Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) (59 page)

BOOK: Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)
11.15Mb size Format: txt, pdf, ePub

1065
ἥτις λιποῦσα
μὲν πόλιν
νεαίρετον
ἥκει, χαλινὸν
δ’ οὐκ
ἐπίσταται
φέρειν
πρὶν
αἱματηρὸν
ἐξαφρίζεσθαι
μένος.
οὐ μὴν πλέω
ῥίψασ’
ἀτιμασθήσομαι.
Χο. ἐγὼ δ’,
ἐποικτίρω γάρ,
οὐ θυμώσομαι.
1070
ἴθ’, ὦ τάλαινα,
τόνδ’ ἐρημώσασ’
ὄχον,
εἴκουσ’
ἀνάγκῃ τῇδε
καίνισον
ζυγόν.

ΚΑΣΣΑΝΔΡΑ
ὀτοτοτοτοῖ
πόποι δᾶ.
  [στρ. α.
ὦπολλον
ὦπολλον.
Χο. τί ταῦτ’
ἀνωτότυξας
ἀμφὶ Λοξίου;
1075
οὐ γὰρ
τοιοῦτος ὥστε
θρηνητοῦ
τυχεῖν.
Κα.
ὀτοτοτοτοῖ
πόποι δᾶ.
  [ἀντ. α.
ὦπολλον
ὦπολλον.
Χο. ἥδ’ αὖτε
δυσφημοῦσα
τὸν θεὸν καλεῖ
οὐδὲν
προσήκοντ’ ἐν
γόοις
παραστατεῖν.
1080
Κα. Ἄπολλον·
Ἄπολλον·
  [στρ. β.
ἀγυιᾶτ’,
ἀπόλλων ἐμός.
ἀπώλεσας γὰρ
οὐ μόλις τὸ
δεύτερον.
Χο. χρήσειν
ἔοικεν ἀμφὶ
τῶν αὑτῆς
κακῶν.
μένει τὸ
θεῖον δουλίᾳ
περ ἐν φρενί.
1085
Κα. Ἄπολλον·
Ἄπολλον·
  [ἀντ. β.
ἀγυιᾶτ’,
ἀπόλλων ἐμός.
ἆ ποῖ ποτ’
ἤγαγές με;
πρὸς ποίαν
στέγην;
Χο. πρὸς τὴν
Ἀτρειδῶν· εἰ
σὺ μὴ τόδ’
ἐννοεῖς,
ἐγὼ λέγω σοι·
καὶ τάδ’ οὐκ
ἐρεῖς ψύθη.
1090
Κα. μισόθεον
μὲν οὖν· πολλὰ
συνίστορα,
  [στρ. γ.
αὐτόφονα,
†κακὰ καρτάναι †
ἀνδρὸς
σφαγεῖον καὶ
πέδον
ῥαντήριον.
Χο. ἔοικεν
εὔρις ἡ ξένη
κυνὸς δίκην
εἶναι,
ματεύει δ’ ὧν
ἀνευρήσει
φόνον.
1095
Κα.
μαρτυρίοισι
γὰρ τοῖσδ’
ἐπιπείθομαι·
  [ἀντ. γ.
κλαιόμενα
τάδε βρέφη
σφαγὰς
ὀπτάς τε
σάρκας πρὸς
πατρὸς
βεβρωμένας.
Χο. †ἦ μὴν κλέος
σοῦ μαντικὸν
πεπυσμένοι
ἦμεν·
προφήτας δ’
οὔτινας
ματεύομεν.
1100
Κα. ἰὼ πόποι, τί
ποτε μήδεται;
  [στρ. δ.
τί τόδε νέον
ἄχος μέγα;
μέγ’ ἐν
δόμοισι
τοῖσδε
μήδεται κακόν,
ἄφερτον
φίλοισιν,
δυσίατον·
ἀλκὰ δ’
ἑκὰς
ἀποστατεῖ.
1105
Χο. τούτων
ἄιδρίς εἰμι
τῶν
μαντευμάτων.
ἐκεῖνα δ’
ἔγνων· πᾶσα
γὰρ πόλις βοᾷ.
Κα. ἰὼ τάλαινα,
τόδε γὰρ
τελεῖς;   [ἀντ.
δ.
τὸν
ὁμοδέμνιον
πόσιν
λουτροῖσι
φαιδρύνασα -
πῶς φράσω
τέλος;
1110
τάχος γὰρ τόδ’
ἔσται·
προτείνει δὲ
χεὶρ ἐκ
χερὸς
ὀρεγομένα.
Χο. οὔπω
ξυνῆκα· νῦν
γὰρ ἐξ
αἰνιγμάτων
ἐπαργέμοισι
θεσφάτοις
ἀμηχανῶ.
Κα. ἒ ἔ, παπαῖ
παπαῖ, τί τόδε
φαίνεται;
  [στρ. ε.
1115
ἦ δίκτυόν τί γ’
Ἅιδου.
ἀλλ’ ἄρκυς ἡ
ξύνευνος, ἡ
ξυναιτία
φόνου. στάσις
δ’ ἀκόρετος
γένει
κατολολυξάτω
θύματος
λευσίμου.
Χο. ποίαν
Ἐρινὺν τήνδε
δώμασιν κέλῃ
1120
ἐπορθιάζειν;
οὔ με
φαιδρύνει
λόγος.
ἐπὶ δὲ
καρδίαν
ἔδραμε
κροκοβαφὴς
σταγών, ἅτε
καὶ δορὶ
πτωσίμοις
ξυνανύτει
βίου δύντος
αὐγαῖς.
ταχεῖα δ’ ἄτα
πέλει.
1125
Κα. ἆ ἆ, ἰδοὺ
ἰδού· ἄπεχε
τῆς βοὸς
  [ἀντ. ε.
τὸν ταῦρον·
ἐν πέπλοισιν
μελαγκέρῳ
λαβοῦσα
μηχανήματι
τύπτει·
πίτνει δ’ ‹ἐν›
ἐνύδρῳ τεύχει.
δολοφόνου
λέβητος τύχαν
σοι λέγω.
1130
Χο. οὐ
κομπάσαιμ’ ἂν
θεσφάτων
γνώμων ἄκρος
εἶναι, κακῷ δέ
τῳ προσεικάζω
τάδε.
ἀπὸ δὲ
θεσφάτων τίς
ἀγαθὰ φάτις
βροτοῖς
τέλλεται;
κακῶν γὰρ διαὶ
πολυεπεῖς
τέχναι
θεσπιῳδοὶ
1135
φόβον
φέρουσιν μαθεῖν.
Κα. ἰὼ ἰὼ
ταλαίνας
κακόποτμοι
τύχαι·   [στρ.
ζ.
τὸ γὰρ ἐμὸν
θροῶ πάθος
ἐπεγχέασα.
ποῖ δή με
δεῦρο τὴν
τάλαιναν
ἤγαγες;
οὐδέν ποτ’ εἰ
μὴ
ξυνθανουμένην.
τί γάρ;
1140
Χο. φρενομανής
τις εἶ
θεοφόρητος, ἀμ-
φὶ δ’ αὑτᾶς
θροεῖς
νόμον ἄνομον,
οἷά τις ξουθὰ
ἀκόρετος
βοᾶς, φεῦ,
φιλοίκτοις
φρεσὶν
Ἴτυν Ἴτυν
στένουσ’
ἀμφιθαλῆ
κακοῖς
1145
ἀηδὼν βίον.
Κα. ἰὼ ἰὼ
λιγείας μόρον
ἀηδόνος·
  [ἀντ. ζ.
πτεροφόρον
γάρ οἱ περὶ
δέμας βάλοντο
θεοὶ γλυκύν τ’
ἀγῶνα
κλαυμάτων
ἄτερ·
ἐμοὶ δὲ
μίμνει
σχισμὸς
ἀμφήκει δορί.
1150
Χο. πόθεν
ἐπισσύτους
θεοφόρους [τ’]
ἔχεις
ματαίους
δύας;
τὰ δ’ ἐπίφοβα
δυσφάτῳ
κλαγγᾷ
μελοτυπεῖς
ὁμοῦ τ’ ὀρθίοις
ἐν νόμοις.
πόθεν ὅρους
ἔχεις
θεσπεσίας
ὁδοῦ
1155
κακορρήμονας;
Κα. ἰὼ γάμοι,
γάμοι Πάριδος,
  [στρ. η.
ὀλέθριοι
φίλων.
ἰὼ
Σκαμάνδρου
πάτριον ποτόν.
τότε μὲν ἀμφὶ
σὰς ἀιόνας
τάλαιν’
ἠνυτόμαν
τροφαῖς·
1160
νῦν δ’ ἀμφὶ
Κωκυτόν τε
κἀχερουσίους
ὄχθους ἔοικα
θεσπιῳδήσειν
τάχα.
Χο. τί τόδε
τορὸν ἄγαν
ἔπος ἐφημίσω;
νεογνὸς ἂν
ἀΐων μάθοι.
πέπληγμαι δ’
ὑπ’ αὖ δήγματι
φοινίῳ
1165
δυσαλγεῖ τύχᾳ
μινυρὰ
θρεομένας,
θραύματ’ ἐμοὶ
κλύειν.
Κα. ἰὼ πόνοι
πόνοι πόλεος
  [ἀντ. η.
ὀλομένας τὸ
πᾶν.
ἰὼ πρόπυργοι
θυσίαι πατρὸς
πολυκανεῖς
βοτῶν
ποιονόμων·
ἄκος δ’
1170
οὐδὲν
ἐπήρκεσαν
τὸ μὴ πόλιν
μὲν ὥσπερ οὖν
ἐχρῆν παθεῖν,
ἐγὼ δὲ
θερμόνους τάχ’
ἐν πέδῳ βαλῶ.
Χο. ἑπόμενα
προτέροισι τάδ’
ἐφημίσω.
καί τίς σε
κακοφρονῶν
τίθη-
1175
σι δαίμων
ὑπερβαρὴς
ἐμπίτνων
μελίζειν πάθη
γοερὰ
θανατοφόρα.
τέρμα δ’
ἀμηχανῶ.
Κα. καὶ μὴν ὁ
χρησμὸς οὐκέτ’
ἐκ καλυμμάτων
ἔσται
δεδορκὼς
νεογάμου
νύμφης δίκην·
1180
λαμπρὸς δ’
ἔοικεν ἡλίου
πρὸς ἀντολὰς
πνέων ἐσᾴξειν,
ὥστε κύματος
δίκην
κλύζειν πρὸς
αὐγάς, τοῦδε
πήματος πολὺ
μεῖζον·
φρενώσω δ’
οὐκέτ’ ἐξ
αἰνιγμάτων.
καὶ
μαρτυρεῖτε
συνδρόμως
ἴχνος κακῶν
1185
ῥινηλατούσῃ
τῶν πάλαι
πεπραγμένων.
τὴν γὰρ
στέγην τήνδ’
οὔποτ’
ἐκλείπει
χορὸς
σύμφθογγος
οὐκ εὔφωνος·
οὐ γὰρ εὖ
λέγει.
καὶ μὴν
πεπωκώς γ’, ὡς
θρασύνεσθαι
πλέον,
βρότειον αἷμα
κῶμος ἐν
δόμοις μένει,
1190
δύσπεμπτος
ἔξω, συγγόνων
Ἐρινύων.
ὑμνοῦσι δ’
ὕμνον δώμασιν
προσήμεναι
πρώταρχον
ἄτης· ἐν μέρει
δ’ ἀπέπτυσαν
εὐνὰς
ἀδελφοῦ τῷ
πατοῦντι
δυσμενεῖς.
ἥμαρτον, ἢ
κυρῶ τι
τοξότης τις
ὥς;
1195
ἢ ψευδόμαντίς
εἰμι
θυροκόπος
φλέδων;
ἐκμαρτύρησον
προυμόσας τό μ’
εἰδέναι
λόγῳ παλαιὰς
τῶνδ’ ἁμαρτίας
δόμων.
Χο. καὶ πῶς ἂν
ὅρκου πῆγμα,
γενναίως
παγέν,
παιώνιον
γένοιτο;
θαυμάζω δέ σου,
1200
πόντου πέραν
τραφεῖσαν
ἀλλόθρουν
πόλιν
κυρεῖν
λέγουσαν,
ὥσπερ εἰ
παρεστάτεις.
Κα. μάντις μ’
Ἀπόλλων τῷδ’
ἐπέστησεν
τέλει.
Χο. μῶν καὶ
θεός περ ἱμέρῳ
πεπληγμένος;
Κα. προτοῦ μὲν
αἰδὼς ἦν ἐμοὶ
λέγειν τάδε.
1205
Χο. ἁβρύνεται
γὰρ πᾶς τις εὖ
πράσσων πλέον.
Κα. ἀλλ’ ἦν
παλαιστὴς
κάρτ’ ἐμοὶ
πνέων χάριν.
Χο. ἦ καὶ
τέκνων εἰς
ἔργον ἤλθετον
νόμῳ;
Κα.
ξυναινέσασα
Λοξίαν
ἐψευσάμην.
Χο. ἤδη
τέχναισιν
ἐνθέοις
ᾑρημένη;
1210
Κα. ἤδη
πολίταις πάντ’
ἐθέσπιζον
πάθη.
Χο. πῶς δῆτ’
ἄνατος ἦσθα
Λοξίου κότῳ;
Κα. ἔπειθον
οὐδέν’ οὐδέν,
ὡς τάδ’
ἤμπλακον.
Χο. ἡμῖν γε μὲν
δὴ πιστὰ
θεσπίζειν
δοκεῖς.
Κα. ἰοὺ ἰού, ὢ ὢ
κακά.
1215
ὑπ’ αὖ με δεινὸς
ὀρθομαντείας
πόνος
στροβεῖ
ταράσσων
φροιμίοις .....
ὁρᾶτε τούσδε
τοὺς δόμοις
ἐφημένους
νέους,
ὀνείρων
προσφερεῖς
μορφώμασιν;
παῖδες
θανόντες
ὡσπερεὶ πρὸς
τῶν φίλων,
1220
χεῖρας κρεῶν
πλήθοντες
οἰκείας
βορᾶς·
σὺν ἐντέροις
τε σπλάγχν’,
ἐποίκτιστον
γέμος,
πρέπουσ’
ἔχοντες, ὧν
πατὴρ
ἐγεύσατο.
ἐκ τῶνδε
ποινάς φημι
βουλεύειν
τινά,
λέοντ’
ἄναλκιν, ἐν
λέχει
στρωφώμενον
1225
οἰκουρόν,
οἴμοι, τῷ
μολόντι
δεσπότῃ -
ἐμῷ· φέρειν
γὰρ χρὴ τὸ
δούλιον ζυγόν·
νεῶν τ’
ἄπαρχος Ἰλίου
τ’ ἀναστάτης
οὐκ οἶδεν οἵα
γλῶσσα,
μισητῆς κυνὸς
λείξασα
κἀκτείνασα
φαιδρὸν οὖς
δίκην,
1230
ἄτης λαθραίου
τεύξεται κακῇ
τύχῃ.
τοιάδε τόλμα·
θῆλυς ἄρσενος
φονεύς·
ἔστιν - τί νιν
καλοῦσα
δυσφιλὲς
δάκος
τύχοιμ’ ἄν;
ἀμφίσβαιναν, ἢ
Σκύλλαν τινὰ
οἰκοῦσαν ἐν
πέτραισι,
ναυτίλων
βλάβην,
1235
†θύουσαν Ἅιδου
μητέρ’
†ἄσπονδόν τ’ Ἄρη
φίλοις
πνέουσαν; ὡς δ’
ἐπωλολύξατο

παντότολμος,
ὥσπερ ἐν μάχης
τροπῇ.
δοκεῖ δὲ
χαίρειν
νοστίμῳ
σωτηρίᾳ.
καὶ τῶνδ’
ὅμοιον εἴ τι μὴ
πείθω· τί γάρ;
1240
τὸ μέλλον ἥξει.
καὶ σύ μ’ ἐν
τάχει παρὼν
ἄγαν γ’
ἀληθόμαντιν
οἰκτίρας
ἐρεῖς.
Χο. τὴν μὲν
Θυέστου δαῖτα
παιδείων
κρεῶν
ξυνῆκα καὶ
πέφρικα, καὶ
φόβος μ’ ἔχει
κλύοντ’
ἀληθῶς οὐδὲν
ἐξῃκασμένα.
1245
τὰ δ’ ἄλλ’
ἀκούσας ἐκ
δρόμου πεσὼν
τρέχω.
Κα.
Ἀγαμέμνονός
σέ φημ’ ἐπόψεσθαι
μόρον.
Χο. εὔφημον, ὦ
τάλαινα,
κοίμησον
στόμα.
Κα. ἀλλ’ οὔτι
παιὼν τῷδ’
ἐπιστατεῖ
λόγῳ.
Χο. οὔκ, εἴπερ
ἔσται γ’· ἀλλὰ
μὴ γένοιτό πως.
1250
Κα. σὺ μὲν
κατεύχῃ, τοῖς δ’
ἀποκτείνειν
μέλει.
Χο. τίνος πρὸς
ἀνδρὸς τοῦτ’
ἄχος
πορσύνεται;
Κα. ἦ κάρτα
χρησμῶν παρεκόπης
ἐμῶν ἄρα.
Χο. τοῦ γὰρ
τελοῦντος οὐ
ξυνῆκα
μηχανήν.
Κα. καὶ μὴν
ἄγαν γ’ Ἕλλην’
ἐπίσταμαι
φάτιν.
1255
Χο. καὶ γὰρ τὰ
πυθόκραντα·
δυσμαθῆ δ’ ὅμως.
Κα. παπαῖ, οἷον
τὸ πῦρ·
ἐπέρχεται δέ
μοι.
ὀτοτοῖ, Λύκει’
Ἄπολλον, οἲ ἐγὼ
ἐγώ.
αὕτη δίπους
λέαινα
συγκοιμωμένη
λύκῳ, λέοντος
εὐγενοῦς
ἀπουσίᾳ,
1260
κτενεῖ με τὴν
τάλαιναν· ὡς
δὲ φάρμακον
τεύχουσα
κἀμοῦ μισθὸν
ἐνθήσει ποτῷ·
ἐπεύχεται,
θήγουσα φωτὶ
φάσγανον,
ἐμῆς ἀγωγῆς
ἀντιτείσεσθαι
φόνον.
τί δῆτ’
ἐμαυτῆς
καταγέλωτ’ ἔχω
τάδε,
1265
καὶ σκῆπτρα
καὶ μαντεῖα
περὶ δέρῃ
στέφη;
σὲ μὲν πρὸ
μοίρας τῆς
ἐμῆς διαφθερῶ.
ἴτ’ ἐς φθόρον·
πεσόντα γ’ ὧδ’
ἀμείβομαι.
ἄλλην τιν’
Ἄτην ἀντ’ ἐμοῦ
πλουτίζετε.
ἰδοὺ δ’,
Ἀπόλλων αὐτὸς
ἐκδύων ἐμὲ
1270
χρηστηρίαν
ἐσθῆτ’,
ἐποπτεύσας δέ
με
κἀν τοῖσδε
κόσμοις
καταγελωμένην
†μετὰ
φίλων ὑπ’ ἐχθρῶν
οὐ διχορρόπως
μάτην.
κακουμένη δέ,
φοιτὰς ὡς
ἀγύρτρια,
πτωχὸς
τάλαινα
λιμοθνὴς
ἠνεσχόμην·
1275
καὶ νῦν ὁ
μάντις μάντιν
ἐκπράξας ἐμὲ
ἀπήγαγ’ ἐς
τοιάσδε
θανασίμους
τύχας.
βωμοῦ πατρῴου
δ’ ἀντ’ ἐπίξηνον
μένει,
θερμῷ
κοπείσης
φοίνιον
προσφάγματι.
οὐ μὴν ἄτιμοί
γ’ ἐκ θεῶν
τεθνήξομεν.
1280
ἥξει γὰρ ἡμῶν
ἄλλος αὖ
τιμάορος,
μητροκτόνον
φίτυμα,
ποινάτωρ
πατρός·
φυγὰς δ’
ἀλήτης τῆσδε
γῆς ἀπόξενος
κάτεισιν,
ἄτας τάσδε
θριγκώσων
φίλοις·
1290
ὀμώμοται γὰρ
ὅρκος ἐκ θεῶν
μέγας,
ἄξειν νιν
ὑπτίασμα
κειμένου
πατρός.
1285
τί
δῆτ’ ἐγὼ
κάτοικτος ὧδ’
ἀναστένω;
ἐπεὶ τὸ
πρῶτον εἶδον
Ἰλίου πόλιν
πράξασαν ὡς
ἔπραξεν, οἳ δ’
εἷλον πόλιν
οὕτως
ἀπαλλάσσουσιν
ἐν θεῶν κρίσει.
ἰοῦσα πράξω·
τλήσομαι τὸ
κατθανεῖν.
Ἅιδου πύλας
δὲ τάσδ’ ἐγὼ
προσεννέπω·
ἐπεύχομαι δὲ
καιρίας
πληγῆς τυχεῖν,
ὡς ἀσφάδᾳστος,
αἱμάτων
εὐθνησίμων
ἀπορρυέντων,
ὄμμα συμβάλω
τόδε.
1295
Χο. ὦ πολλὰ μὲν
τάλαινα, πολλὰ
δ’ αὖ σοφὴ
γύναι, μακρὰν
ἔτεινας. εἰ δ’
ἐτητύμως
μόρον τὸν
αὑτῆς οἶσθα,
πῶς θεηλάτου
βοὸς δίκην
πρὸς βωμὸν
εὐτόλμως
πατεῖς;
Κα. οὐκ ἔστ’
ἄλυξις, οὔ,
ξένοι, †χρόνῳ
πλέῳ.
1300
Χο. ὁ δ’ ὕστατός
γε τοῦ χρόνου
πρεσβεύεται.
Κα. ἥκει τόδ’
ἦμαρ· σμικρὰ
κερδανῶ φυγῇ.
Χο. ἀλλ’ ἴσθι
τλήμων οὖσ’ ἀπ’
εὐτόλμου
φρενός.
Κα. οὐδεὶς
ἀκούει ταῦτα
τῶν
εὐδαιμόνων.
Χο. ἀλλ’
εὐκλεῶς τοι
κατθανεῖν
χάρις βροτῷ.
1305
Κα. ἰὼ πάτερ
σοῦ σῶν τε
γενναίων
τέκνων.
Χο. τί δ’ ἐστὶ
χρῆμα; τίς σ’
ἀποστρέφει
φόβος;
Κα. φεῦ φεῦ.
Χο. τί τοῦτ’
ἔφευξας; εἴ τι
μὴ φρενῶν
στύγος.
Κα. φόνον
δόμοι
πνέουσιν
αἱματοσταγῆ.
1310
Χο. καὶ πῶς; τόδ’
ὄζει θυμάτων
ἐφεστίων.
Κα. ὅμοιος
ἀτμὸς ὥσπερ ἐκ
τάφου πρέπει.
Χο. οὐ Σύριον
ἀγλάισμα
δώμασιν
λέγεις;
Κα. ἀλλ’ εἶμι
κἀν δόμοισι
κωκύσουσ’ ἐμὴν
Ἀγαμέμνονός
τε μοῖραν.
ἀρκείτω βίος.
1315
ἰὼ ξένοι.
οὔτοι
δυσοίζω,
θάμνον ὡς
ὄρνις, φόβῳ
ἄλλως·
θανούσῃ
μαρτυρεῖτέ
μοι τόδε,
ὅταν γυνὴ
γυναικὸς ἀντ’
ἐμοῦ θάνῃ,
ἀνήρ τε
δυσδάμαρτος
ἀντ’ ἀνδρὸς
πέσῃ.
1320
ἐπιξενοῦμαι
ταῦτα δ’ ὡς
θανουμένη.
Χο. ὦ τλῆμον,
οἰκτίρω σε
θεσφάτου
μόρου.
Κα. ἅπαξ ἔτ’
εἰπεῖν ῥῆσιν,
ἢ θρῆνον θέλω
ἐμὸν τὸν
αὐτῆς. ἡλίου δ’
ἐπεύχομαι
πρὸς ὕστατον
φῶς τοῖς ἐμοῖς
τιμαόροις
1325
ἐχθροὺς
φόνευσιν τὴν
ἐμὴν τίνειν
ὁμοῦ,
δούλης
θανούσης,
εὐμαροῦς
χειρώματος.
ἰὼ βρότεια
πράγματ’·
εὐτυχοῦντα
μὲν
σκιᾷ τις ἂν
πρέψειεν· εἰ
δὲ δυστυχοῖ,
βολαῖς
ὑγρώσσων
σπόγγος
ὤλεσεν γραφήν.
1330
καὶ ταῦτ’
ἐκείνων
μᾶλλον
οἰκτίρω πολύ.
Χο. τὸ μὲν εὖ
πράσσειν
ἀκόρεστον ἔφυ
πᾶσι
βροτοῖσιν·
δακτυλοδείκτων
δ’
οὔτις
ἀπειπὼν
εἴργει
μελάθρων,
μηκέτ’
ἐσέλθῃς, τάδε
φωνῶν.
1335
καὶ τῷδε πόλιν
μὲν ἑλεῖν
ἔδοσαν
μάκαρες
Πριάμου·
θεοτίμητος δ’
οἴκαδ’ ἱκάνει·
νῦν δ’ εἰ
προτέρων αἷμ’
ἀποτείσει
καὶ τοῖσι
θανοῦσι θανὼν
ἄλλων
1340
ποινὰς
θανάτων
ἐπικρανεῖ,
τίς τἂν
εὔξαιτο
βροτῶν ἀσινεῖ
δαίμονι φῦναι
τάδ’ ἀκούων;
Αγ. ὤμοι,
πέπληγμαι
καιρίαν
πληγὴν ἔσω.
Χο. σῖγα· τίς
πληγὴν ἀυτεῖ
καιρίως
οὐτασμένος;
1345

Other books

Dead Man’s Hand by John Joseph Adams
The Unknown Ajax by Georgette Heyer
Black-Eyed Stranger by Charlotte Armstrong
Fae by Jennifer Bene
Run Wild by Shelly Thacker
The Day She Died by Catriona McPherson
Almost Perfect by Alice Adams
Venus in Love by Tina Michele