Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) (63 page)

BOOK: Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)
8.42Mb size Format: txt, pdf, ePub

ΑΙΓΙΣΘΟΣ
ἥκω μὲν οὐκ
ἄκλητος, ἀλλ’
ὑπάγγελος·
νέαν φάτιν δὲ
πεύθομαι
λέγειν τινὰς

840
ξένους
μολόντας
οὐδαμῶς
ἐφίμερον,
μόρον γ’
Ὀρέστου. καὶ
τόδ’ αὖ φέρειν
δόμοις
γένοιτ’ ἂν
ἄχθος
αἱματοσταγές,
φόνῳ
τῷ πρόσθεν
ἑλκαίνουσι
καὶ
δεδηγμένοις.
πῶς ταῦτ’
ἀληθῆ καὶ
βλέποντα
δοξάσω;

845
ἢ πρὸς
γυναικῶν
δειματούμενοι
λόγοι
πεδάρσιοι
θρῴσκουσι,
θνῄσκοντες
μάτην;
τί τῶνδ’ ἂν
εἴποις ὥστε
δηλῶσαι
φρενί;
Χο. ἠκούσαμεν
μέν, πυνθάνου
δὲ τῶν ξένων
ἔσω παρελθών.
οὐδὲν ἀγγέλων
σθένος

850
ὡς αὐτόσ’
αὐτὸν ἄνδρα
πεύθεσθαι
πέρι.
Αι. ἰδεῖν
ἐλέγξαι τ’ εὖ
θέλω τὸν
ἄγγελον,
εἴτ’ αὐτὸς ἦν
θνῄσκοντος
ἐγγύθεν παρών,
εἴτ’ ἐξ
ἀμαυρᾶς
κληδόνος
λέγει μαθών.
οὔτοι φρέν’ ἂν
κλέψειεν
ὠμματωμένην.

855
Χο. Ζεῦ Ζεῦ, τί
λέγω, πόθεν
ἄρξωμαι
τάδ’ ἐπευχομένη
κἀπιθεάζουσ’,
ὑπὸ δ’ εὐνοίας
πῶς ἴσον
εἰποῦσ’
ἀνύσωμαι;
νῦν γὰρ
μέλλουσι
μιανθεῖσαι

860
πειραὶ
κοπάνων
ἀνδροδαΐκτων
ἢ πάνυ θήσειν
Ἀγαμεμνονίων
οἴκων ὄλεθρον
διὰ παντός,
ἢ πῦρ καὶ φῶς
ἐπ’ ἐλευθερίᾳ
δαίων ἀρχαῖς
τε
πολισσονόμοις

865
ἕξει πατέρων
μέγαν ὄλβον.
τοιάνδε πάλην
μόνος ὢν
ἔφεδρος
δισσοῖς
μέλλει θεῖος
Ὀρέστης
ἅψειν. εἴη δ’
ἐπὶ νίκῃ.
Αι. ἒ ἔ,
ὀτοτοτοῖ.

870
Χο. - ἔα ἔα
μάλα·
- πῶς ἔχει;
πῶς κέκρανται
δόμοις;
-
ἀποσταθῶμεν
πράγματος
τελουμένου,
ὅπως δοκῶμεν
τῶνδ’ ἀναίτιαι
κακῶν
εἶναι· μάχης
γὰρ δὴ
κεκύρωται
τέλος.

875
ΟΙΚΕΤΗΣ
οἴμοι,
πανοίμοι
δεσπότου
†τελουμένου·
οἴμοι μάλ’
αὖθις ἐν
τρίτοις
προσφθέγμασιν.
Αἴγισθος
οὐκέτ’ ἔστιν.
ἀλλ’ ἀνοίξατε
ὅπως τάχιστα,
καὶ
γυναικείους
πύλας
μοχλοῖς
χαλᾶτε· καὶ
μάλ’ ἡβῶντος δὲ
δεῖ -

880
οὐχ ὥστ’ ἀρῆξαι
διαπεπραγμένῳ·
τί γάρ;
ἰοὺ ἰού.
κωφοῖς ἀυτῶ
καὶ
καθεύδουσιν
μάτην
ἄκραντα βάζω.
ποῦ
Κλυταιμήστρα;
τί δρᾷ;
ἔοικε νῦν
αὐτῆς †ἐπὶ
ξυροῦ πέλας
αὐχὴν
πεσεῖσθαι
πρὸς δίκην
πεπληγμένος.

885
Κλ. τί δ’ ἐστὶ
χρῆμα; τίνα
βοὴν ἵστης
δόμοις;
Οι. τὸν ζῶντα
καίνειν τοὺς
τεθνηκότας
λέγω.
Κλ. οἲ ‘γώ,
ξυνῆκα τοὔπος
ἐξ αἰνιγμάτων.
δόλοις
ὀλούμεθ’, ὥσπερ
οὖν
ἐκτείναμεν.
δοίη τις
ἀνδροκμῆτα
πέλεκυν ὡς
τάχος·

890
εἰδῶμεν εἰ
νικῶμεν, ἢ
νικώμεθα.
ἐνταῦθα γὰρ
δὴ τοῦδ’
ἀφικόμην
κακοῦ.
Ορ. σὲ καὶ
ματεύω· τῷδε δ’
ἀρκούντως
ἔχει.
Κλ. οἲ ‘γώ.
τέθνηκας,
φίλτατ’,
Αἰγίσθου βία.
Ορ. φιλεῖς τὸν
ἄνδρα; τοιγὰρ
ἐν ταὐτῷ τάφῳ

895
κείσῃ. θανόντα
δ’ οὔτι μὴ
προδῷς ποτε.
Κλ. ἐπίσχες, ὦ
παῖ, τόνδε δ’
αἴδεσαι,
τέκνον,
μαστόν, πρὸς ᾧ
σὺ πολλὰ δὴ
βρίζων ἅμα
οὔλοισιν
ἐξήμελξας
εὐτραφὲς γάλα.
Ορ. Πυλάδη, τί δράσω;
μητέρ’ αἰδεσθῶ
κτανεῖν;

900
ΠΥΛΑΔΗΣ
ποῦ δὴ τὸ
λοιπὸν Λοξίου
μαντεύματα
τὰ
πυθόχρηστα,
πιστά τ’
εὐορκώματα;
ἅπαντας
ἐχθροὺς τῶν
θεῶν ἡγοῦ
πλέον.
Ορ. κρίνω σε
νικᾶν, καὶ
παραινεῖς μοι
καλῶς.
ἕπου, πρὸς
αὐτὸν τόνδε σε
σφάξαι θέλω·

905
καὶ ζῶντα γάρ νιν
κρείσσον’
ἡγήσω πατρός.
τούτῳ
θανοῦσα
ξυγκάθευδ’,
ἐπεὶ φιλεῖς
τὸν ἄνδρα
τοῦτον, ὃν δὲ
χρῆν φιλεῖν
στυγεῖς.
Κλ. ἐγώ σ’
ἔθρεψα, σὺν δὲ
γηράναι θέλω.
Ορ.
πατροκτονοῦσα
γὰρ
ξυνοικήσεις
ἐμοί;

910
Κλ. ἡ Μοῖρα
τούτων, ὦ
τέκνον,
παραιτία.
Ορ. καὶ τόνδε
τοίνυν Μοῖρ’
ἐπόρσυνεν
μόρον.
Κλ. οὐδὲν
σεβίζῃ
γενεθλίους
ἀράς, τέκνον;
Ορ. τεκοῦσα
γάρ μ’ ἔρριψας
ἐς τὸ δυστυχές.
Κλ. οὔτοι σ’
ἀπέρριψ’ ἐς
δόμους
δορυξένους.

915
Ορ. αἰκῶς
ἐπράθην ὢν
ἐλευθέρου
πατρός.
Κλ. ποῦ δῆθ’ ὁ
τῖμος, ὅντιν’
ἀντεδεξάμην;
Ορ.
αἰσχύνομαί
σοι τοῦτ’
ὀνειδίσαι
σαφῶς.
Κλ. [μὴ] ἀλλ’ εἴφ’
ὁμοίως καὶ
πατρὸς τοῦ σοῦ
μάτας.
Ορ. μὴ ἔλεγχε
τὸν πονοῦντ’
ἔσω καθημένη.

920
Κλ. ἄλγος
γυναιξὶν
ἀνδρὸς
εἴργεσθαι,
τέκνον.
Ορ. τρέφει δέ γ’
ἀνδρὸς μόχθος
ἡμένας ἔσω.
Κλ. κτενεῖν
ἔοικας, ὦ
τέκνον, τὴν
μητέρα.
Ορ. σύ τοι
σεαυτήν, οὐκ
ἐγώ,
κατακτενεῖς.
Κλ. ὅρα,
φύλαξαι
μητρὸς
ἐγκότους
κύνας.

925
Ορ. τὰς τοῦ
πατρὸς δὲ πῶς
φύγω, παρεὶς
τάδε;
Κλ. ἔοικα
θρηνεῖν ζῶσα
πρὸς τύμβον
μάτην.
Ορ. πατρὸς γὰρ
αἶσα τόνδε
σοὐρίζει
μόρον.
Κλ. οἲ ‘γὼ
τεκοῦσα τόνδ’
ὄφιν
ἐθρεψάμην.
Ορ. ἦ κάρτα
μάντις οὑξ
ὀνειράτων
φόβος.

930
ἔκανες ὃν οὐ
χρῆν, καὶ τὸ μὴ
χρεὼν πάθε.
Χο. στένω μὲν
οὖν καὶ τῶνδε
συμφορὰν
διπλῆν.
ἐπεὶ δὲ
πολλῶν
αἱμάτων
ἐπήκρισε
τλήμων
Ὀρέστης, τοῦθ’
ὅμως
αἱρούμεθα,
ὀφθαλμὸν
οἴκων μὴ
πανώλεθρον
πεσεῖν.

935
- ἔμολε μὲν
δίκα  
Πριαμίδαις
χρόνῳ,  [στρ. α.
βαρύδικος
ποινά·
ἔμολε δ’ ἐς
δόμον   τὸν
Ἀγαμέμνονος
διπλοῦς λέων,
διπλοῦς Ἄρης.
ἔλαχε δ’ ἐς τὸ
πᾶν

940
ὁ πυθόχρηστος
φυγὰς
θεόθεν εὖ
φραδαῖσιν
ὡρμημένος.
ἐπολολύξατ’ ὦ
δεσποσύνων
δόμων  [μεσῳδ.
ἀναφυγᾷ
κακῶν καὶ
κτεάνων τριβᾶς
ὑπὸ δυοῖν
μιαστόροιν

945
δυσοίμου
τύχας.
ἔμολε δ’ ᾧ
μέλει  
κρυπταδίου
μάχας  [ἀντ. α.
δολιόφρων
ποινά·
ἔθιγε δ’ ἐν
μάχᾳ   χερὸς
ἐτήτυμος
Διὸς κόρα -
Δίκαν δέ νιν

950
προσαγορεύομεν
βροτοὶ
τυχόντες
καλῶς -
ὀλέθριον
πνέουσ’ ἐν
ἐχθροῖς
κότον·
τάπερ ὁ Λοξίας
ὁ Παρνασίας
 [στρ. β.
μέγαν ἔχων
μυχὸν χθονὸς
ἐπωρθία-

955
ξεν ἀδόλως
†δολίας
†βλαπτομέναν
ἐγχρονισθεῖσαν
ἐποίχεται,
κρατεῖ τ’ αἰεί
πως τὸ θεῖον
[παρὰ] τὸ μὴ
ὑπουργεῖν
κακοῖς,

960
ἄξια δ’
οὐρανοῦχον
ἀρχὰν σέβειν.
‹πάρα τὸ φῶς
ἰδεῖν.›
πάρα τε φῶς ἰδεῖν,
μέγα τ’ ἀφῃρέθη
 [μεσῳδ.
ψάλιον οἴκων.
ἄναγε μὰν
δόμοι· πολὺν
ἄγαν χρόνον
χαμαιπετεῖς
ἔκεισθε.

965
τάχα δὲ
παντελὴς
χρόνος
ἀμείψεται
 [ἀντ. β.
πρόθυρα
δωμάτων, ὅταν
ἀφ’ ἑστίας
μύσος ἅπαν
ἐλάσῃ
καθαρμοῖσιν
ἀτᾶν
ἐλατηρίοις.
τύχᾳ δ’
εὐπροσώπῳ
κεῖται τὸ πᾶν

970
ἰδεῖν,
θρεομένοις
“Μέτοικοι
δόμων
πεσοῦνται
πάλιν.”
πάρα τὸ φῶς
ἰδεῖν.
Ορ. ἴδεσθε
χώρας τὴν
διπλῆν
τυραννίδα
πατροκτόνους
τε δωμάτων
πορθήτορας.

975
σεμνοὶ μὲν
ἦσαν ἐν
θρόνοις τόθ’
ἥμενοι,
φίλοι δὲ καὶ
νῦν, ὡς
ἐπεικάσαι
πάθη
πάρεστιν,
ὅρκος τ’ ἐμμένει
πιστώμασιν.
ξυνώμοσαν μὲν
θάνατον ἀθλίῳ
πατρὶ
καὶ
ξυνθανεῖσθαι·
καὶ τάδ’
εὐόρκως ἔχει.

980
ἴδεσθε δ’ αὖτε,
τῶνδ’ ἐπήκοοι
κακῶν,
τὸ μηχάνημα,
δεσμὸν ἀθλίῳ
πατρί,
πέδας τε
χειροῖν καὶ
ποδοῖν
ξυνωρίδα.
ἐκτείνατ’
αὐτὸ καὶ κύκλῳ
παρασταδὸν
στέγαστρον
ἀνδρὸς δείξαθ’,
ὡς ἴδῃ πατήρ -

985
οὐχ οὑμός, ἀλλ’
ὁ πάντ’
ἐποπτεύων
τάδε
Ἥλιος -
ἄναγνα μητρὸς
ἔργα τῆς ἐμῆς,
ὡς ἂν παρῇ μοι
μάρτυς ἐν δίκῃ
ποτέ,
ὡς τόνδ’ ἐγὼ
μετῆλθον
ἐνδίκως φόνον
τὸν μητρός·
Αἰγίσθου γὰρ
οὐ λέγω μόρον·

990
ἔχει γὰρ
αἰσχυντῆρος,
ὡς νόμος, δίκην.
ἥτις δ’ ἐπ’
ἀνδρὶ τοῦτ’
ἐμήσατο
στύγος,
ἐξ οὗ τέκνων
ἤνεγχ’ ὑπὸ
ζώνην βάρος,
φίλον τέως,
νῦν δ’ ἐχθρόν,
ὡς φαίνει,
κακόν -
τί σοι δοκεῖ;
μύραινά γ’ εἴτ’
ἔχιδν’ ἔφυ

995
σήπειν θιγοῦσ’
ἂν μᾶλλον οὐ
δεδηγμένον
τόλμης ἕκατι
κἀκδίκου
φρονήματος;
τί νιν
προσείπω, κἂν
τύχω μάλ’
εὐστομῶν;
ἄγρευμα
θηρός, ἢ νεκροῦ
ποδένδυτον
δροίτης
κατασκήνωμα;
δίκτυον μὲν
οὖν,
1000
ἄρκυν τ’ ἂν
εἴποις καὶ
ποδιστῆρας
πέπλους.
τοιοῦτον ἂν
κτήσαιτο
φιλήτης ἀνήρ,
ξένων
ἀπαιόλημα
κἀργυροστερῆ
βίον νομίζων,
τῷδέ τ’ ἂν
δολώματι
πολλοὺς
ἀναιρῶν πολλὰ
θερμαίνοι
φρένα.
1005
τοιάδ’ ἐμοὶ
ξύνοικος ἐν
δόμοισι μὴ
γένοιτ’·
ὀλοίμην
πρόσθεν ἐκ
θεῶν ἄπαις.
Χο. αἰαῖ αἰαῖ
μελέων ἔργων·
στυγερῷ
θανάτῳ
διεπράχθης.
αἰαῖ, αἰαῖ,
μίμνοντι δὲ
καὶ πάθος
ἀνθεῖ.
1010
Ορ. ἔδρασεν ἢ
οὐκ ἔδρασε;
μαρτυρεῖ δέ
μοι
φᾶρος τόδ’, ὡς
ἔβαψεν
Αἰγίσθου
ξίφος.
φόνου δὲ
κηκὶς ξὺν
χρόνῳ
ξυμβάλλεται,
πολλὰς βαφὰς
φθείρουσα τοῦ
ποικίλματος.
νῦν αὐτὸν
αἰνῶ, νῦν
ἀποιμώζω
παρών,
1015
πατροκτόνον θ’
ὕφασμα
προσφωνῶν
τόδε
ἀλγῶ μὲν ἔργα
καὶ πάθος
γένος τε πᾶν,
ἄζηλα νίκης
τῆσδ’ ἔχων
μιάσματα.
Χο. οὔτις
μερόπων ἀσινῆ
βίοτον
διὰ πάντ’
ἔντιμος
ἀμείψει.
αἰαῖ, αἰαῖ,
1020
μόχθος δ’ ὁ μὲν
αὐτίχ’, ὁ δ’ ἥξει.
Ορ. ἀλλ’ ὡς ἂν
εἰδῆτ’, οὐ γὰρ
οἶδ’ ὅπη τελεῖ,
ὥσπερ ξὺν
ἵπποις
ἡνιοστροφῶ
δρόμου
ἐξωτέρω·
φέρουσι γὰρ
νικώμενον
φρένες
δύσαρκτοι, πρὸς
δὲ καρδίᾳ
φόβος
1025
ᾄδειν ἑτοῖμος
ἠδ’
ὑπορχεῖσθαι
κότῳ.
ἕως δ’ ἔτ’
ἔμφρων εἰμί,
κηρύσσω
φίλοις,
κτανεῖν τέ
φημι μητέρ’ οὐκ
ἄνευ δίκης,
πατροκτόνον
μίασμα καὶ
θεῶν στύγος.
καὶ φίλτρα
τόλμης τῆσδε
πλειστηρίζομαι
1030
τὸν
πυθόμαντιν
Λοξίαν,
χρήσαντ’ ἐμοὶ
πράξαντα μὲν
ταῦτ’ ἐκτὸς
αἰτίας κακῆς
εἶναι,
παρέντα δ’ - οὐκ
ἐρῶ τὴν
ζημίαν·
τόξῳ γὰρ
οὔτις πημάτων
ἐφίξεται.
καὶ νῦν ὁρᾶτέ
μ’, ὡς
παρεσκευασμένος
1035
ξὺν τῷδε θαλλῷ
καὶ στέφει
προσίξομαι
μεσόμφαλόν θ’
ἵδρυμα, Λοξίου
πέδον,
πυρός τε
φέγγος
ἄφθιτον
κεκλημένον,
φεύγων τόδ’
αἷμα κοινόν·
οὐδ’ ἐφ’ ἑστίαν
ἄλλην
τραπέσθαι
Λοξίας ἐφίετο.
1040
τάδ’ ἐν χρόνῳ
μοι πάντας
Ἀργείους λέγω
‹μνήμῃ
φυλάσσειν ὡς›
ἐπορσύνθη
κακά,
καὶ μαρτυρεῖν
μοι, Μενέλεως
‹ὅταν μόλῃ.›
ἐγὼ δ’ ἀλήτης
τῆσδε γῆς
ἀπόξενος,
ζῶν καὶ
τεθνηκὼς
τάσδε
κληδόνας
λιπών -
Χο. ἀλλ’ εὖ γ’
ἔπραξας, μηδ’
ἐπιζευχθῇς
στόμα
1045
φήμῃ πονηρᾷ
μηδ’ ἐπιγλωσσῶ
κακά.
ἠλευθέρωσας
πᾶσαν Ἀργείων
πόλιν,
δυοῖν
δρακόντοιν
εὐπετῶς τεμὼν
κάρα.
Ορ. ἆ, ἆ,
δμωαὶ
γυναῖκες·
αἵδε, Γοργόνων
δίκην,
φαιοχίτωνες
καὶ
πεπλεκτανημέναι
1050
πυκνοῖς
δράκουσιν·
οὐκέτ’ ἂν
μείναιμ’ ἐγώ.
Χο. τίνες σε
δόξαι, φίλτατ’
ἀνθρώπων
πατρί,
στροβοῦσιν;
ἴσχε, μὴ φοβοῦ,
νικῶν πολύ.
Ορ. οὐκ εἰσὶ
δόξαι τῶνδε
πημάτων ἐμοί·
σαφῶς γὰρ
αἵδε μητρὸς
ἔγκοτοι κύνες.
1055
Χο. ποταίνιον
γὰρ αἷμά σοι
χεροῖν ἔτι·
ἐκ τῶνδέ τοι
ταραγμὸς ἐς
φρένας πίτνει.
Ορ. ἄναξ
Ἄπολλον, αἵδε
πληθύουσι δή,
κἀξ ὀμμάτων
στάζουσι νᾶμα
δυσφιλές.
Χο. εἷς σοι
καθαρμός·
Λοξίας δὲ
προσθιγὼν
1060
ἐλεύθερόν σε
τῶνδε πημάτων
κτίσει.
Ορ. ὑμεῖς μὲν
οὐχ ὁρᾶτε τάσδ’,
ἐγὼ δ’ ὁρῶ·
ἐλαύνομαι δὲ
κοὐκέτ’ ἂν μείναιμ’
ἐγώ.
Χο. ἀλλ’
εὐτυχοίης, καί
σ’ ἐποπτεύων
πρόφρων
θεὸς φυλάσσοι
καιρίοισι
συμφοραῖς.
1065
-
ὅδε τοι
μελάθροις
τοῖς
βασιλείοις
τρίτος αὖ
χειμὼν
πνεύσας
γονίας
ἐτελέσθη.
παιδοβόροι
μὲν πρῶτον
ὑπῆρξαν
μόχθοι
τάλανες [τε
Θυέστου]·
1070
δεύτερον
ἀνδρὸς βασίλεια
πάθη,
λουτροδάικτος
δ’ ὤλετ’ Ἀχαιῶν
πολέμαρχος
ἀνήρ·
νῦν δ’ αὖ
τρίτος ἦλθέ
ποθεν σωτήρ -
ἢ μόρον εἴπω;
1075
ποῖ δῆτα
κρανεῖ, ποῖ
καταλήξει
μετακοιμισθὲν
μένος ἄτης;

Εὐμενίδες
- THE EUMENIDE
S

ΠΡΟΦΗΤΙΣ
Πρῶτον μὲν
εὐχῇ τῇδε
πρεσβεύω θεῶν
τὴν πρωτόμαντιν
Γαῖαν· ἐκ δὲ
τῆς Θέμιν,
ἣ δὴ τὸ μητρὸς
δευτέρα τόδ’
ἕζετο
μαντεῖον, ὡς
λόγος τις· ἐν
δὲ τῷ τρίτῳ
  
5
λάχει,
θελούσης, οὐδὲ
πρὸς βίαν
τινός,
Τιτανὶς ἄλλη
παῖς Χθονὸς
καθέζετο,
Φοίβη· δίδωσι
δ’ ἣ γενέθλιον
δόσιν
Φοίβῳ· τὸ
Φοίβης δ’ ὄνομ’
ἔχει παρώνυμον.
λιπὼν δὲ
λίμνην Δηλίαν
τε χοιράδα,
  
10
κέλσας ἐπ’
ἀκτὰς
ναυπόρους τὰς
Παλλάδος,
ἐς τήνδε
γαῖαν ἦλθε
Παρνησοῦ θ’
ἕδρας.
πέμπουσι δ’
αὐτὸν καὶ
σεβίζουσιν
μέγα
κελευθοποιοὶ
παῖδες
Ἡφαίστου,
χθόνα
ἀνήμερον
τιθέντες
ἡμερωμένην.
  
15
μολόντα δ’
αὐτὸν κάρτα τιμαλφεῖ
λεώς,
Δελφός τε
χώρας τῆσδε
πρυμνήτης
ἄναξ.
τέχνης δέ νιν
Ζεὺς ἔνθεον
κτίσας φρένα
ἵζει τέταρτον
τοῖσδε μάντιν
ἐν θρόνοις·
Διὸς προφήτης
δ’ ἐστὶ Λοξίας
πατρός.
  
20
τούτους ἐν
εὐχαῖς
φροιμιάζομαι
θεούς.
Παλλὰς
Προναία δ’ ἐν
λόγοις
πρεσβεύεται.
σέβω δὲ
νύμφας, ἔνθα
Κωρυκὶς πέτρα
κοίλη,
φίλορνις,
δαιμόνων
ἀναστροφή·
Βρόμιος δ’
ἔχει τὸν χῶρον,
οὐδ’ ἀμνημονῶ,
  
25
ἐξ οὗτε
Βάκχαις
ἐστρατήγησεν
θεός,
λαγὼ δίκην
Πενθεῖ
καταρράψας
μόρον·
Πλειστοῦ τε
πηγὰς καὶ
Ποσειδῶνος
κράτος
καλοῦσα καὶ
τέλειον
ὕψιστον Δία,
ἔπειτα μάντις
εἰς θρόνους
καθιζάνω.
  
30
καὶ νῦν
τυχεῖν με τῶν
πρὶν εἰσόδων
μακρῷ
ἄριστα δοῖεν·
κεἰ πάρ’
Ἑλλήνων τινές,
ἴτων πάλῳ
λαχόντες, ὡς
νομίζεται.
μαντεύομαι
γὰρ ὡς ἂν
ἡγῆται θεός.
ἦ δεινὰ λέξαι,
δεινὰ δ’
ὀφθαλμοῖς δρακεῖν,
  
35
πάλιν μ’
ἔπεμψεν ἐκ
δόμων τῶν
Λοξίου,
ὡς μήτε
σωκεῖν μήτε μ’
ἀκταίνειν
στάσιν·
τρέχω δὲ
χερσίν, οὐ
ποδωκείᾳ
σκελῶν.
δείσασα γὰρ
γραῦς οὐδέν,
ἀντίπαις μὲν
οὖν.
ἐγὼ μὲν ἕρπω
πρὸς
πολυστεφῆ
μυχόν·
  
40
ὁρῶ δ’ ἐπ’
ὀμφαλῷ μὲν
ἄνδρα θεομυσῆ
ἕδραν ἔχοντα
προστρόπαιον,
αἵματι
στάζοντα
χεῖρας καὶ
νεοσπαδὲς
ξίφος
ἔχοντ’ ἐλαίας
θ’ ὑψιγέννητον
κλάδον,
λήνει
μεγίστῳ
σωφρόνως
ἐστεμμένον,
  
45
ἀργῆτι
μαλλῷ· τῇδε
γὰρ τρανῶς ἐρῶ.
πρόσθεν δὲ
τἀνδρὸς τοῦδε
θαυμαστὸς
λόχος
εὕδει
γυναικῶν ἐν
θρόνοισιν
ἥμενος.
οὔτοι
γυναῖκας, ἀλλὰ
Γοργόνας λέγω,
οὐδ’ αὖτε
Γοργείοισιν
εἰκάσω τύποις.
  
50
εἶδόν ποτ’
ἤδη Φινέως
γεγραμμένας
δεῖπνον
φερούσας·
ἄπτεροί γε μὴν
ἰδεῖν
αὗται,
μέλαιναι δ’, ἐς
τὸ πᾶν
βδελύκτροποι·
ῥέγκουσι δ’ οὐ
πλατοῖσι
φυσιάμασιν·
ἐκ δ’ ὀμμάτων
λείβουσι
δυσφιλῆ λίβα·
  
55
καὶ κόσμος
οὔτε πρὸς θεῶν
ἀγάλματα
φέρειν
δίκαιος οὔτ’ ἐς
ἀνθρώπων
στέγας.
τὸ φῦλον οὐκ
ὄπωπα τῆσδ’
ὁμιλίας
οὐδ’ ἥτις αἶα
τοῦτ’
ἐπεύχεται
γένος
τρέφουσ’
ἀνατεὶ μὴ
μεταστένειν
πόνον.
  
60
τἀντεῦθεν
ἤδη τῶνδε
δεσπότῃ δόμων
αὐτῷ μελέσθω
Λοξίᾳ μεγασθενεῖ.
ἰατρόμαντις δ’
ἐστὶ καὶ
τερασκόπος
καὶ τοῖσιν
ἄλλοις
δωμάτων
καθάρσιος.
  
85
ΟΡΕΣΤΗΣ
ἄναξ Ἄπολλον,
οἶσθα μὲν τὸ μὴ
ἀδικεῖν·
ἐπεὶ δ’ ἐπίστᾳ,
καὶ τὸ μὴ
ἀμελεῖν μάθε.
σθένος δὲ
ποιεῖν εὖ
φερέγγυον τὸ
σόν.

ΑΠΟΛΛΩΝ
οὔτοι
προδώσω· διὰ
τέλους δέ σοι
φύλαξ,
  
65
ἐγγὺς
παρεστὼς καὶ
πρόσωθ’
ἀποστατῶν,
ἐχθροῖσι
τοῖς σοῖς οὐ
γενήσομαι
πέπων.
καὶ νῦν
ἁλούσας τάσδε
τὰς μάργους
ὁρᾷς·
ὕπνῳ
πεσοῦσαι δ’ αἱ
κατάπτυστοι
κόραι,
γραῖαι
παλαιαὶ
παῖδες, αἷς οὐ
μείγνυται
  
70
θεῶν τις
οὐδ’ ἄνθρωπος
οὐδὲ θήρ ποτε -
κακῶν δ’ ἕκατι
κἀγένοντ’, ἐπεὶ
κακὸν
σκότον
νέμονται
Τάρταρόν θ’ ὑπὸ
χθονός,
μισήματ’
ἀνδρῶν καὶ
θεῶν Ὀλυμπίων.
ὅμως δὲ φεῦγε
μηδὲ μαλθακὸς
γένῃ.
  
75
ἐλῶσι γάρ
σε καὶ δι’
ἠπείρου
μακρᾶς
βιβῶντ’ ἀν’ ἀεὶ
τὴν
πλανοστιβῆ
χθόνα
ὑπέρ τε
πόντον καὶ
περιρρύτας
πόλεις.
καὶ μὴ
πρόκαμνε
τόνδε
βουκολούμενος
πόνον· μολὼν
δὲ Παλλάδος
ποτὶ πτόλιν
  
80
ἵζου
παλαιὸν
ἄγκαθεν λαβὼν
βρέτας.
κἀκεῖ
δικαστὰς
τῶνδε καὶ
θελκτηρίους
μύθους
ἔχοντες
μηχανὰς
εὑρήσομεν,
ὥστ’ ἐς τὸ πᾶν
σε τῶνδ’
ἀπαλλάξαι
πόνων.
καὶ γὰρ
κτανεῖν σ’
ἔπεισα
μητρῷον δέμας.
μέμνησο, μὴ
φόβος σε
νικάτω φρένας.
σὺ δ’,
αὐτάδελφον
αἷμα καὶ
κοινοῦ πατρός,
  
90
Ἑρμῆ,
φύλασσε, κάρτα
δ’ ὢν ἐπώνυμος
πομπαῖος
ἴσθι, τόνδε
ποιμαίνων
ἐμὸν
ἱκέτην·
σέβει τοι Ζεὺς
τόδ’ ἐκνόμων
σέβας
ὁρμώμενον
βροτοῖσιν
εὐπόμπῳ τύχῃ.

ΚΛΥΤΑΙΜΗΣΤΡΑΣ
ΕΙΔΩΛΟΝ
εὕδοιτ’ ἄν, ὠή,
καὶ
καθευδουσῶν
τί δεῖ;
  
95
ἐγὼ δ’ ὑφ’
ὑμῶν ὧδ’
ἀπητιμασμένη
ἄλλοισιν ἐν
νεκροῖσιν - ὧν
μὲν ἔκτανον
ὄνειδος ἐν
φθιτοῖσιν οὐκ
ἐκλείπεται,
αἰσχρῶς δ’
ἀλῶμαι·
προυννέπω δ’
ὑμῖν ὅτι
ἔχω μεγίστην
αἰτίαν κείνων
ὕπο·

100
παθοῦσα δ’ οὕτω
δεινὰ πρὸς τῶν
φιλτάτων -
οὐδεὶς ὑπέρ
μου δαιμόνων
μηνίεται,
κατασφαγείσης
πρὸς χερῶν
μητροκτόνων.
ὅρα δὲ πληγὰς
τάσδε καρδίᾳ
σέθεν·
εὕδουσα γὰρ
φρὴν ὄμμασιν
λαμπρύνεται,

105
[ἐν ἡμέρᾳ δὲ
μοῖρ’
ἀπρόσκοπος
βροτῶν.]
ἦ πολλὰ μὲν δὴ
τῶν ἐμῶν
ἐλείξατε·
χοάς τ’ ἀοίνους,
νηφάλια
μειλίγματα,
καὶ
νυκτίσεμνα
δεῖπν’ ἐπ’
ἐσχάρᾳ πυρὸς
ἔθυον, ὥραν
οὐδενὸς
κοινὴν θεῶν.

110
καὶ πάντα
ταῦτα λὰξ ὁρῶ
πατούμενα.
ὁ δ’ ἐξαλύξας
οἴχεται
νεβροῦ δίκην,
καὶ ταῦτα
κούφως ἐκ
μέσων
ἀρκυστάτων.
ὤρουσεν ὑμῖν
ἐγκατιλλώψας
μέγα.
ἀκούσαθ’, ὡς
ἔλεξα τῆς ἐμῆς
πέρι

115
ψυχῆς·
φρονήσατ’, ὦ
κατὰ χθονὸς
θεαί.
ὄναρ γὰρ ὑμᾶς
νῦν
Κλυταιμήστρα
καλῶ.

ΧΟΡΟΣ
(μυγμός.)
Κλ. μύζοιτ’ ἄν,
ἁνὴρ δ’ οἴχεται
φεύγων πρόσω·
†φίλοις γάρ
εἰσιν οὐκ
ἐμοῖς
προσίκτορες.

120
Χο. (μυγμός.)
Κλ. ἄγαν
ὑπνώσσεις κοὐ
κατοικτίζεις
πάθος·
φονεὺς δ’
Ὀρέστης τῆσδε
μητρὸς
οἴχεται.
Χο. (ὠγμός.)
Κλ. ὤζεις,
ὑπνώσσεις·
οὐκ ἀναστήσῃ
τάχος;

125
τί σοι
πέπρωται
πρᾶγμα πλὴν
τεύχειν κακά;
Χο. (ὠγμός.)
Κλ. ὕπνος
πόνος τε
κύριοι
συνωμόται
δεινῆς
δρακαίνης
ἐξεκήραναν
μένος.
Χο. (μυγμὸς
διπλοῦς ὀξύς.)

130
λαβὲ λαβὲ λαβὲ
λαβὲ, φράζου.
Κλ. ὄναρ
διώκεις θῆρα,
κλαγγαίνεις δ’
ἅπερ
κύων μέριμναν
οὔποτ’
ἐκλείπων
πόνου.
τί δρᾷς;
ἀνίστω, μή σε
νικάτω πόνος,
μηδ’ ἀγνοήσῃς
πῆμα
μαλθαχθεῖσ’
ὕπνῳ.

135
ἄλγησον ἧπαρ
ἐνδίκοις
ὀνείδεσιν·
τοῖς σώφροσιν
γὰρ ἀντίκεντρα
γίγνεται.
σὺ δ’
αἱματηρὸν
πνεῦμ’
ἐπουρίσασα τῷ,
ἀτμῷ
κατισχναίνουσα,
νηδύος πυρί,
ἕπου, μάραινε
δευτέροις
διώγμασιν.

140
Χο. - ἔγειρ’,
ἔγειρε καὶ σὺ
τήνδ’, ἐγὼ δὲ σέ.
εὕδεις;
ἀνίστω,
κἀπολακτίσασ’
ὕπνον,
ἰδώμεθ’ εἴ τι
τοῦδε
φροιμίου ματᾷ.
- ἰοὺ ἰοὺ πόπαξ.
ἐπάθομεν,
φίλαι,  [στρ. α.
( - ἦ πολλὰ δὴ
παθοῦσα καὶ
μάτην ἐγώ.)

145
ἐπάθομεν
πάθος δυσαχές,
ὦ πόποι,
ἄφερτον
κακόν.
- ἐξ ἀρκύων
πέπτωκεν,
οἴχεται δ’ ὁ
θήρ.
- ὕπνῳ
κρατηθεῖσ’
ἄγραν ὤλεσα.
- ἰὼ παῖ Διός·
ἐπίκλοπος
πέλῃ,  [ἀντ. α.

150
( - νέος δὲ γραίας
δαίμονας
καθιππάσω.)
τὸν ἱκέταν
σέβων, ἄθεον
ἄνδρα καὶ
τοκεῦσιν
πικρόν.
- τὸν
μητραλοίαν δ’
ἐξέκλεψας ὢν
θεός.
- τί τῶνδ’ ἐρεῖ
τις δικαίως
ἔχειν;

155
- ἐμοὶ δ’
ὄνειδος ἐξ
ὀνειράτων
μολὸν  [στρ. β.
ἔτυψεν δίκαν
διφρηλάτου
μεσολαβεῖ
κέντρῳ,
ὑπὸ φρένας,
ὑπὸ λοβόν.

160
πάρεστι
μαστίκτορος
δαΐου δαμίου
βαρὺ περίβαρυ
τὸ κρύος ἔχειν.
- τοιαῦτα
δρῶσιν οἱ
νεώτεροι θεοί,
 [ἀντ. β.
κρατοῦντες τὸ
πᾶν δίκας
πλέον.
φονολιβῆ
θρόνον,

165
περὶ πόδα, περὶ
κάρα -
πάρεστι γᾶς
ὀμφαλὸν
προσδρακεῖν
αἱμάτων
βλοσυρὸν
ἀρόμενον ἄγος
ἔχειν.
- ἐφεστίῳ δὲ
μάντις ὢν
μιάσματι  [στρ.
γ.

170
μυχὸν ἐχράνατ’
αὐτόσσυτος,
αὐτόκλητος,
παρὰ νόμον
θεῶν βρότεα
μὲν τίων,
παλαιγενεῖς
δὲ μοίρας
φθίσας.
- κἀμοί γε
λυπρός, καὶ τὸν
οὐκ ἐκλύσεται,
 [ἀντ. γ.

175
ὑπὸ δὲ γᾶν
φυγὼν οὔ ποτ’
ἐλευθεροῦται.
ποτιτρόπαιος
ὢν δ’ ἕτερον ἐν
κάρᾳ
μιάστορ’
εἶσιν οὗ
πάσεται.
Απ. ἔξω, κελεύω,
τῶνδε δωμάτων
τάχος·

180
χωρεῖτ’,
ἀπαλλάσσεσθε
μαντικῶν
μυχῶν,
μὴ καὶ
λαβοῦσα
πτηνὸν
ἀργηστὴν ὄφιν,
χρυσηλάτου
θώμιγγος
ἐξορμώμενον,
ἀνῇς ὑπ’
ἄλγους μέλανα
πλευμόνων
ἀφρόν,
ἐμοῦσα
θρόμβους οὓς
ἀφείλκυσας
φόνου.

185
οὔτοι δόμοισι
τοῖσδε
χρίμπτεσθαι
πρέπει·
ἀλλ’ οὗ
καρανιστῆρες
ὀφθαλμωρύχοι
δίκαι σφαγαί
τε, σπέρματός τ’
ἀποφθορᾷ
παίδων
κακοῦται
χλοῦνις, ἠδ’
ἀκρωνίαι
λευσμοί τε,
καὶ μύζουσιν
οἰκτισμὸν
πολὺν

190
ὑπὸ ῥάχιν παγέντες.
ἆρ’ ἀκούετε
οἵας ἑορτῆς
ἔστ’
ἀπόπτυστοι
θεοῖς
στέργηθρ’
ἔχουσαι; πᾶς δ’
ὑφηγεῖται
τρόπος
μορφῆς.
λέοντος
ἄντρον
αἱματορρόφου
οἰκεῖν
τοιαύτας
εἰκός, οὐ
χρηστηρίοις

195
ἐν τοῖσδε
πλησίοισι
τρίβεσθαι
μύσος.
χωρεῖτ’ ἄνευ
βοτῆρος
αἰπολούμεναι.
ποίμνης τοιαύτης
δ’ οὔτις
εὐφιλὴς θεῶν.
Χο. ἄναξ
Ἄπολλον,
ἀντάκουσον ἐν
μέρει.
αὐτὸς σὺ
τούτων οὐ
μεταίτιος
πέλῃ,

200
ἀλλ’ εἷς τὸ πᾶν
ἔπραξας ὡς
παναίτιος.
Απ. πῶς δή;
τοσοῦτο μῆκος
ἔκτεινον
λόγου.
Χο. ἔχρησας
ὥστε τὸν ξένον
μητροκτονεῖν.
Απ. ἔχρησα
ποινὰς τοῦ
πατρὸς πρᾶξαι.
τί μήν;
Χο. κἄπειθ’
ὑπέστης
αἵματος
δέκτωρ νέου.

205
Απ. καὶ
προστραπέσθαι
τούσδ’
ἐπέστελλον
δόμους.
Χο. καὶ τὰς
προπομποὺς
δῆτα τάσδε
λοιδορεῖς;
Απ. οὐ γὰρ
δόμοισι
τοῖσδε
πρόσφοροι
μολεῖν.
Χο. ἀλλ’ ἔστιν
ἡμῖν τοῦτο
προστεταγμένον
-
Απ. τίς ἥδε
τιμή;
κόμπασον
γέρας καλόν.

210
Χο. τοὺς
μητραλοίας ἐκ
δόμων
ἐλαύνομεν.
Απ. τί γὰρ
γυναικὸς ἥτις
ἄνδρα
νοσφίσῃ;
Χο. οὐκ ἂν
γένοιθ’
ὅμαιμος
αὐθέντης
φόνος.
Απ. ἦ κάρτ’
ἄτιμα καὶ παρ’
οὐδὲν ἠργάσω
Ἥρας τελείας
καὶ Διὸς
πιστώματα.

215
Κύπρις δ’
ἄτιμος τῷδ’
ἀπέρριπται
λόγῳ,
ὅθεν βροτοῖσι
γίγνεται τὰ
φίλτατα.
εὐνὴ γὰρ
ἀνδρὶ καὶ
γυναικὶ
μόρσιμος
ὅρκου ‘στὶ
μείζων τῇ δίκῃ
φρουρουμένη.
εἰ τοῖσιν οὖν
κτείνουσιν
ἀλλήλους
χαλᾷς

220
τὸ μὴ τίνεσθαι
μηδ’
ἐποπτεύειν
κότῳ,
οὔ φημ’
Ὀρέστην σ’
ἐνδίκως
ἀνδρηλατεῖν.
τὰ μὲν γὰρ
οἶδα κάρτα σ’
ἐνθυμουμένην,
τὰ δ’ ἐμφανῶς
πράσσουσιν
ἡσυχαιτέραν.
δίκας δὲ
Παλλὰς τῶνδ’
ἐποπτεύσει
θεά.

225
Χο. τὸν ἄνδρ’
ἐκεῖνον οὔ τι
μὴ λίπω ποτέ.
Απ. σὺ δ’ οὖν
δίωκε καὶ
πόνον πλείω
τίθου.
Χο. τιμὰς σὺ μὴ
ξύντεμνε τὰς
ἐμὰς λόγῳ.
Απ. οὐδ’ ἂν
δεχοίμην ὥστ’
ἔχειν τιμὰς
σέθεν.
Χο. μέγας γὰρ
ἔμπας πὰρ Διὸς
θρόνοις λέγῃ·

230
ἐγὼ δ’, ἄγει γὰρ
αἷμα μητρῷον,
δίκας
μέτειμι τόνδε
φῶτα
κἀκκυνηγέσω.
Απ. ἐγὼ δ’ ἀρήξω
τὸν ἱκέτην τ’
ἐρύσομαι·
δεινὴ γὰρ ἐν
βροτοῖσι κἀν
θεοῖς πέλει
τοῦ
προστροπαίου
μῆνις, εἰ προδῷ
σφ’ ἑκών.

235
Ορ. ἄνασσ’
Ἀθάνα, Λοξίου
κελεύμασιν
ἥκω, δέχου δὲ
πρευμενῶς
ἀλάστορα,
οὐ
προστρόπαιον
οὐδ’
ἀφοίβαντον
χέρα,
ἀλλ’ ἀμβλὺν
ἤδη
προστετριμμένον
τε πρὸς
ἄλλοισιν
οἴκοις καὶ
πορεύμασιν
βροτῶν.

240
ὅμοια χέρσον
καὶ θάλασσαν
ἐκπερῶν,
σῴζων δ’ ἐφετμὰς
Λοξίου
χρηστηρίους,
πρόσειμι δῶμα
καὶ βρέτας τὸ
σόν, θεά.
αὐτοῦ
φυλάσσων
ἀναμένω τέλος
δίκης.
Χο. εἶἑν· τόδ’
ἐστὶ τἀνδρὸς
ἐκφανὲς
τέκμαρ,

245
ἕπου δὲ
μηνυτῆρος
ἀφθέγκτου
φραδαῖς.
τετραυματισμένον
γὰρ ὡς κύων
νεβρὸν
πρὸς αἷμα καὶ
σταλαγμὸν
ἐκματεύομεν.
πολλοῖς δὲ
μόχθοις
ἀνδροκμῆσι
φυσιᾷ
σπλάγχνον·
χθονὸς γὰρ πᾶς
πεποίμανται
τόπος,

250
ὑπέρ τε πόντον
ἀπτέροις
πωτήμασιν
ἦλθον διώκουσ’,
οὐδὲν ὑστέρα
νεώς.
καὶ νῦν ὅδ’
ἐνθάδ’ ἐστί που
καταπτακών.
ὀσμὴ
βροτείων
αἱμάτων με
προσγελᾷ.
- ὅρα ὅρα μάλ’
αὖ·

255
λεύσσετε
πάντα, μὴ
λάθῃ φύγδα
βὰς [ὁ]
ματροφόνος
ἀτίτας.
- ὅδ’ αὐτός·
[οὖν] ἀλκὰν
ἔχων
περὶ βρέτει
πλεχθεὶς θεᾶς
ἀμβρότου

260
ὑπόδικος
θέλει
γενέσθαι
χρεῶν.
- τὸ δ’ οὐ
πάρεστιν·
αἷμα μητρῷον
χαμαὶ
δυσαγκόμιστον,
παπαῖ·
τὸ διερὸν
πέδοι χύμενον
οἴχεται.
- ἀλλ’
ἀντιδοῦναι
δεῖ σ’ ἀπὸ
ζῶντος ῥοφεῖν

265
ἐρυθρὸν ἐκ
μελέων
πέλανον· ἀπὸ
δὲ σοῦ
βοσκὰν
φεροίμαν
πώματος
δυσπότου.
- καὶ ζῶντά σ’
ἰσχνάνασ’
ἀπάξομαι κάτω,
‹ἵν’›
ἀντιποίνους
τίνῃς
ματροφόντας
δύας.
- ὄψῃ δὲ κεἴ
τις ἄλλος
ἤλιτεν βροτῶν

270
ἢ θεὸν ἢ ξένον
τιν’ ἀσεβῶν ἢ
τοκέας φίλους,
ἔχονθ’
ἕκαστον τῆς
δίκης ἐπάξια.
- μέγας γὰρ
Ἅιδης ἐστὶν
εὔθυνος
βροτῶν
ἔνερθε
χθονός,

275
δελτογράφῳ δὲ
πάντ’ ἐπωπᾷ
φρενί.
Ορ. ἐγὼ
διδαχθεὶς ἐν
κακοῖς
ἐπίσταμαι
πολλοὺς
καθαρμούς, καὶ
λέγειν ὅπου
δίκη
σιγᾶν θ’
ὁμοίως· ἐν δὲ
τῷδε πράγματι
φωνεῖν
ἐτάχθην πρὸς
σοφοῦ
διδασκάλου·

280
βρίζει γὰρ
αἷμα καὶ
μαραίνεται
χερός,
μητροκτόνον
μίασμα δ’
ἔκπλυτον
πέλει.
ποταίνιον γὰρ
ὂν πρὸς ἑστίᾳ
θεοῦ
Φοίβου
καθαρμοῖς
ἠλάθη
χοιροκτόνοις.
πολὺς δέ μοι
γένοιτ’ ἂν ἐξ
ἀρχῆς λόγος,

285
ὅσοις προσῆλθον
ἀβλαβεῖ
ξυνουσίᾳ.
[χρόνος
καθαίρει
πάντα
γηράσκων ὁμοῦ.]
καὶ νῦν ἀφ’
ἁγνοῦ
στόματος
εὐφήμως καλῶ
χώρας ἄνασσαν
τῆσδ’ Ἀθηναίαν
ἐμοὶ
μολεῖν
ἀρωγόν·
κτήσεται δ’
ἄνευ δορὸς

290
αὐτόν τε καὶ
γῆν καὶ τὸν
Ἀργεῖον λεὼν
πιστὸν
δικαίως ἐς τὸ
πᾶν τε
σύμμαχον.
ἀλλ’ εἴτε
χώρας ἐν
τόποις
Λιβυστικῆς,
Τρίτωνος
ἀμφὶ χεῦμα
γενεθλίου
πόρου,
τίθησιν
ὀρθὸν ἢ
κατηρεφῆ πόδα,

295
φίλοις
ἀρήγουσ’, εἴτε
Φλεγραίαν
πλάκα
θρασὺς
ταγοῦχος ὡς
ἀνὴρ
ἐπισκοπεῖ,
ἔλθοι - κλύει
δὲ καὶ
πρόσωθεν ὢν
θεός -
ὅπως γένοιτο
τῶνδ’ ἐμοὶ
λυτήριος.
Χο. οὔτοι σ’
Ἀπόλλων οὐδ’
Ἀθηναίας
σθένος

300
ῥύσαιτ’ ἂν ὥστε
μὴ οὐ
παρημελημένον
ἔρρειν, τὸ
χαίρειν μὴ
μαθόνθ’ ὅπου
φρενῶν,
ἀναίματον,
βόσκημα
δαιμόνων,
σκιάν.
οὐδ’
ἀντιφωνεῖς,
ἀλλ’ ἀποπτύεις
λόγους
ἐμοὶ τραφείς
τε καὶ
καθιερωμένος;

305
καὶ ζῶν με δαίσεις
οὐδὲ πρὸς βωμῷ
σφαγείς·
ὕμνον δ’
ἀκούσῃ τόνδε
δέσμιον σέθεν.
- ἄγε δὴ καὶ
χορὸν ἅψωμεν,
ἐπεὶ
μοῦσαν
στυγερὰν
ἀποφαίνεσθαι
δεδόκηκεν,

310
λέξαι τε λάχη
τὰ κατ’
ἀνθρώπους
ὡς ἐπινωμᾷ
στάσις ἁμά.
εὐθυδίκαιοι δ’
οἰόμεθ’ εἶναι·
τὸν μὲν
καθαρὰς
χεῖρας προνέμοντ’
οὔτις
ἐφέρπει μῆνις
ἀφ’ ἡμῶν,

315
ἀσινὴς δ’ αἰῶνα
διοιχνεῖ·
ὅστις δ’
ἀλιτὼν ὥσπερ
ὅδ’ ἁνὴρ
χεῖρας φονίας
ἐπικρύπτει,
μάρτυρες
ὀρθαὶ τοῖσι
θανοῦσιν
παραγιγνόμεναι
πράκτορες
αἵματος

320
αὐτῷ τελέως
ἐφάνημεν.
- μᾶτερ ἅ μ’
ἔτικτες, ὦ
 [στρ. α.
μᾶτερ Νύξ, ἀλα-
οῖσι καὶ
δεδορκόσιν
ποινάν, κλῦθ’. ὁ
Λατοῦς γὰρ ἶ-
νίς μ’ ἄτιμον
τίθησιν

325
τόνδ’
ἀφαιρούμενος
πτῶκα,
ματρῷον ἅγ-
νισμα κύριον
φόνου.
- ἐπὶ δὲ τῷ
τεθυμένῳ
 [ἐφυμν. α.
τόδε μέλος,
παρακοπά,

330
παραφορὰ
φρενοδαλής,
ὕμνος ἐξ
Ἐρινύων,
δέσμιος φρενῶν,
ἀφόρ-
μικτος, αὑονὰ
βροτοῖς.
- τοῦτο γὰρ
λάχος διαν-
 [ἀντ. α.
ταία Μοῖρ’ ἐπέ-

335
κλωσεν
ἐμπέδως ἔχειν,
θνατῶν τοῖσιν
αὐτουργίαι
ξυμπέσωσιν
μάταιοι,
τοῖς
ὁμαρτεῖν, ὄφρ’
ἂν
γᾶν ὑπέλθῃ·
θανὼν δ’

340
οὐκ ἄγαν
ἐλεύθερος.
- ἐπὶ δὲ τῷ
τεθυμένῳ
 [ἐφυμν. α.
τόδε μέλος,
παρακοπά,
παραφορὰ
φρενοδαλής,
ὕμνος ἐξ
Ἐρινύων,

345
δέσμιος
φρενῶν, ἀφόρ-
μικτος, αὑονὰ
βροτοῖς.
-
γιγνομέναισι
λάχη τάδε φαμὶ
κεκράνθαι,
 [στρ. β.

350
ἀθανάτων δ’
ἀπέχειν χέρας,
οὐδέ τις ἐστὶ
συνδαίτωρ
μετάκοινος,
παλλεύκων δὲ
πέπλων †ἄμοιρος
ἄκληρος
ἐτύχθην.
.  
.  .  .  .  .
- δωμάτων γὰρ
εἱλόμαν

355
ἀνατροπάς,
ὅταν Ἄρης
τιθασὸς ὢν
φίλον ἕλῃ,
ἐπὶ τόν, ὤ,
διόμεναι
κρατερὸν ὄνθ’
ὁμοΐως
μαυροῦμεν ὑφ’
αἵματος νέου.

360
- †σπεύδομεν
αἵδ’ ἀφελεῖν
τινὰ τᾶσδε
μερί-  [ἀντ. β.
μνας
†θεῶν δ’ ἀτέλειαν
ἐμαῖσι λιταῖς
ἐπικραίνειν,
μηδ’ εἰς
ἄγκρισιν
ἐλθεῖν.

365
Ζεὺς δ’
αἱμοσταγὲς
ἀξιόμισον
ἔθνος τόδε
λέσχας
ἇς
ἀπηξιώσατο.
- ‹δωμάτων γὰρ
εἱλόμαν
ἀνατροπάς·
ὅταν Ἄρης
τιθασὸς ὢν
φίλον ἕλῃ,
ἐπὶ τόν, ὤ,
διόμεναι
κρατερὸν ὄνθ’
ὁμοΐως
μαυροῦμεν ὑφ’
αἵματος νέου.›
- δόξαι δ’
ἀνδρῶν καὶ μάλ’
ὑπ’ αἰθέρι
σεμναὶ  [στρ. γ.
τακόμεναι
κατὰ γᾶς
μινύθουσιν
ἄτιμοι

370
ἁμετέραις
ἐφόδοις
μελανείμοσιν,
ὀρχη-
σμοῖς τ’
ἐπιφθόνοις
ποδός.
- μάλα γὰρ οὖν
ἁλομένα
ἀνέκαθεν
βαρυπετῆ
καταφέρω
ποδὸς ἀκμάν,

375
σφαλερὰ ‹καὶ›
τανυδρόμοις
κῶλα,
δύσφορον ἄταν.
- πίπτων δ’ οὐκ
οἶδεν τόδ’ ὑπ’
ἄφρονι λύμᾳ·
 [ἀντ. γ.
τοῖον ἐπὶ
κνέφας ἀνδρὶ
μύσους
πεπόταται,
καὶ δνοφεράν
τιν’ ἀχλὺν κατὰ
δώματος αὐδᾶ-

380
ται
πολύστονος
φάτις.
- ‹μάλα γὰρ οὖν
ἁλομένα
ἀνέκαθεν
βαρυπετῆ
καταφέρω
ποδὸς ἀκμάν,
σφαλερὰ καὶ
τανυδρόμοις
κῶλα,
δύσφορον ἄταν.›
- μένει γάρ·
εὐμήχανοι
 [στρ. δ.
δὲ καὶ
τέλειοι κακῶν
τε μνήμονες,
σεμναὶ
καὶ
δυσπαρήγοροι
βροτοῖς,

385
ἄτιμ’ ἀτίετα
διόμεναι
λάχη θεῶν
διχοστατοῦντ’
ἀνηλίῳ λάμπᾳ,
δυσοδοπαίπαλα
δερκομένοισι
καὶ
δυσομμάτοις
ὁμῶς.
τίς οὖν τάδ’
οὐχ ἅζεταί
 [ἀντ. δ.

390
τε καὶ
δέδοικεν
βροτῶν,
ἐμοῦ κλύων
θεσμὸν
τὸν
μοιρόκραντον
ἐκ θεῶν
δοθέντα
τέλεον; ἔτι δέ
μοι
‹μένει› γέρας
παλαιόν, οὐδ’
ἀτιμίας κύρω,

395

Other books

Nineteen Eighty by David Peace
Blood Dance by Lansdale, Joe R.
Wicked Stitch by Amanda Lee
Tempted by His Target by Jill Sorenson
Ship It Holla Ballas! by Jonathan Grotenstein
Hot and Bothered by Crystal Green