Read Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) Online
Authors: Aeschylus
τὰν ἐμὰν
χάριν λέγω -
φλογμοὺς
ὀμματοστερεῖς
φυτῶν, τὸ
940
μὴ περᾶν ὅρον
τόπων,
μηδ’ ἄκαρπος
αἰα-
νὴς ἐφερπέτω
νόσος,
μῆλά τ’
εὐθενοῦντα
Πὰν
ξὺν διπλοῖσιν
ἐμβρύοις
945
τρέφοι χρόνῳ
τεταγμένῳ·
γόνος ‹δὲ
γᾶς›
πλουτόχθων
ἑρμαίαν
δαιμόνων
δόσιν τίοι.
Αθ. ἦ τάδ’
ἀκούετε,
πόλεως
φρούριον,
οἷ’
ἐπικρανεῖ;
950
μέγα γὰρ
δύναται πότνι’
Ἐρινὺς
παρά τ’
ἀθανάτοις
τοῖς θ’ ὑπὸ
γαῖαν,
περί τ’
ἀνθρώπων
φανέρ’ ὡς
τελέως
διαπράσσουσιν,
τοῖς μὲν
ἀοιδάς,
τοῖς δ’ αὖ
δακρύων
955
βίον ἀμβλωπὸν
παρέχουσαι.
Χο.
ἀνδροκμῆτας δ’
ἀώ- [στρ. β.
ρους ἀπεννέπω
τύχας,
νεανίδων τ’
ἐπηράτων
960
ἀνδροτυχεῖς
βιότους δότε,
κύρι’ ἔχοντες,
θεαί τ’ ὦ
Μοῖραι
ματροκασιγνῆται,
δαίμονες
ὀρθονόμοι,
παντὶ δόμῳ
μετάκοινοι,
965
παντὶ χρόνῳ δ’
ἐπιβριθεῖς,
ἐνδίκοις
ὁμιλίαις
πάντᾳ
τιμιώταται
θεῶν.
Αθ. τάδε τοι
χώρᾳ τἠμῇ
προφρόνως
ἐπικραινομένων
970
γάνυμαι·
στέργω δ’
ὄμματα
Πειθοῦς,
ὅτι μοι
γλῶσσαν καὶ
στόμ’ ἐπώπα
πρὸς τάσδ’
ἀγρίως
ἀπανηναμένας·
ἀλλ’ ἐκράτησε
Ζεὺς
ἀγοραῖος·
νικᾷ δ’ ἀγαθῶν
975
ἔρις ἡμετέρα
διὰ παντός.
Χο. τὰν δ’
ἄπληστον
κακῶν [ἀντ. β.
μήποτ’ ἐν
πόλει στάσιν
τᾷδ’
ἐπεύχομαι
βρέμειν.
980
μηδὲ πιοῦσα
κόνις μέλαν
αἷμα πολιτᾶν
δι’ ὀργὰν
ποινᾶς
ἀντιφόνους
ἄτας
ἁρπαλίσαι
πόλεως.
χάρματα δ’
ἀντιδιδοῖεν
985
κοινοφιλεῖ
διανοίᾳ,
καὶ στυγεῖν
μιᾷ φρενί.
πολλῶν γὰρ
τόδ’ ἐν βροτοῖς
ἄκος.
Αθ. ἆρα
φρονοῦσιν
γλώσσης
ἀγαθῆς
ὁδὸν
εὑρίσκειν;
990
ἐκ τῶν φοβερῶν
τῶνδε
προσώπων
μέγα κέρδος
ὁρῶ τοῖσδε
πολίταις·
τάσδε γὰρ
εὔφρονας
εὔφρονες ἀεὶ
μέγα τιμῶντες
καὶ γῆν καὶ
πόλιν
ὀρθοδίκαιον
995
πρέψετε
πάντως
διάγοντες.
Χο. ‹χαίρετε,›
χαίρετ’ ἐν
αἰσιμίαισι
πλούτου. [στρ.
γ.
χαίρετ’
ἀστικὸς λεώς,
ἴκταρ ἥμενοι
Διός,
παρθένου
φίλας φίλοι
1000
σωφρονοῦντες
ἐν χρόνῳ.
Παλλάδος δ’
ὑπὸ πτεροῖς
ὄντας ἅζεται
πατήρ.
Αθ. χαίρετε
χὐμεῖς·
προτέραν δ’ ἐμὲ
χρὴ
στείχειν
θαλάμους
1005
ἀποδείξουσαν
πρὸς φῶς ἱερὸν
τῶνδε
προπομπῶν. ἴτε
καὶ σφαγίων
τῶνδ’ ὑπὸ
σεμνῶν κατὰ
γῆς σύμεναι
τὸ μὲν ἀτηρὸν
χωρὶς
κατέχειν,
τὸ δὲ
κερδαλέον
πέμπειν
πόλεως ἐπὶ
νίκῃ.
1010
ὑμεῖς δ’
ἡγεῖσθε,
πολισσοῦχοι
παῖδες
Κραναοῦ,
ταῖσδε
μετοίκοις.
εἴη δ’ ἀγαθῶν
ἀγαθὴ
διάνοια πολίταις.
Χο. χαίρετε,
χαίρετε δ’
αὖθις, ἐπεὶ
διπλοίζω, [ἀντ.
γ.
1015
πάντες οἱ κατὰ
πτόλιν,
δαίμονές τε
καὶ βροτοί·
Παλλάδος
πόλιν νέμον-
τες μετοικίαν
τ’ ἐμὴν
εὐσεβοῦντες
οὔτι μέμ-
1020
ψεσθε
συμφορὰς βίου.
Αθ. αἰνῶ τε
μύθους τῶνδε
τῶν
κατευγμάτων
πέμψω τε φέγγει
λαμπάδων
σελασφόρων
ἐς τοὺς
ἔνερθε καὶ
κατὰ χθονὸς
τόπους
ξὺν
προσπόλοισιν
αἵτε
φρουροῦσιν
βρέτας
1025
τοὐμόν,
δικαίως. ὄμμα
γὰρ πάσης
χθονὸς
Θησῇδος
ἐξίκοιτ’ ἄν,
εὐκλεὴς λόχος
παίδων,
γυναικῶν, καὶ
στόλος
πρεσβυτίδων,
. . . . . . . .
. . . . . . . .
φοινικοβάπτοις
ἐνδυτοῖς
ἐσθήμασι
τιμᾶτε, καὶ τὸ
φέγγος
ὁρμάσθω πυρός,
1030
ὅπως ἂν εὔφρων
ἥδ’ ὁμιλία
χθονὸς
τὸ λοιπὸν
εὐάνδροισι
συμφοραῖς
πρέπῃ.
ΠΡΟΠΟΜΠΟΙ
βᾶτε νόμῳ,
μεγάλαι
φιλότιμοι
[στρ. α.
Νυκτὸς παῖδες
ἄπαιδες, ὑπ’
εὐθύφρονι
πομπᾷ,
1035
(εὐφαμεῖτε δέ,
χωρῖται.)
γᾶς ὑπὸ
κεύθεσιν
ὠγυγίοισιν,
[ἀντ. α.
[καὶ] τιμαῖς
καὶ θυσίαις
περίσεπται
τύχᾳ τε.
(εὐφαμεῖτε δὲ
πανδαμεί.)
1040
ἵλαοι δὲ καὶ
εὐθύφρονες γᾷ
[στρ. β.
δεῦρ’ ἴτε,
Σεμναὶ ‹θεαί›,
πυριδάπτῳ
λαμπάδι
τερπόμεναι
καθ’ ὁδόν.
(ὀλολύξατε
νῦν ἐπὶ
μολπαῖς.)
†σπονδαὶ δ’ ἐς
τὸ πᾶν
ἔνδαιδες
οἴκων † [ἀντ. β.
1045
Παλλάδος
ἀστοῖς· Ζεὺς
‹ὁ› πανόπτας
οὕτω Μοῖρά τε
συγκατέβα.
(ὀλολύξατε
νῦν ἐπὶ
μολπαῖς.)
ΚΡΑΤΟΣ
Χθονὸς μὲν ἐς
τηλουρὸν
ἥκομεν πέδον,
Σκύθην ἐς οἷμον,
ἄβροτον εἰς
ἐρημίαν.
Ἥφαιστε, σοὶ
δὲ χρὴ μέλειν
ἐπιστολὰς
ἅς σοι πατὴρ
ἐφεῖτο, τόνδε
πρὸς πέτραις
5
ὑψηλοκρήμνοις
τὸν λεωργὸν
ὀχμάσαι
ἀδαμαντίνων
δεσμῶν ἐν
ἀρρήκτοις
πέδαις.
τὸ σὸν γὰρ
ἄνθος,
παντέχνου
πυρὸς σέλας,
θνητοῖσι
κλέψας
ὤπασεν·
τοιᾶσδέ τοι
ἁμαρτίας σφε
δεῖ θεοῖς
δοῦναι δίκην,
10
ὡς ἂν
διδαχθῇ τὴν
Διὸς
τυραννίδα
στέργειν,
φιλανθρώπου
δὲ παύεσθαι
τρόπου.
ΗΦΑΙΣΤΟΣ
Κράτος Βία τε,
σφῷν μὲν
ἐντολὴ Διὸς
ἔχει τέλος δὴ
κοὐδὲν
ἐμποδὼν ἔτι·
ἐγὼ δ’ ἄτολμός
εἰμι συγγενῆ
θεὸν
15
δῆσαι βίᾳ
φάραγγι πρὸς
δυσχειμέρῳ.
πάντως δ’
ἀνάγκη τῶνδέ
μοι τόλμαν
σχεθεῖν·
εὐωριάζειν
γὰρ πατρὸς
λόγους βαρύ.
τῆς
ὀρθοβούλου
Θέμιδος
αἰπυμῆτα παῖ,
ἄκοντά σ’ ἄκων
δυσλύτοις
χαλκεύμασι
20
προσπασσαλεύσω
τῷδ’ ἀπανθρώπῳ
πάγῳ,
ἵν’ οὔτε φωνὴν
οὔτε του
μορφὴν βροτῶν
ὄψῃ, σταθευτὸς
δ’ ἡλίου φοίβῃ
φλογὶ
χροιᾶς
ἀμείψεις
ἄνθος· ἀσμένῳ
δέ σοι
ἡ ποικιλείμων
νὺξ ἀποκρύψει
φάος,
25
πάχνην θ’
ἑῴαν ἥλιος
σκεδᾷ πάλιν·
αἰεὶ δὲ τοῦ
παρόντος
ἀχθηδὼν κακοῦ
τρύσει σ’· ὁ
λωφήσων γὰρ οὐ
πέφυκέ πω.
τοιαῦτ’
ἐπηύρου τοῦ
φιλανθρώπου
τρόπου.
θεὸς θεῶν γὰρ
οὐχ
ὑποπτήσσων
χόλον
30
βροτοῖσι
τιμὰς ὤπασας
πέρα δίκης·
ἀνθ’ ὧν ἀτερπῆ
τήνδε
φρουρήσεις
πέτραν
ὀρθοστάδην,
ἄυπνος, οὐ
κάμπτων γόνυ·
πολλοὺς δ’
ὀδυρμοὺς καὶ
γόους
ἀνωφελεῖς
φθέγξῃ· Διὸς
γὰρ
δυσπαραίτητοι
φρένες·
35
ἅπας δὲ
τραχὺς ὅστις
ἂν νέον κρατῇ.
Κρ. εἶἑν, τί
μέλλεις καὶ
κατοικτίζῃ
μάτην;
τί τὸν θεοῖς
ἔχθιστον οὐ
στυγεῖς θεόν,
ὅστις τὸ σὸν
θνητοῖσι
προὔδωκεν
γέρας;
Ηφ. τὸ
συγγενές τοι
δεινὸν ἥ θ’
ὁμιλία.
40
Κρ. σύμφημ’·
ἀνηκουστεῖν
δὲ τῶν πατρὸς
λόγων
οἷόν τε πῶς;
οὐ τοῦτο
δειμαίνεις
πλέον;
Ηφ. αἰεί γε δὴ
νηλὴς σὺ καὶ
θράσους πλέως.
Κρ. ἄκος γὰρ
οὐδὲν τόνδε
θρηνεῖσθαι·
σὺ δὲ
τὰ μηδὲν
ὠφελοῦντα μὴ
πόνει μάτην.
45
Ηφ. ὦ πολλὰ
μισηθεῖσα
χειρωναξία.
Κρ. τί νιν
στυγεῖς;
πόνων γὰρ ὡς
ἁπλῷ λόγῳ
τῶν νῦν
παρόντων
οὐδὲν αἰτία
τέχνη.
Ηφ. ἔμπας τις αὐτὴν
ἄλλος ὤφελεν
λαχεῖν.
Κρ. ἅπαντ’
ἐπαχθῆ πλὴν
θεοῖσι
κοιρανεῖν.
50
ἐλεύθερος
γὰρ οὔτις ἐστὶ
πλὴν Διός.
Ηφ. ἔγνωκα
τοῖσδε, κοὐδὲν
ἀντειπεῖν ἔχω.
Κρ. οὔκουν
ἐπείξῃ τῷδε
δεσμὰ
περιβαλεῖν,
ὡς μή σ’
ἐλινύοντα
προσδερχθῇ
πατήρ;
Ηφ. καὶ δὴ
πρόχειρα
ψάλια δέρκεσθαι
πάρα.
55
Κρ. βαλών
νιν ἀμφὶ
χερσὶν
ἐγκρατεῖ
σθένει
ῥαιστῆρι
θεῖνε,
πασσάλευε
πρὸς πέτραις.
Ηφ. περαίνεται
δὴ κοὐ ματᾷ
τοὔργον τόδε.
Κρ. ἄρασσε
μᾶλλον, σφίγγε,
μηδαμῇ χάλα·
δεινὸς γὰρ
εὑρεῖν κἀξ
ἀμηχάνων
πόρον.
60
Ηφ. ἄραρεν
ἥδε γ’ ὠλένη
δυσεκλύτως.
Κρ. καὶ τήνδε
νῦν πόρπασον
ἀσφαλῶς, ἵνα
μάθῃ
σοφιστὴς ὢν
Διὸς
νωθέστερος.
Ηφ. πλὴν τοῦδ’
ἂν οὐδεὶς
ἐνδίκως
μέμψαιτό μοι.
Κρ.
ἀδαμαντίνου
νῦν σφηνὸς
αὐθάδη γνάθον
65
στέρνων
διαμπὰξ
πασσάλευ’
ἐρρωμένως.
Ηφ. αἰαῖ,
Προμηθεῦ, σῶν
ὕπερ στένω
πόνων.
Κρ. σὺ δ’ αὖ
κατοκνεῖς τῶν
Διός τ’ ἐχθρῶν
ὕπερ
στένεις; ὅπως
μὴ σαυτὸν
οἰκτιεῖς ποτε.
Ηφ. ὁρᾷς θέαμα
δυσθέατον
ὄμμασιν.
70
Κρ. ὁρῶ
κυροῦντα
τόνδε τῶν
ἐπαξίων.
ἀλλ’ ἀμφὶ
πλευραῖς
μασχαλιστῆρας
βάλε.
Ηφ. δρᾶν ταῦτ’
ἀνάγκη, μηδὲν
ἐγκέλευ’ ἄγαν.
Κρ. ἦ μὴν
κελεύσω κἀπιθωύξω
γε πρός.
χώρει κάτω,
σκέλη δὲ
κίρκωσον βίᾳ.
75
Ηφ. καὶ δὴ
πέπρακται
τοὔργον οὐ
μακρῷ πόνῳ.
Κρ. ἐρρωμένως
νῦν θεῖνε
διατόρους
πέδας·
ὡς
οὑπιτιμητής
γε τῶν ἔργων
βαρύς.
Ηφ. ὅμοια
μορφῇ γλῶσσά
σου γηρύεται.
Κρ. σὺ
μαλθακίζου,
τὴν δ’ ἐμὴν
αὐθαδίαν
80
ὀργῆς τε
τραχυτῆτα μὴ ‘πίπλησσέ
μοι.
Ηφ. στείχωμεν·
ὡς κώλοισιν
ἀμφίβληστρ’
ἔχει.
Κρ. ἐνταῦθα
νῦν ὕβριζε καὶ
θεῶν γέρα
συλῶν
ἐφημέροισι
προστίθει. τί
σοι
οἷοί τε
θνητοὶ τῶνδ’
ἀπαντλῆσαι
πόνων;
85
ψευδωνύμως σε
δαίμονες
Προμηθέα
καλοῦσιν·
αὐτὸν γάρ σε
δεῖ προμηθέως,
ὅτῳ τρόπῳ
τῆσδ’
ἐκκυλισθήσῃ
τέχνης.
ΠΡΟΜΗΘΕΥΣ
ὦ δῖος αἰθὴρ
καὶ
ταχύπτεροι
πνοαί,
ποταμῶν τε
πηγαί, ποντίων
τε κυμάτων
90
ἀνήριθμον
γέλασμα,
παμμῆτόρ τε γῆ,
καὶ τὸν
πανόπτην
κύκλον ἡλίου
καλῶ·
ἴδεσθέ μ’ οἷα
πρὸς θεῶν
πάσχω θεός.
δέρχθηθ’ οἵαις
αἰκείαισιν
διακναιόμενος
τὸν μυριετῆ
95
χρόνον
ἀθλεύσω.
τοιόνδ’ ὁ νέος
ταγὸς μακάρων
ἐξηῦρ’ ἐπ’ ἐμοὶ
δεσμὸν ἀεικῆ.
φεῦ φεῦ, τὸ
παρὸν τό τ’
ἐπερχόμενον
πῆμα στενάχω·
πῇ ποτε μόχθων
100
χρὴ τέρματα
τῶνδ’
ἐπιτεῖλαι;
καίτοι τί
φημι; πάντα
προυξεπίσταμαι
σκεθρῶς τὰ
μέλλοντ’, οὐδέ
μοι ποταίνιον
πῆμ’ οὐδὲν
ἥξει. τὴν
πεπρωμένην δὲ
χρὴ
αἶσαν φέρειν
ὡς ῥᾷστα,
γιγνώσκονθ’
ὅτι
105
τὸ τῆς ἀνάγκης
ἔστ’ ἀδήριτον
σθένος.
ἀλλ’ οὔτε
σιγᾶν οὔτε μὴ
σιγᾶν τύχας
οἷόν τέ μοι
τάσδ’ ἐστί.
θνητοῖς γὰρ
γέρα
πορὼν
ἀνάγκαις ταῖσδ’
ἐνέζευγμαι
τάλας·
ναρθηκοπλήρωτον
δὲ θηρῶμαι
πυρὸς
110
πηγὴν
κλοπαίαν, ἣ
διδάσκαλος
τέχνης
πάσης βροτοῖς
πέφηνε καὶ
μέγας πόρος.
τοιῶνδε
ποινὰς
ἀμπλακημάτων
τίνω
ὑπαίθριος
δεσμοῖς
πεπασσαλευμένος.
ἆ ἆ.
ἔα ἔα.
115
τίς ἀχώ, τίς
ὀδμὰ προσέπτα
μ’ ἀφεγγής,
θεόσυτος, ἢ
βρότειος, ἢ
κεκραμένη;
τερμόνιον
ἵκετ’ ἐπὶ πάγον
πόνων ἐμῶν
θεωρός, ἢ τί δὴ
θέλων;
ὁρᾶτε
δεσμώτην με
δύσποτμον
θεόν,
120
τὸν Διὸς
ἐχθρόν, τὸν
πᾶσι θεοῖς
δι’ ἀπεχθείας
ἐλθόνθ’ ὁπόσοι
τὴν Διὸς
αὐλὴν
εἰσοιχνεῦσιν,
διὰ τὴν λίαν
φιλότητα
βροτῶν.
φεῦ φεῦ, τί ποτ’
αὖ κινάθισμα
κλύω
125
πέλας οἰωνῶν;
αἰθὴρ δ’
ἐλαφραῖς
πτερύγων
ῥιπαῖς
ὑποσυρίζει.
πᾶν μοι
φοβερὸν τὸ
προσέρπον.
ΧΟΡΟΣ
μηδὲν
φοβηθῇς·
[στρ. α.
φιλία γὰρ ἥδε
τάξις
πτερύγων
θοαῖς
ἁμίλλαις
130
προσέβα τόνδε
πάγον, πα-
τρῴας μόγις
παρειποῦ-
σα φρένας,
κραιπνοφόροι
δέ μ’ ἔπεμψαν
αὖραι·
κτύπου γὰρ
ἀχὼ
χάλυβος
διῇξεν ἄντρων
μυχόν, ἐκ δ’
ἔπληξέ μου τὰν
θεμερῶπιν
αἰδῶ·
135
σύθην δ’
ἀπέδιλος ὄχῳ
πτερωτῷ.
Πρ. αἰαῖ αἰαῖ,
τῆς
πολυτέκνου
Τηθύος ἔκγονα,
τοῦ περὶ
πᾶσάν θ’
εἱλισσομένου
χθόν’ ἀκοιμήτῳ
ῥεύματι
παῖδες
140
πατρὸς
Ὠκεανοῦ,
δέρχθητ’,
ἐσίδεσθ’ οἵῳ
δεσμῷ
προσπορπατὸς
τῆσδε
φάραγγος
σκοπέλοις ἐν
ἄκροις
φρουρὰν
ἄζηλον ὀχήσω.
Χο. λεύσσω,
Προμηθεῦ·
[ἀντ. α.
φοβερὰ δ’
ἐμοῖσιν
ὄσσοις
145
ὁμίχλα
προσῇξε
πλήρης
δακρύων σὸν
δέμας εἰσι-
δούσῃ πέτρᾳ
προσαυαι-
νόμενον
ταῖσδ’
ἀδαμαντοδέτοισι
λύμαις·
νέοι γὰρ οἰα-
κονόμοι
κρατοῦσ’
Ὀλύμπου·
νεοχμοῖς δὲ
δὴ νόμοις Ζεὺς
150
ἀθέτως
κρατύνει,
τὰ πρὶν δὲ
πελώρια νῦν
ἀιστοῖ.
Πρ. εἰ γάρ μ’
ὑπὸ γῆν νέρθεν
θ’ Αἵδου
τοῦ
νεκροδέγμονος
εἰς ἀπέραντον
Τάρταρον ἧκεν,
155
δεσμοῖς
ἀλύτοις
ἀγρίως
πελάσας,
ὡς μήτε θεὸς
μήτε τις ἄλλος
τοῖσδ’
ἐγεγήθει.
νῦν δ’
αἰθέριον
κίνυγμ’ ὁ τάλας
ἐχθροῖς
ἐπίχαρτα
πέπονθα.
160
Χο. τίς ὧδε
τλησικάρδιος
[στρ. β.
θεῶν, ὅτῳ τάδ’
ἐπιχαρῆ;
τίς οὐ
ξυνασχαλᾷ
κακοῖς
τεοῖσι, δίχα
γε Διός; ὁ δ’
ἐπικότως ἀεὶ
θέμενος
ἄγναμπτον
νόον
δάμναται
οὐρανίαν
165
γένναν, οὐδὲ
λήξει,
πρὶν ἂν ἢ
κορέσῃ κέαρ, ἢ
παλάμᾳ τινὶ
τὰν δυσάλωτον
ἕλῃ τις ἀρχάν.
Πρ. ἦ μὴν ἔτ’
ἐμοῦ, καίπερ
κρατεραῖς
ἐν γυιοπέδαις
αἰκιζομένου,
χρείαν ἕξει
μακάρων
πρύτανις,
170
δεῖξαι τὸ νέον
βούλευμ’, ὑφ’
ὅτου
σκῆπτρον
τιμάς τ’
ἀποσυλᾶται.
καί μ’ οὔτι
μελιγλώσσοις
πειθοῦς
ἐπαοιδαῖσιν
θέλξει,
στερεάς τ’
οὔποτ’
ἀπειλὰς
πτήξας τόδ’ ἐγὼ
175
καταμηνύσω,
πρὶν ἂν ἐξ
ἀγρίων
δεσμῶν
χαλάσῃ ποινάς
τε τίνειν
τῆσδ’
αἰκείας
ἐθελήσῃ.
Χο. σὺ μὲν θρασύς
τε καὶ πικραῖς
[ἀντ. β.
δύαισιν
οὐδὲν
ἐπιχαλᾷς,
180
ἄγαν δ’
ἐλευθεροστομεῖς.
ἐμὰς δὲ
φρένας
ἠρέθισε
διάτορος
φόβος·
δέδια δ’ ἀμφὶ
σαῖς τύχαις,
πᾷ ποτε
τῶνδε πόνων
χρή σε
τέρμα κέλσαντ’
ἐσιδεῖν·
ἀκίχητα γὰρ
ἤθεα καὶ κέαρ
185
ἀπαράμυθον
ἔχει Κρόνου
παῖς.
Πρ. οἶδ’ ὅτι
τραχὺς καὶ παρ’
ἑαυτῷ
τὸ δίκαιον
ἔχων Ζεύς· ἀλλ’
ἔμπας [ὀίω],
μαλακογνώμων
ἔσται ποθ’,
ὅταν ταύτῃ
ῥαισθῇ·
190
τὴν δ’
ἀτέραμνον
στορέσας
ὀργὴν
εἰς ἀρθμὸν
ἐμοὶ καὶ
φιλότητα
σπεύδων
σπεύδοντί ποθ’
ἥξει.
Χο. πάντ’
ἐκκάλυψον καὶ
γέγων’ ἡμῖν
λόγον,
ποίῳ λαβών σε
Ζεὺς ἐπ’
αἰτιάματι
195
οὕτως ἀτίμως
καὶ πικρῶς
αἰκίζεται·
δίδαξον ἡμᾶς,
εἴ τι μὴ βλάπτῃ
λόγῳ.
Πρ. ἀλγεινὰ
μέν μοι καὶ
λέγειν ἐστὶν
τάδε,
ἄλγος δὲ
σιγᾶν, πανταχῇ
δὲ δύσποτμα.
ἐπεὶ τάχιστ’
ἤρξαντο
δαίμονες
χόλου
200
στάσις τ’ ἐν ἀλλήλοισιν
ὠροθύνετο,
οἱ μὲν
θέλοντες
ἐκβαλεῖν
ἕδρας Κρόνον,
ὡς Ζεὺς
ἀνάσσοι δῆθεν,
οἱ δὲ
τοὔμπαλιν
σπεύδοντες,
ὡς Ζεὺς μήποτ’
ἄρξειεν θεῶν,
ἐνταῦθ’ ἐγὼ τὰ
λῷστα
βουλεύων
πιθεῖν
205
Τιτᾶνας,
Οὐρανοῦ τε καὶ
Χθονὸς τέκνα,
οὐκ
ἠδυνήθην·
αἱμύλας δὲ
μηχανὰς
ἀτιμάσαντες
καρτεροῖς
φρονήμασιν
ᾤοντ’ ἀμοχθὶ
πρὸς βίαν τε
δεσπόσειν·
ἐμοὶ δὲ μήτηρ
οὐχ ἅπαξ μόνον
Θέμις
210
καὶ Γαῖα,
πολλῶν
ὀνομάτων
μορφὴ μία,
τὸ μέλλον ᾗ
κρανοῖτο
προυτεθεσπίκει,
ὡς οὐ κατ’
ἰσχὺν οὐδὲ
πρὸς τὸ
καρτερὸν
χρείη, δόλῳ δέ,
τοὺς
ὑπερσχόντας
κρατεῖν.
τοιαῦτ’ ἐμοῦ
λόγοισιν
ἐξηγουμένου
215
οὐκ ἠξίωσαν
οὐδὲ
προσβλέψαι τὸ
πᾶν.
κράτιστα δή
μοι τῶν
παρεστώτων
τότε
ἐφαίνετ’
εἶναι
προσλαβόντα
μητέρα
ἑκόνθ’ ἑκόντι
Ζηνὶ
συμπαραστατεῖν.
ἐμαῖς δὲ
βουλαῖς
Ταρτάρου
μελαμβαθὴς
220
κευθμὼν
καλύπτει τὸν
παλαιγενῆ
Κρόνον
αὐτοῖσι
συμμάχοισι.
τοιάδ’ ἐξ ἐμοῦ
ὁ τῶν θεῶν
τύραννος
ὠφελημένος
κακαῖσι
ποιναῖς
ταῖσδέ μ’
ἐξημείψατο.
ἔνεστι γάρ
πως τοῦτο τῇ
τυραννίδι
225
νόσημα, τοῖς
φίλοισι μὴ
πεποιθέναι.
ὃ δ’ οὖν ἐρωτᾶτ’,
αἰτίαν καθ’
ἥντινα
αἰκίζεταί με,
τοῦτο δὴ
σαφηνιῶ.
ὅπως τάχιστα
τὸν πατρῷον ἐς
θρόνον
καθέζετ’,
εὐθὺς
δαίμοσιν
νέμει γέρα
230
ἄλλοισιν ἄλλα,
καὶ
διεστοιχίζετο
ἀρχήν, βροτῶν
δὲ τῶν
ταλαιπώρων
λόγον
οὐκ ἔσχεν
οὐδέν’, ἀλλ’
ἀιστώσας
γένος
τὸ πᾶν
ἔχρῃζεν ἄλλο
φιτῦσαι νέον.
καὶ τοῖσιν
οὐδεὶς
ἀντέβαινε
πλὴν ἐμοῦ.
235
ἐγὼ δ’ ἐτόλμησ’·
ἐξελυσάμην
βροτοὺς
τὸ μὴ
διαρραισθέντας
εἰς Ἅιδου
μολεῖν.
τῷ τοι
τοιαῖσδε
πημοναῖσι
κάμπτομαι,
πάσχειν μὲν
ἀλγειναῖσιν,
οἰκτραῖσιν δ’
ἰδεῖν·
θνητοὺς δ’ ἐν
οἴκτῳ
προθέμενος,
τούτου τυχεῖν
240
οὐκ ἠξιώθην
αὐτός, ἀλλὰ
νηλεῶς
ὧδ’ ἐρρύθμισμαι,
Ζηνὶ δυσκλεὴς
θέα.
Χο. σιδηρόφρων
τοι κἀκ πέτρας
εἰργασμένος
ὅστις,
Προμηθεῦ,
σοῖσιν οὐ
συνασχαλᾷ
μόχθοις· ἐγὼ
γὰρ οὔτ’ ἂν
εἰσιδεῖν τάδε
245
ἔχρῃζον
εἰσιδοῦσά τ’
ἠλγύνθην κέαρ.
Πρ. καὶ μὴν
φίλοις
ἐλεινὸς
εἰσορᾶν ἐγώ.
Χο. μή πού τι
προύβης τῶνδε
καὶ
περαιτέρω;
Πρ. θνητούς γ’
ἔπαυσα μὴ
προδέρκεσθαι
μόρον.
Χο. τὸ ποῖον
εὑρὼν τῆσδε
φάρμακον
νόσου;
250
Πρ. τυφλὰς ἐν
αὐτοῖς
ἐλπίδας
κατῴκισα.
Χο. μέγ’
ὠφέλημα τοῦτ’
ἐδωρήσω
βροτοῖς.
Πρ. πρὸς
τοῖσδε μέντοι
πῦρ ἐγώ σφιν
ὤπασα.
Χο. καὶ νῦν
φλογωπὸν πῦρ
ἔχουσ’
ἐφήμεροι;
Πρ. ἀφ’ οὗ γε
πολλὰς
ἐκμαθήσονται
τέχνας.
255
Χο. τοιοῖσδε δή
σε Ζεὺς ἐπ’
αἰτιάμασιν -
Πρ. αἰκίζεταί
γε κοὐδαμῇ
χαλᾷ κακῶν.
Χο. οὐδ’ ἔστιν
ἄθλου τέρμα
σοι
προκείμενον;
Πρ. οὐκ ἄλλο γ’
οὐδέν, πλὴν
ὅταν κείνῳ
δοκῇ.
Χο. δόξει δὲ
πῶς; τίς ἐλπίς;
οὐχ ὁρᾷς ὅτι
260
ἥμαρτες; ὡς δ’
ἥμαρτες οὔτ’
ἐμοὶ λέγειν
καθ’ ἡδονὴν
σοί τ’ ἄλγος.
ἀλλὰ ταῦτα μὲν
μεθῶμεν,
ἄθλου δ’
ἔκλυσιν ζήτει
τινά.
Πρ. ἐλαφρὸν
ὅστις πημάτων
ἔξω πόδα
ἔχει
παραινεῖν
νουθετεῖν τε
τοὺς κακῶς
265
πράσσοντας·
εὖ δὲ ταῦτα
πάντ’ ἠπιστάμην.
ἑκὼν ἑκὼν
ἥμαρτον, οὐκ
ἀρνήσομαι·
θνητοῖς
ἀρήγων αὐτὸς
ηὑρόμην
πόνους.
οὐ μήν τι
ποιναῖς γ’
ᾠόμην τοίαισί
με
κατισχνανεῖσθαι
πρὸς πέτραις
πεδαρσίοις,
270
τυχόντ’ ἐρήμου
τοῦδ’
ἀγείτονος
πάγου.
καί μοι τὰ μὲν
παρόντα μὴ
δύρεσθ’ ἄχη,
πέδοι δὲ
βᾶσαι τὰς προσερπούσας
τύχας
ἀκούσαθ’, ὡς
μάθητε διὰ
τέλους τὸ πᾶν.
πίθεσθέ μοι,
πίθεσθε,
συμπονήσατε
275
τῷ νῦν
μογοῦντι.
ταὐτά τοι
πλανωμένη
πρὸς ἄλλοτ’
ἄλλον πημονὴ
προσιζάνει.
Χο. οὐκ
ἀκούσαις
ἐπεθώυξας
τοῦτο,
Προμηθεῦ. καὶ
νῦν ἐλαφρῷ
ποδὶ
κραιπνόσυτον
θᾶκον προλιποῦσ’
280
αἰθέρα θ’ ἁγνὸν
πόρον οἰωνῶν,
ὀκριοέσσῃ
χθονὶ τῇδε
πελῶ,
τοὺς σοὺς δὲ
πόνους
χρῄζω διὰ
παντὸς
ἀκοῦσαι.