τὸν
ἐχθρὸν
ἀνταμείβεσθαι
κακοῖς;

165
Ηλ. κῆρυξ
μέγιστε τῶν
ἄνω τε καὶ κάτω,
‹ἄρηξον,› Ἑρμῆ
χθόνιε,
κηρύξας ἐμοὶ

125
τοὺς γῆς
ἔνερθε
δαίμονας
κλύειν ἐμὰς
εὐχάς,
πατρῴων
δωμάτων
ἐπισκόπους,
καὶ γαῖαν
αὐτήν, ἣ τὰ
πάντα
τίκτεται
θρέψασά τ’
αὖθις τῶνδε
κῦμα λαμβάνει·
κἀγὼ χέουσα
τάσδε
χέρνιβας
νεκροῖς

130
λέγω καλοῦσα
πατέρ’·
Ἐποίκτιρόν τ’
ἐμέ,
φίλον τ’
Ὀρέστην φῶς
ἄναψον ἐν
δόμοις.
πεπραμένοι
γὰρ νῦν γέ πως
ἀλώμεθα
πρὸς τῆς
τεκούσης,
ἄνδρα δ’
ἀντηλλάξατο
Αἴγισθον,
ὅσπερ σοῦ
φόνου
μεταίτιος.

135
κἀγὼ μὲν ἀντίδουλος·
ἐκ δὲ χρημάτων
φεύγων
Ὀρέστης ἐστίν,
οἱ δ’ ὑπερκόπως
ἐν τοῖσι σοῖς
πόνοισι
χλίουσιν μέγα.
ἐλθεῖν δ’
Ὀρέστην δεῦρο
σὺν τύχῃ τινὶ
κατεύχομαί
σοι, καὶ σὺ
κλῦθί μου,
πάτερ·

140
αὐτῇ τέ μοι δὸς
σωφρονεστέραν
πολὺ
μητρὸς
γενέσθαι
χεῖρά τ’
εὐσεβεστέραν.
ἡμῖν μὲν
εὐχὰς τάσδε,
τοῖς δ’
ἐναντίοις
λέγω φανῆναί
σου, πάτερ,
τιμάορον,
καὶ τοὺς
κτανόντας
ἀντικατθανεῖν
δίκῃ.

145
 
ταῦτ’ ἐν
μέσῳ τίθημι
τῆς κακῆς ἀρᾶς,
κείνοις
λέγουσα τήνδε
τὴν κακὴν
ἀράν·
ἡμῖν δὲ
πομπὸς ἴσθι
τῶν ἐσθλῶν ἄνω,
σὺν θεοῖσι
καὶ γῇ καὶ δίκῃ
νικηφόρῳ.
τοιαῖσδ’ ἐπ’
εὐχαῖς τάσδ’
ἐπισπένδω
χοάς.

150
ὑμᾶς δὲ
κωκυτοῖσ’
ἐπανθίζειν
νόμος,
παιᾶνα τοῦ
θανόντος
ἐξαυδωμένας.
Χο. ἵετε δάκρυ
καναχὲς
ὀλόμενον
ὀλομένῳ
δεσπότᾳ,
πρὸς ἔρυμα
τόδε κεδνῶν
κακῶν τ’

155
ἀπότροπον,
ἄγος
ἀπεύχετον,
κεχυμένων
χοᾶν. κλύε δέ
μοι, σέβας,
κλύ’, ὦ δέσποτ’,
ἐξ ἀμαυρᾶς
φρενός.
ὀτοτοτοτοτοτοῖ,

160
ἰώ, τίς
δορυσθενὴς
‹εἶσ’› ἀνήρ,
ἀναλυτὴρ
δόμων, Σκύθην τ’
ἐν χεροῖν
[παλίντον’ ἐν
ἔργῳ βέλη]
πιπάλλων Ἄρη
σχέδιά τ’
αὐτόκωπα
νωμῶν βέλη;
Ηλ. ἔχει μὲν
ἤδη γαπότους
χοὰς πατήρ·
νέου δὲ μύθου
τοῦδε
κοινωνήσατε.
Χο. λέγοις ἄν·
ὀρχεῖται δὲ
καρδία φόβῳ·
Ηλ. ὁρῶ
τομαῖον τόνδε
βόστρυχον
τάφῳ.
Χο. τίνος ποτ’
ἀνδρὸς ἢ
βαθυζώνου
κόρης;

170
Ηλ. εὐξύμβολον
τόδ’ ἐστὶ παντὶ
δοξάσαι.
Χο. πῶς οὖν
παλαιὰ παρὰ
νεωτέρας
μάθω;
Ηλ. οὐκ ἔστιν
ὅστις πλὴν
ἐμοῦ κείραιτό
νιν.
Χο. ἐχθροὶ γὰρ
οἷς προσῆκε
πενθῆσαι
τριχί.
Ηλ. καὶ μὴν ὅδ’
ἐστὶ κάρτ’
ἰδεῖν
ὁμόπτερος -

175
Χο. ποίαις
ἐθείραις;
τοῦτο γὰρ θέλω
μαθεῖν.
Ηλ. αὐτοῖσιν
ἡμῖν κάρτα
προσφερὴς
ἰδεῖν.
Χο. μῶν οὖν
Ὀρέστου
κρύβδα δῶρον
ἦν τόδε;
Ηλ. μάλιστ’ ἐκείνου
βοστρύχοις
προσείδεται.
Χο. καὶ πῶς
ἐκεῖνος δεῦρ’
ἐτόλμησεν
μολεῖν;

180
Ηλ. ἔπεμψε
χαίτην
κουρίμην
χάριν πατρός.
Χο. οὐχ ἧσσον
εὐδάκρυτά μοι
λέγεις τάδε,
εἰ τῆσδε
χώρας μήποτε
ψαύσει ποδί.
Ηλ. κἀμοὶ
προσέστη
καρδίᾳ
κλυδώνιον
χολῆς,
ἐπαίθην δ’ ὡς
διανταίῳ
βέλει·

185
ἐξ ὀμμάτων δὲ
δίψιοι
πίπτουσί μοι
σταγόνες
ἄφαρκτοι
δυσχίμου
πλημυρίδος,
πλόκαμον
ἰδούσῃ τόνδε·
πῶς γὰρ ἐλπίσω
ἀστῶν τιν’
ἄλλον τῆσδε
δεσπόζειν
φόβης;
ἀλλ’ οὐδὲ μήν
νιν ἡ κτανοῦσ’
ἐκείρατο,

190
ἐμὴ δὲ μήτηρ,
οὐδαμῶς
ἐπώνυμον
φρόνημα παισὶ
δύσθεον
πεπαμένη.
ἐγὼ δ’ ὅπως μὲν
ἄντικρυς τάδ’
αἰνέσω,
εἶναι τόδ’
ἀγλάισμά μοι
τοῦ φιλτάτου
βροτῶν
Ὀρέστου -
σαίνομαι δ’ ὑπ’
ἐλπίδος.

195
φεῦ.
εἴθ’ εἶχε
φωνὴν ἔμφρον’
ἀγγέλου δίκην,
ὅπως
δίφροντις
οὖσα μὴ ‘κινυσσόμην,
ἀλλ’ ἢ σάφ’ ᾔνει
τόνδ’
ἀποπτύσαι πλόκον,
εἴπερ γ’ ἀπ’
ἐχθροῦ κρατὸς
ἦν τετμημένος,
ἢ ξυγγενὴς ὢν
εἶχε
συμπενθεῖν
ἐμοί,

200
ἄγαλμα τύμβου
τοῦδε καὶ
τιμὴν πατρός.
ἀλλ’ εἰδότας
μὲν τοὺς θεοὺς
καλούμεθα,
οἵοισιν ἐν
χειμῶσι
ναυτίλων
δίκην
στροβούμεθ’·
εἰ δὲ χρὴ
τυχεῖν
σωτηρίας,
σμικροῦ
γένοιτ’ ἂν
σπέρματος
μέγας πυθμήν.

205
καὶ μὴν στίβοι
γε, δεύτερον
τεκμήριον,
ποδῶν ὅμοιοι
τοῖς τ’ ἐμοῖσιν
ἐμφερεῖς.
καὶ γὰρ δύ’
ἐστὸν τώδε
περιγραφὰ
ποδοῖν,
αὐτοῦ τ’
ἐκείνου καὶ
συνεμπόρου
τινός.
πτέρναι
τενόντων θ’
ὑπογραφαὶ
μετρούμεναι

210
εἰς ταὐτὸ
συμβαίνουσι
τοῖς ἐμοῖς
στίβοις.
πάρεστι δ’
ὠδὶς καὶ
φρενῶν
καταφθορά.

ΟΡΕΣΤΗΣ
εὔχου τὰ
λοιπά, τοῖς
θεοῖς
τελεσφόρους
εὐχὰς
ἐπαγγέλλουσα,
τυγχάνειν
καλῶς.
Ηλ. ἐπεὶ τί νῦν
ἕκατι
δαιμόνων
κυρῶ;

215
Ορ. εἰς ὄψιν
ἥκεις ὧνπερ
ἐξηύχου πάλαι.
Ηλ. καὶ τίνα
σύνοισθά μοι
καλουμένῃ
βροτῶν;
Ορ. σύνοιδ’
Ὀρέστην πολλά
σ’
ἐκπαγλουμένην.
Ηλ. καὶ πρὸς τί
δῆτα τυγχάνω
κατευγμάτων;
Ορ. ὅδ’ εἰμί· μὴ
μάτευ’ ἐμοῦ
μᾶλλον φίλον.

220
Ηλ. ἀλλ’ ἦ δόλον
τιν’, ὦ ξέν’, ἀμφί
μοι πλέκεις;
Ορ. αὐτὸς κατ’
αὐτοῦ τἄρα
μηχανορραφῶ.
Ηλ. ἀλλ’ ἐν
κακοῖσι τοῖς
ἐμοῖς γελᾶν
θέλεις;
Ορ. κἀν τοῖς
ἐμοῖς ἄρ’,
εἴπερ ἔν γε
τοῖσι σοῖς.
Ηλ. ὡς ὄντ’
Ὀρέστην τἄρ’
ἐγώ σε
προὐννέπω;

225
Ορ. αὐτὸν μὲν
οὖν ὁρῶσα
δυσμαθεῖς
ἐμέ·
κουρὰν δ’
ἰδοῦσα τήνδε
κηδείου
τριχὸς
ἰχνοσκοποῦσά
τ’ ἐν στίβοισι
τοῖς ἐμοῖς
ἀνεπτερώθης
κἀδόκεις ὁρᾶν
ἐμέ.
σκέψαι, τομῇ
προσθεῖσα
βόστρυχον
τριχός,

230
σαυτῆς
ἀδελφοῦ
σύμμετρον τῷ
σῷ κάρᾳ.
ἰδοῦ δ’ ὕφασμα
τοῦτο, σῆς
ἔργον χερός,
σπάθης τε
πληγάς, ἒν δὲ
θήρειον
γραφήν -
ἔνδον γενοῦ,
χαρᾷ δὲ μὴ ‘κπλαγῇς
φρένας·
τοὺς
φιλτάτους γὰρ
οἶδα νῷν ὄντας
πικρούς.

235
Ηλ. ὦ φίλτατον
μέλημα
δώμασιν
πατρός,
δακρυτὸς
ἐλπὶς
σπέρματος
σωτηρίου,
ἀλκῇ
πεποιθὼς δῶμ’
ἀνακτήσῃ
πατρός.
ὦ τερπνὸν
ὄμμα τέσσαρας
μοίρας ἔχον
ἐμοί,
προσαυδᾶν δ’
ἔστ’ ἀναγκαίως
ἔχον

240
πατέρα σε, καὶ
τὸ μητρὸς ἐς σέ
μοι ῥέπει
στέργηθρον -
ἡ δὲ πανδίκως
ἐχθαίρεται -
καὶ τῆς
τυθείσης
νηλεῶς
ὁμοσπόρου·
πιστὸς δ’
ἀδελφὸς ἦσθ’,
ἐμοὶ σέβας
φέρων
μόνος·  .  .  .  .  .  .
‹μόνον› Κράτος
τε καὶ Δίκη σὺν
τῷ τρίτῳ

245
πάντων
μεγίστῳ Ζηνὶ
συγγένοιτό
μοι.
Ορ. Ζεῦ Ζεῦ,
θεωρὸς τῶνδε
πραγμάτων
γενοῦ·
ἰδοῦ δὲ
γένναν εὖνιν
αἰετοῦ πατρός,
θανόντος ἐν
πλεκταῖσι καὶ
σπειράμασιν
δεινῆς
ἐχίδνης. τοὺς δ’
ἀπωρφανισμένους

250
νῆστις πιέζει
λιμός· οὐ γὰρ
ἐντελεῖς
θήραν πατρῴαν
προσφέρειν
σκηνήμασιν.
οὕτω δὲ κἀμὲ
τήνδε τ’,
Ἠλέκτραν λέγω,
ἰδεῖν
πάρεστί σοι,
πατροστερῆ γόνον,
ἄμφω φυγὴν
ἔχοντε τὴν
αὐτὴν δόμων.

255
καίτοι
θυτῆρος καί σε
τιμῶντος μέγα
πατρὸς
νεοσσοὺς
τούσδ’
ἀποφθείρας
πόθεν
ἕξεις ὁμοίας
χειρὸς
εὔθοινον
γέρας;
οὔτ’ αἰετοῦ
γένεθλ’
ἀποφθείρας,
πάλιν
πέμπειν ἔχοις
ἂν σήματ’
εὐπειθῆ
βροτοῖς·

260
οὔτ’ ἀρχικός σοι
πᾶς ὅδ’
αὐανθεὶς
πυθμὴν
βωμοῖς
ἀρήξει
βουθύτοις ἐν
ἤμασιν.
κόμιζ’, ἀπὸ
σμικροῦ δ’ ἂν
ἄρειας μέγαν
δόμον,
δοκοῦντα
κάρτα νῦν
πεπτωκέναι.
Χο. ὦ παῖδες, ὦ
σωτῆρες
ἑστίας πατρός,

265
σιγᾶθ’, ὅπως μὴ
πεύσεταί τις, ὦ
τέκνα,
γλώσσης χάριν
δὲ πάντ’
ἀπαγγελεῖ τάδε
πρὸς τοὺς
κρατοῦντας·
οὓς ἴδοιμ’ ἐγώ
ποτε
θανόντας ἐν
κηκῖδι
πισσήρει
φλογός.
Ορ. οὔτοι
προδώσει
Λοξίου
μεγασθενὴς

270
χρησμὸς
κελεύων τόνδε
κίνδυνον
περᾶν,
κἀξορθιάζων
πολλὰ καὶ
δυσχειμέρους
ἄτας ὑφ’ ἧπαρ
θερμὸν
ἐξαυδώμενος,
εἰ μὴ μέτειμι
τοῦ πατρὸς τοὺς
αἰτίους
τρόπον τὸν
αὐτόν,
ἀνταποκτεῖναι
λέγων,

275
ἀποχρημάτοισι
ζημίαις
ταυρούμενον
αὐτὸν δ’
ἔφασκε τῇ φίλῃ
ψυχῇ τάδε
τείσειν μ’
ἔχοντα πολλὰ
δυστερπῆ κακά.
τὰ μὲν γὰρ ἐκ
γῆς δυσφρόνων
μηνίματα
βροτοῖς
πιφαύσκων
εἶπε τάσδε νῷν
νόσους,

280
σαρκῶν ἐπαμβατῆρας
ἀγρίαις
γνάθοις,
λιχῆνας
ἐξέσθοντας
ἀρχαίαν
φύσιν·
λευκὰς δὲ
κόρσας τῇδ’
ἐπαντέλλειν
νόσῳ·
ἄλλας τ’
ἐφώνει
προσβολὰς
Ἐρινύων
ἐκ τῶν
πατρῴων
αἱμάτων
τελουμένας·
.  .  .  .  .  .  .

285
ὁρῶντα
λαμπρόν, ἐν
σκότῳ νωμῶντ’
ὀφρύν,
τὸ γὰρ
σκοτεινὸν τῶν
ἐνερτέρων
βέλος
ἐκ
προστροπαίων
ἐν γένει
πεπτωκότων,
καὶ λύσσα καὶ
μάταιος ἐκ
νυκτῶν φόβος
κινεῖ
ταράσσει καὶ
διωκάθει
πόλεως

290
χαλκηλάτῳ
πλάστιγγι
λυμανθὲν
δέμας.
καὶ τοῖς
τοιούτοις
οὔτε κρατῆρος
μέρος
εἶναι
μετασχεῖν, οὐ
φιλοσπόνδου
λιβός,
βωμῶν τ’ ἀπείργειν
οὐχ ὁρωμένην
πατρὸς
μῆνιν·
δέχεσθαι ‹δ’›
οὔτε συλλύειν
τινά,

295
πάντων δ’
ἄτιμον
κἄφιλον
θνῄσκειν
χρόνῳ
κακῶς
ταριχευθέντα
παμφθάρτῳ
μόρῳ.
τοιοῖσδε
χρησμοῖς ἆρα
χρὴ
πεποιθέναι;
κεἰ μὴ
πέποιθα,
τοὔργον ἔστ’
ἐργαστέον.
πολλοὶ γὰρ
εἰς ἓν
συμπίτνουσιν
ἵμεροι,

300
θεοῦ τ’ ἐφετμαὶ
καὶ πατρὸς
πένθος μέγα,
καὶ πρὸς
πιέζει
χρημάτων
ἀχηνία,
τὸ μὴ πολίτας
εὐκλεεστάτους
βροτῶν,
Τροίας
ἀναστατῆρας
εὐδόξῳ φρενί,
δυοῖν
γυναικοῖν ὧδ’
ὑπηκόους
πέλειν.

305
θήλεια γὰρ
φρήν· †εἰ δὲ μή,
τάχ’ εἴσεται.
Χο. ἀλλ’ ὦ μεγάλαι
Μοῖραι, Διόθεν
τῇδε
τελευτᾶν,
ᾗ τὸ δίκαιον
μεταβαίνει.
ἀντὶ μὲν
ἐχθρᾶς
γλώσσης ἐχθρὰ

310
γλῶσσα
τελείσθω·
τοὐφειλόμενον
πράσσουσα
Δίκη μέγ’
ἀυτεῖ·
ἀντὶ δὲ
πληγῆς φονίας
φονίαν
πληγὴν
τινέτω.
δράσαντα
παθεῖν,
τριγέρων
μῦθος τάδε
φωνεῖ.

315
Ορ. ὦ πάτερ αἰνόπατερ,
τί σοι  [στρ. α.
φάμενος ἢ τί
ῥέξας
τύχοιμ’ ἂν
ἕκαθεν
οὐρίσας,
ἔνθα σ’
ἔχουσιν εὐναί,
σκότῳ φάος
ἀντίμοιρον;

320
χάριτες δ’
ὁμοίως
κέκληνται
γόος εὐκλεὴς
†προσθοδόμοις
Ἀτρείδαις.
Χο. τέκνον,
φρόνημα τοῦ
θανόντος οὐ
δαμά-  [στρ. β.

325
ζει πυρὸς
μαλερὰ γνάθος,
φαίνει δ’
ὕστερον
ὀργάς·
ὀτοτύζεται δ’
ὁ θνῄσκων,
ἀναφαίνεται δ’
ὁ βλάπτων.
πατέρων δὲ
καὶ τεκόντων

330
γόος ἔνδικος
ματεύει,
τὸ πᾶν
ἀμφιλαφὴς
ταραχθείς.
Ηλ. κλῦθί νυν, ὦ
πάτερ, ἐν μέρει
 [ἀντ. α.
πολυδάκρυτα
πένθη.
δίπαις τοί σ’
ἐπιτύμβιος

335
θρῆνος
ἀναστενάζει.
τάφος δ’
ἱκέτας
δέδεκται
φυγάδας θ’
ὁμοίως.
τί τῶνδ’ εὖ, τί
δ’ ἄτερ κακῶν;
οὐκ
ἀτρίακτος
ἄτα;

340
Χο. ἀλλ’ ἔτ’ ἂν ἐκ
τῶνδε θεὸς
χρῄζων
θείη κελάδους
εὐφθογγοτέρους·
ἀντὶ δὲ
θρήνων
ἐπιτυμβιδίων
παιὼν
μελάθροις ἐν
βασιλείοις
νεοκρᾶτα
φίλον
κομίσειεν.

345
Ορ. εἰ γὰρ ὑπ’
Ἰλίῳ  [στρ. γ.
πρός τινος
Λυκίων, πάτερ,
δορίτμητος
κατηναρίσθης·
λιπὼν ἂν
εὔκλειαν ἐν
δόμοισιν
τέκνων τ’ ἐν
κελεύθοις

350
ἐπιστρεπτὸν
αἰῶ
κτίσσας
πολύχωστον ἂν
εἶχες
τάφον
διαποντίου
γᾶς,
δώμασιν
εὐφόρητον -
Χο. φίλος
φίλοισι τοῖς
ἐκεῖ καλῶς
θανοῦ-  [ἀντ. β.

355
σιν, κατὰ
χθονὸς
ἐμπρέπων
σεμνότιμος
ἀνάκτωρ,
πρόπολός τε
τῶν μεγίστων
χθονίων ἐκεῖ
τυράννων·

360
βασιλεὺς γὰρ
ἦσθ’, ὄφρ’ ἔζης,
μόριμον λάχος
πιπλάντων
χεροῖν
πεισιβρότῳ τε
βάκτρῳ.
Ηλ. μηδ’ ὑπὸ
Τρωίας  [ἀντ. γ.
τείχεσι
φθίμενος,
πάτερ,

365
μετ’ ἄλλῳ
δουρικμῆτι
λαῷ
παρὰ
Σκαμάνδρου
πόρον
τεθάφθαι·
πάρος δ’ οἱ
κτανόντες
νιν οὕτως
δαμῆναι,
‹ἵν’ ἦν›
θανατηφόρον
αἶσαν

370
πρόσω τινὰ
πυνθάνεσθαι
τῶνδε πόνων
ἄπειρον.
Χο. ταῦτα μέν, ὦ
παῖ, κρείσσονα
χρυσοῦ,
μεγάλης δὲ
τύχης καὶ
ὑπερβορέου
μείζονα
φωνεῖς·
δύνασαι γάρ.

375
ἀλλὰ διπλῆς
γὰρ τῆσδε
μαράγνης
δοῦπος
ἱκνεῖται· τῶν
μὲν ἀρωγοὶ
κατὰ γῆς ἤδη,
τῶν δὲ
κρατούντων
χέρες οὐχ
ὅσιαι
†στυγερῶν
τούτων·
παισὶ δὲ
μᾶλλον
γεγένηται.

380
Ορ. τοῦτο
διαμπερὲς οὖς
 [στρ. δ.
ἵκεθ’ ἅπερ τε
βέλος.
Ζεῦ Ζεῦ,
κάτωθεν
ἀμπέμπων
ὑστερόποινον
ἄταν,
βροτῶν
τλάμονι καὶ
πανούργῳ

385
χειρί, τοκεῦσι
δ’ ὅμως
τελεῖται.
Χο. ἐφυμνῆσαι
γένοιτό μοι
πυκά-  [στρ. ε.
εντ’
ὀλολυγμὸν
ἀνδρὸς
θεινομένου,
γυναικός τ’
ὀλλυμένας·
τί γὰρ κεύ-
θω †φρενὸς θεῖον
ἔμπας †

390
ποτᾶται,
πάροιθεν δὲ
πρῴρας
δριμὺς ἄηται
κραδίας
θυμός,
ἔγκοτον
στύγος.
Ηλ. καὶ πότ’ ἂν
ἀμφιθαλὴς
 [ἀντ. δ.

395
Ζεὺς ἐπὶ χεῖρα
βάλοι,
φεῦ φεῦ,
κάρανα
δαΐξας;
πιστὰ γένοιτο
χώρᾳ.
δίκαν [δ’] ἐξ
ἀδίκων ἀπαιτῶ.
κλῦτε δὲ Γᾶ
χθονίων τε
τιμαί.

400
Χο. ἀλλὰ νόμος
μὲν φονίας
σταγόνας
χυμένας ἐς
πέδον ἄλλο
προσαιτεῖν
αἷμα· βοᾷ γὰρ
λοιγὸς Ἐρινὺν
παρὰ τῶν
πρότερον
φθιμένων ἄτην
ἑτέραν
ἐπάγουσαν ἐπ’
ἄτῃ.

405
Ορ. πόποι δᾶ
νερτέρων
τυραννίδες,
 [στρ. ζ.
ἴδετε
πολυκρατεῖς
ἀραὶ
φθινομένων,
ἴδεσθ’ Ἀτρειδᾶν
τὰ λοίπ’
ἀμηχάνως
ἔχοντα καὶ
δωμάτων ἄτιμα.
πᾶ
τις τράποιτ’
ἄν, ὦ Ζεῦ;

410
Χο. πέπαλται
δαὖτέ μοι
φίλον κέαρ
 [ἀντ. ε.
τόνδε
†κλύουσαν
οἶκτον.
καὶ τότε μὲν
δύσελπις,
σπλάγχνα δέ
μοι κελαινοῦ-
ται πρὸς ἔπος
κλυούσᾳ.

415
ὅταν δ’ αὖτ’
ἐπαλκῆ σ’ ὁρῶ,
ῥεῖ’
‹ἐλπίς›
ἀπέστασεν
ἄχος
†πρὸς τὸ
φανεῖσθαι †μοι
καλῶς.
Ηλ. τί δ’ ἂν
φάντες
τύχοιμεν; ἢ
τάπερ  [ἀντ. ζ.
πάθομεν ἄχεα
πρός γε τῶν
τεκομένων;

420
πάρεστι
σαίνειν, τὰ δ’
οὔτι θέλγεται.
λύκος γὰρ ὥστ’
ὠμόφρων
ἄσαντος ἐκ
ματρός ἐστι
θυμός.
Χο. ἔκοψα
κομμὸν Ἄριον
ἔν τε Κισσίας
 [στρ. η.
νόμοις
ἰηλεμιστρίας,

425
ἀπρικτόπληκτα
πολυπάλακτα δ’
ἦν ἰδεῖν
ἐπασσυτεροτριβῆ
τὰ χερὸς
ὀρέγματα,
ἄνωθεν
ἀνέκαθεν,
κτύπῳ δ’
ἐπιρροθεῖ
κροτητὸν
ἀμὸν καὶ
πανάθλιον
κάρα.
Ηλ. ἰὼ ἰὼ δαΐα
 [στρ. θ.

430
πάντολμε
μᾶτερ, δαΐαις
ἐν ἐκφοραῖς
ἄνευ πολιτᾶν
ἄνακτ’,
ἄνευ δὲ
πενθημάτων
ἔτλης
ἀνοίμωκτον
ἄνδρα θάψαι.
Ορ. τὸ πᾶν
ἀτίμως ἔλεξας,
οἴμοι.  [στρ. ι.

435
πατρὸς δ’
ἀτίμωσιν ἆρα
τείσει,
ἕκατι μὲν
δαιμόνων,
ἕκατι δ’ ἀμᾶν
χερῶν.
ἔπειτ’ ἐγὼ
νοσφίσας
ὀλοίμαν.
Χο.
ἐμασχαλίσθη
δέ γ’, ὡς τόδ’ εἰδῇς,
 [ἀντ. ι.

440
ἔπρασσε δ’ ἅπερ
νιν ὧδε θάπτει,
μόρον κτίσαι
μωμένα
ἄφερτον
αἰῶνι σῷ.
κλύεις
πατρῴους δύας
ἀτίμους.
Ηλ. λέγεις
πατρῷον
μόρον· ἐγὼ δ’
ἀπεστάτουν
 [ἀντ. η.

445
ἄτιμος, οὐδὲν
ἀξία.
μυχῷ δ’
ἄφερκτος
πολυσινοῦς
κυνὸς δίκαν
ἑτοιμότερα
γέλωτος
ἀνέφερον λίβη,
χέουσα
πολύδακρυν
γόον
κεκρυμμένα.

450
τοιαῦτ’ ἀκούων
ἐν φρεσὶν
γράφου, ‹πάτερ.
Χο. γράφου·› δι’
ὤτων δὲ συν-
 [ἀντ. θ.
τέτραινε
μῦθον ἡσύχῳ
φρενῶν βάσει.
τὰ μὲν γὰρ
οὕτως ἔχει,
τὰ δ’ αὐτὸς
ὀργᾷ μαθεῖν.

455
πρέπει δ’
ἀκάμπτῳ μένει
καθήκειν.
Ορ. σέ τοι λέγω,
ξυγγενοῦ,
πάτερ, φίλοις.
 [στρ. κ.
Ηλ. ἐγὼ δ’
ἐπιφθέγγομαι
κεκλαυμένα.
Χο. στάσις δὲ
πάγκοινος ἅδ’
ἐπιρροθεῖ·
ἄκουσον ἐς
φάος μολών,

460
ξὺν δὲ γενοῦ
πρὸς ἐχθρούς.
Ορ. Ἄρης Ἄρει
ξυμβαλεῖ, Δίκᾳ
Δίκα.  [ἀντ. κ.
Ηλ. ἰὼ θεοί,
κραίνετ’ ἐνδίκως
‹λιτάς›.
Χο. τρόμος μ’
ὑφέρπει
κλύουσαν
εὐγμάτων.
τὸ μόρσιμον
μένει πάλαι,

465
εὐχομένοις δ’
ἂν ἔλθοι.
- ὦ πόνος
ἐγγενὴς  [στρ.
λ.
καὶ
παράμουσος
ἄτας
αἱματόεσσα
πλαγά.
ἰὼ δύστον’
ἄφερτα κήδη·

470
ἰὼ
δυσκατάπαυστον
ἄλγος.
- δώμασιν
ἔμμοτον  [ἀντ.
λ.
τῶνδ’ ἄκος, οὐδ’
ἀπ’ ἄλλων
ἔκτοθεν, ἀλλ’
ἀπ’ αὐτῶν,
δι’ ὠμὰν ἔριν
αἱματηράν.

475
θεῶν ‹τῶν› κατὰ
γᾶς ὅδ’ ὕμνος.
- ἀλλὰ
κλύοντες,
μάκαρες
χθόνιοι,
τῆσδε
κατευχῆς
πέμπετ’ ἀρωγὴν
παισὶν
προφρόνως ἐπὶ
νίκῃ.
Ορ. πάτερ,
τρόποισιν οὐ
τυραννικοῖς
θανών,

480
αἰτουμένῳ μοι
δὸς κράτος τῶν
σῶν δόμων.
Ηλ. κἀγώ, πάτερ,
τοιάδε· σοῦ
χρεία μ’ ἔχει
†φυγεῖν μέγαν
προσθεῖσαν
Αἰγίσθῳ †. . .
Ορ. οὕτω γὰρ ἄν
σοι δαῖτες
ἔννομοι
βροτῶν
κτιζοίατ’· εἰ
δὲ μή, παρ’
εὐδείπνοις
ἔσῃ

485
ἄτιμος
ἐμπύροισι
κνισωτοῖς
χθονός.
Ηλ. κἀγὼ χοάς
σοι τῆς ἐμῆς
παγκληρίας
οἴσω πατρῴων
ἐκ δόμων
γαμηλίους·
πάντων δὲ
πρῶτον τόνδε
πρεσβεύσω
τάφον.
Ορ. ὦ γαῖ’, ἄνες
μοι πατέρ’
ἐποπτεῦσαι
μάχην.

490
Ηλ. ὦ
Περσέφασσα,
δὸς δέ γ’
εὔμορφον
κράτος.
Ορ. μέμνησο
λουτρῶν οἷς
ἐνοσφίσθης,
πάτερ.
Ηλ. μέμνησο δ’
ἀμφίβληστρον
ὡς ἐκαίνισαν -
Ορ. πέδαις δ’
ἀχαλκεύτοις
ἐθηρεύθης,
πάτερ -
Ηλ. αἰσχρῶς τε
βουλευτοῖσιν
ἐν καλύμμασιν.

495
Ορ. ἆρ’
ἐξεγείρῃ
τοῖσδ’
ὀνείδεσιν,
πάτερ;

Other books

A Chance Encounter by McKenna, Lindsay
My Teenage Dream Ended by Farrah Abraham
Overtime by Tom Holt
His Secret Desire by Alana Davis
El silencio de los claustros by Alicia Giménez Bartlett
The Legacy of Hope House by Dilys Xavier