Read Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) Online
Authors: Aeschylus
ΑΓ.
οὐδὲν γὰρ
ἤρκει τόξα, πᾶς
δ’ ἀπώλλυτο
στρατὸς
δαμασθεὶς
ναΐοισιν
ἐμβολαῖς.
280
ΧΟ. ἴυζ’ ἄποτμον
δαΐοις [στρ.
γ.
δυσαιανῆ
βοάν,
ὡς πάντᾳ πᾶν
κακῶς
†ἔθεσαν· αἰαῖ,
στρατοῦ
φθαρέντος.
ΑΓ. ὦ
πλεῖστον
ἔχθος ὄνομα
Σαλαμῖνος
κλύειν·
285
φεῦ, τῶν Ἀθηνῶν
ὡς στένω
μεμνημένος.
ΧΟ.
στυγναί γ’
Ἀθᾶναι
δαΐοις· [ἀντ.
γ.
μεμνῆσθαί τοι
πάρα·
ὡς πολλὰς
Περσίδων
[μάταν]
ἔκτισαν
εὐνῖδας ἠδ’
ἀνάνδρους.
290
ΒΑ. σιγῶ πάλαι
δύστηνος
ἐκπεπληγμένη
κακοῖς·
ὑπερβάλλει
γὰρ ἥδε
συμφορά,
τὸ μήτε λέξαι
μήτ’ ἐρωτῆσαι
πόση.
ὅμως δ’ ἀνάγκη
πημονὰς
βροτοῖς
φέρειν
θεῶν
διδόντων· πᾶν
δ’ ἀναπτύξας
πάθος
295
λέξον
καταστάς, κεἰ
στένεις
κακοῖς ὅμως·
τίς οὐ τέθνηκε,
τίνα δὲ καὶ
πενθήσομεν
τῶν
ἀρχελείων, ὅστ’
ἐπὶ
σκηπτουχίᾳ
ταχθεὶς
ἄνανδρον
τάξιν ἠρήμου
θανών;
ΑΓ.
Ξέρξης μὲν
αὐτὸς ζῇ τε καὶ
βλέπει φάος.
300
ΒΑ. ἐμοῖς μὲν
εἶπας δώμασιν
φάος μέγα
καὶ λευκὸν
ἦμαρ νυκτὸς ἐκ
μελαγχίμου.
ΑΓ.
Ἀρτεμβάρης δὲ
μυρίας ἵππου
βραβεὺς
στύφλους παρ’
ἀκτὰς
θείνεται
Σιληνιῶν.
χὠ χιλίαρχος
Δαδάκης πληγῇ
δορὸς
305
πήδημα κοῦφον
ἐκ νεὼς
ἀφήλατο·
Τενάγων τ’
ἄριστος
Βακτρίων
ἰθαιγενὴς
θαλασσόπληκτον
νῆσον Αἴαντος
πολεῖ.
Λίλαιος
Ἀρσάμης τε
κἀργήστης
τρίτος,
οἵδ’ ἀμφὶ
νῆσον τὴν
πελειοθρέμμονα
310
νικώμενοι
κύρισσον
ἰσχυρὰν
χθόνα·
πηγαῖς τε
Νείλου
γειτονῶν
Αἰγυπτίου
Ἀρκτεύς,
Ἀδεύης, καὶ
†φρεσεύης
τρίτος
Φαρνοῦχος,
οἵδε ναὸς ἐκ
μιᾶς πέσον.
Χρυσεὺς
Μάταλλος
μυριόνταρχος
θανών,
315
ἵππου
μελαίνης
ἡγεμὼν
τρισμυρίας,
πυρσὴν
ζαπληθῆ
δάσκιον γενειάδα
ἔτεγγ’,
ἀμείβων χρῶτα
πορφυρᾷ βαφῇ.
καὶ Μᾶγος
Ἄραβος,
Ἀρτάβης τε
Βάκτριος,
σκληρᾶς
μέτοικος γῆς,
ἐκεῖ
κατέφθιτο.
320
Ἄμιστρις
Ἀμφιστρεύς τε
πολύπονον
δόρυ
νωμῶν, ὅ τ’
ἐσθλὸς
Ἀριόμαρδος
Σάρδεσι
πένθος
παρασχών,
Σεισάμης θ’ ὁ
Μύσιος,
Θάρυβίς τε
πεντήκοντα
πεντάκις νεῶν
ταγός, γένος
Λυρναῖος,
εὐειδὴς ἀνήρ,
325
κεῖται θανὼν
δείλαιος οὐ
μάλ’ εὐτυχῶς·
Συέννεσίς τε
πρῶτος εἰς
εὐψυχίαν,
Κιλίκων
ἄπαρχος, εἷς
ἀνὴρ πλεῖστον
πόνον
ἐχθροῖς
παρασχών,
εὐκλεῶς
ἀπώλετο.
τοιῶνδ’ ἄρ’
ὄντων ‹ὧν›
ὑπεμνήσθην
πέρι,
330
πολλῶν
παρόντων ὀλίγ’
ἀπαγγέλλω
κακά.
ΒΑ.
αἰαῖ, κακῶν
ὕψιστα δὴ κλύω
τάδε,
αἴσχη τε
Πέρσαις καὶ
λιγα κωκύματα.
ἀτὰρ φράσον
μοι τοῦτ’
ἀναστρέψας
πάλιν·
ναῶν πόσον δὴ
πλῆθος ἦν
Ἑλληνίδων,
335
ὥστ’ ἀξιῶσαι
Περσικῷ
στρατεύματι
μάχην συνάψαι
ναΐοισιν
ἐμβολαῖς;
ΑΓ.
πλήθους μὲν ἂν
σάφ’ ἴσθ’ ἕκατι
βάρβαρον
ναυσὶν
κρατῆσαι. καὶ
γὰρ Ἕλλησιν
μὲν ἦν
ὁ πᾶς ἀριθμὸς
ἐς τριακάδας
δέκα
340
ναῶν, δεκὰς δ’
ἦν τῶνδε χωρὶς
ἔκκριτος·
Ξέρξῃ δέ, καὶ
γὰρ οἶσθα,
χιλιὰς μὲν ἦν
ὧν ἦγε πλῆθος,
αἱ δ’ ὑπέρκοποι
τάχει
ἑκατὸν δὶς
ἦσαν ἑπτά θ’·
ὧδ’ ἔχει λόγος.
μή σοι
δοκοῦμεν τῇδε
λειφθῆναι
μάχῃ;
345
ἀλλ’ ὧδε δαίμων
τις
κατέφθειρε
στρατόν,
τάλαντα
βρίσας οὐκ
ἰσορρόπῳ τύχῃ.
θεοὶ πόλιν
σῴζουσι
Παλλάδος θεᾶς.
ΒΑ.
ἔτ’ ἆρ’ Ἀθηνῶν
ἔστ’ ἀπόρθητος
πόλις;
ΑΓ.
ἀνδρῶν γὰρ
ὄντων ἕρκος
ἐστὶν ἀσφαλές.
350
ΒΑ. ἀρχὴ δὲ
ναυσὶ
συμβολῆς τίς
ἦν, φράσον·
τίνες
κατῆρξαν,
πότερον
Ἕλληνες, μάχης,
ἢ παῖς ἐμός,
πλήθει
καταυχήσας
νεῶν;
ΑΓ.
ἦρξεν μέν, ὦ
δέσποινα, τοῦ
παντὸς κακοῦ
φανεὶς
ἀλάστωρ ἢ
κακὸς δαίμων
ποθέν.
355
ἀνὴρ γὰρ Ἕλλην
ἐξ Ἀθηναίων
στρατοῦ
ἐλθὼν ἔλεξε
παιδὶ σῷ Ξέρξῃ
τάδε,
ὡς εἰ
μελαίνης
νυκτὸς ἵξεται
κνέφας,
Ἕλληνες οὐ
μενοῖεν, ἀλλὰ
σέλμασιν
ναῶν
ἐπανθορόντες
ἄλλος ἄλλοσε
360
δρασμῷ
κρυφαίῳ
βίοτον
ἐκσωσοίατο.
ὁ δ’ εὐθὺς ὡς
ἤκουσεν, οὐ
ξυνεὶς δόλον
Ἕλληνος
ἀνδρὸς οὐδὲ
τὸν θεῶν
φθόνον,
πᾶσιν
προφωνεῖ
τόνδε
ναυάρχοις
λόγον,
εὖτ’ ἂν φλέγων
ἀκτῖσιν ἥλιος
χθόνα
365
λήξῃ, κνέφας δὲ
τέμενος
αἰθέρος λάβῃ,
τάξαι νεῶν
στῖφος μὲν ἐν
στοίχοις
τρισίν,
ἄλλας δὲ
κύκλῳ νῆσον
Αἴαντος πέριξ,
ἔκπλους
φυλάσσειν καὶ
πόρους
ἁλιρρόθους.
ὡς εἰ μόρον
φευξοίαθ’
Ἕλληνες κακόν,
370
ναυσὶν
κρυφαίως
δρασμὸν
εὑρόντες τινά,
πᾶσιν
στέρεσθαι
κρατὸς ἦν
προκείμενον.
τοσαῦτ’ ἔλεξε
κάρθ’ ὑπ’
εὐθύμου
φρενός·
οὐ γὰρ τὸ
μέλλον ἐκ θεῶν
ἠπίστατο.
οἱ δ’ οὐκ
ἀκόσμως, ἀλλὰ
πειθάρχῳ
φρενὶ
375
δεῖπνόν ‹τ’›
ἐπορσύνοντο,
ναυβάτης τ’
ἀνὴρ
τροποῦτο κώπην
σκαλμὸν ἀμφ’
εὐήρετμον.
ἐπεὶ δὲ
φέγγος ἡλίου
κατέφθιτο
καὶ νὺξ ἐπῄει,
πᾶς ἀνὴρ κώπης
ἄναξ
ἐς ναῦν
ἐχώρει πᾶς θ’
ὅπλων
ἐπιστάτης·
380
τάξις δὲ τάξιν
παρεκάλει
νεὼς μακρᾶς,
πλέουσι δ’ ὡς
ἕκαστος ἦν
τεταγμένος.
καὶ πάννυχοι
δὴ διάπλοον
καθίστασαν
ναῶν ἄνακτες
πάντα
ναυτικὸν λεών.
καὶ νὺξ
ἐχώρει, κοὐ μάλ’
Ἑλλήνων
στρατὸς
385
κρυφαῖον
ἔκπλουν
οὐδαμῇ
καθίστατο·
ἐπεί γε
μέντοι
λευκόπωλος
ἡμέρα
πᾶσαν κατέσχε
γαῖαν
εὐφεγγὴς
ἰδεῖν,
πρῶτον μὲν
†ἠχῇ κέλαδος
Ἑλλήνων πάρα
μολπηδὸν
εὐφήμησεν,
ὄρθιον δ’ ἅμα
390
ἀντηλάλαξε
νησιώτιδος
πέτρας
ἠχώ· φόβος δὲ
πᾶσι
βαρβάροις
παρῆν
γνώμης
ἀποσφαλεῖσιν·
οὐ γὰρ ὡς φυγῇ
παιᾶν’
ἐφύμνουν
σεμνὸν
Ἕλληνες τότε,
ἀλλ’ ἐς μάχην
ὁρμῶντες
εὐψύχῳ
θράσει·
395
σάλπιγξ δ’ ἀυτῇ
πάντ’ ἐκεῖν’
ἐπέφλεγεν.
εὐθὺς δὲ
κώπης
ῥοθιάδος
ξυνεμβολῇ
ἔπαισαν ἅλμην
βρύχιον ἐκ
κελεύματος,
θοῶς δὲ
πάντες ἦσαν
ἐκφανεῖς
ἰδεῖν.
τὸ δεξιὸν μὲν
πρῶτον
εὐτάκτως
κέρας
400
ἡγεῖτο κόσμῳ,
δεύτερον δ’ ὁ
πᾶς στόλος
ἐπεξεχώρει,
καὶ παρῆν ὁμοῦ
κλύειν
πολλὴν βοήν· ‘Ὦ
παῖδες
Ἑλλήνων, ἴτε,
ἐλευθεροῦτε
πατρίδ’,
ἐλευθεροῦτε
δὲ
παῖδας,
γυναῖκας, θεῶν
τε πατρῴων ἕδη,
405
θήκας τε
προγόνων· νῦν
ὑπὲρ πάντων
ἀγών.’
καὶ μὴν παρ’
ἡμῶν Περσίδος
γλώσσης ῥόθος
ὑπηντίαζε,
κοὐκέτ’ ἦν
μέλλειν ἀκμή.
εὐθὺς δὲ ναῦς
ἐν νηῒ χαλκήρη
στόλον
ἔπαισεν· ἦρξε
δ’ ἐμβολῆς
Ἑλληνικὴ
410
ναῦς,
κἀποθραύει πάντα
Φοινίσσης
νεὼς
κόρυμβ’, ἐπ’
ἄλλην δ’ ἄλλος
ηὔθυνεν δόρυ.
τὰ πρῶτα μέν
νυν ῥεῦμα
Περσικοῦ
στρατοῦ
ἀντεῖχεν· ὡς
δὲ πλῆθος ἐν
στενῷ νεῶν
ἤθροιστ’,
ἀρωγὴ δ’ οὔτις
ἀλλήλοις
παρῆν,
415
αὐτοὶ δ’ ὑπ’
αὐτῶν
ἐμβόλοις
χαλκοστόμοις
παίοντ’,
ἔθραυον πάντα
κωπήρη στόλον,
Ἑλληνικαί τε
νῆες οὐκ
ἀφρασμόνως
κύκλῳ πέριξ
ἔθεινον,
ὑπτιοῦτο δὲ
σκάφη νεῶν,
θάλασσα δ’
οὐκέτ’ ἦν
ἰδεῖν,
420
ναυαγίων
πλήθουσα καὶ
φόνου βροτῶν,
ἀκταὶ δὲ
νεκρῶν
χοιράδες τ’
ἐπλήθυον.
φυγῇ δ’
ἀκόσμως πᾶσα
ναῦς ἠρέσσετο,
ὅσαιπερ ἦσαν
βαρβάρου
στρατεύματος.
τοὶ δ’ ὥστε
θύννους ἤ τιν’
ἰχθύων βόλον
425
ἀγαῖσι κωπῶν
θραύμασίν τ’
ἐρειπίων
ἔπαιον,
ἐρράχιζον·
οἰμωγὴ δ’ ὁμοῦ
κωκύμασιν
κατεῖχε
πελαγίαν ἅλα,
ἕως κελαινῆς
νυκτὸς ὄμμ’
ἀφείλετο.
κακῶν δὲ
πλῆθος, οὐδ’ ἂν
εἰ δέκ’ ἤματα
430
στοιχηγοροίην,
οὐκ ἂν ἐκπλήσαιμί
σοι.
εὖ γὰρ τόδ’
ἴσθι, μηδάμ’
ἡμέρᾳ μιᾷ
πλῆθος
τοσουτάριθμον
ἀνθρώπων
θανεῖν.
ΒΑ.
αἰαῖ, κακῶν δὴ
πέλαγος
ἔρρωγεν μέγα
Πέρσαις τε
καὶ πρόπαντι
βαρβάρων
γένει.
435
ΑΓ. εὖ νυν τόδ’
ἴσθι, μηδέπω
μεσοῦν κακόν·
τοιάδ’ ἐπ’
αὐτοῖς ἦλθε
συμφορὰ
πάθους,
ὡς τοῖσδε καὶ
δὶς
ἀντισηκῶσαι
ῥοπῇ.
ΒΑ. καὶ
τίς γένοιτ’ ἂν
τῆσδ’ ἔτ’
ἐχθίων τύχη;
λέξον τίν’ αὖ
φῂς τήνδε
συμφορὰν
στρατῷ
440
ἐλθεῖν κακῶν
ῥέπουσαν ἐς τὰ
μάσσονα.
ΑΓ.
Περσῶν
ὅσοιπερ ἦσαν
ἀκμαῖοι φύσιν,
ψυχήν τ’
ἄριστοι
κεὐγένειαν
ἐκπρεπεῖς,
αὐτῷ τ’ ἄνακτι
πίστιν ἐν
πρώτοις ἀεί,
τεθνᾶσιν
αἰσχρῶς
δυσκλεεστάτῳ
μόρῳ.
445
ΒΑ. οἲ ‘γὼ
τάλαινα
συμφορᾶς
κακῆς, φίλοι.
ποίῳ μόρῳ δὲ
τούσδε φῂς
ὀλωλέναι;
ΑΓ.
νῆσός τις ἐστὶ
πρόσθε
Σαλαμῖνος
τόπων,
βαιά,
δύσορμος
ναυσίν, ἣν ὁ
φιλόχορος
Πὰν
ἐμβατεύει
ποντίας ἀκτῆς
ἔπι.
450
ἐνταῦθα
πέμπει τούσδ’,
ὅπως, ὅτ’ ἐκ
νεῶν
φθαρέντες
ἐχθροὶ νῆσον
ἐκσῳζοίατο,
κτείνοιεν
εὐχείρωτον
Ἑλλήνων
στρατόν,
φίλους δ’
ὑπεκσῴζοιεν
ἐναλίων πόρων,
κακῶς τὸ
μέλλον
ἱστορῶν. ὡς γὰρ
θεὸς
455
ναῶν ἔδωκε
κῦδος Ἕλλησιν
μάχης,
αὐθημερὸν
φράξαντες
εὐχάλκοις
δέμας
ὅπλοισι ναῶν
ἐξέθρῳσκον·
ἀμφὶ δὲ
κυκλοῦντο
πᾶσαν νῆσον,
ὥστ’ ἀμηχανεῖν
ὅποι
τράποιντο.
πολλὰ μὲν γὰρ
ἐκ χερῶν
460
πέτροισιν
ἠράσσοντο,
τοξικῆς τ’ ἄπο
θώμιγγος ἰοὶ
προσπίτνοντες
ὤλλυσαν·
τέλος δ’
ἐφορμηθέντες
ἐξ ἑνὸς ῥόθου
παίουσι,
κρεοκοποῦσι
δυστήνων μέλη,
ἕως ἁπάντων
ἐξαπέφθειραν
βίον.
465
Ξέρξης δ’
ἀνῴμωξεν
κακῶν ὁρῶν
βάθος·
ἕδραν γὰρ
εἶχε παντὸς
εὐαγῆ στρατοῦ,
ὑψηλὸν ὄχθον
ἄγχι πελαγίας
ἁλός·
ῥήξας δὲ
πέπλους
κἀνακωκύσας
λιγύ,
πεζῷ
παραγγείλας
ἄφαρ
στρατεύματι,
470
ἵησ’ ἀκόσμῳ
ξὺν φυγῇ. τοιάνδε
σοι
πρὸς τῇ
πάροιθε
συμφορὰν πάρα
στένειν.
ΒΑ. ὦ
στυγνὲ δαῖμον,
ὡς ἄρ’ ἔψευσας
φρενῶν
Πέρσας·
πικρὰν δὲ παῖς
ἐμὸς τιμωρίαν
κλεινῶν
Ἀθηνῶν ηὗρε,
κοὐκ
ἀπήρκεσαν
475
οὓς πρόσθε
Μαραθὼν
βαρβάρων
ἀπώλεσεν·
ὧν ἀντίποινα
παῖς ἐμὸς
πράξειν δοκῶν
τοσόνδε πλῆθος
πημάτων
ἐπέσπασεν.
σὺ δ’ εἰπέ, ναῶν
αἳ πεφεύγασιν
μόρον,
ποῦ τάσδ’
ἔλειπες·
οἶσθα σημῆναι
τορῶς;
480
ΑΓ. ναῶν δὲ
ταγοὶ τῶν
λελειμμένων
σύδην
κατ’ οὖρον οὐκ
εὔκοσμον
αἴρονται
φυγήν·
στρατὸς δ’ ὁ
λοιπὸς ἔν τε
Βοιωτῶν χθονὶ
διώλλυθ’, οἱ
μὲν ἀμφὶ
κρηναῖον γάνος
δίψῃ
πονοῦντες, οἱ δ’
ὑπ’ ἄσθματος
κενοὶ
. . .
. . .
485
διεκπερῶμεν
ἔς τε Φωκέων
χθόνα
καὶ Δωρίδ’
αἶαν, Μηλιᾶ τε
κόλπον, οὗ
Σπερχειὸς
ἄρδει πεδίον
εὐμενεῖ ποτῷ·
κἀντεῦθεν
ἡμᾶς γῆς
Ἀχαιίδος
πέδον
καὶ Θεσσαλῶν
πόλεις
ὑπεσπανισμένους
490
βορᾶς ἐδέξαντ’·
ἔνθα δὴ
πλεῖστοι
θάνον
δίψῃ τε λιμῷ τ’·
ἀμφότερα γὰρ
ἦν τάδε.
Μαγνητικὴν δὲ
γαῖαν ἔς τε
Μακεδόνων
χώραν
ἀφικόμεσθ’, ἐπ’
Ἀξιοῦ πόρον,
Βόλβης θ’
ἕλειον δόνακα,
Πάγγαιόν τ’
ὄρος,
495
Ἠδωνίδ’ αἶαν·
νυκτὶ δ’ ἐν
ταύτῃ θεὸς
χειμῶν’ ἄωρον
ὦρσε, πήγνυσιν
δὲ πᾶν
ῥέεθρον
ἁγνοῦ
Στρυμόνος.
θεοὺς δέ τις
τὸ πρὶν
νομίζων
οὐδαμοῦ τότ’
ηὔχετο
λιταῖσι,
γαῖαν οὐρανόν
τε προσκυνῶν.
500
ἐπεὶ δὲ πολλὰ
θεοκλυτῶν
ἐπαύσατο
στρατός, περᾷ
κρυσταλλοπῆγα
διὰ πόρον·
χὤστις μὲν
ἡμῶν πρὶν
σκεδασθῆναι
θεοῦ
ἀκτῖνας
ὡρμήθη, σεσωμένος
κυρεῖ.
φλέγων γὰρ
αὐγαῖς
λαμπρὸς ἡλίου
κύκλος
505
μέσον πόρον
διῆκε,
θερμαίνων
φλογί·
πῖπτον δ’ ἐπ’
ἀλλήλοισιν·
εὐτυχὴς δέ τοι
ὅστις τάχιστα
πνεῦμ’
ἀπέρρηξεν
βίου.
ὅσοι δὲ
λοιποὶ
κἄτυχον
σωτηρίας,
Θρῄκην
περάσαντες
μόγις πολλῷ
πόνῳ,
510
ἥκουσιν ἐκφυγόντες,
οὐ πολλοί
τινες,
ἐφ’ ἑστιοῦχον
γαῖαν· ὡς
στένειν πόλιν
Περσῶν,
ποθοῦσαν
φιλτάτην ἥβην
χθονός.
ταῦτ’ ἔστ’
ἀληθῆ· πολλὰ δ’
ἐκλείπω λέγων
κακῶν ἃ
Πέρσαις
ἐγκατέσκηψεν
θεός.
515
ΧΟ. ὦ δυσπόνητε
δαῖμον, ὡς ἄγαν
βαρὺς
ποδοῖν
ἐνήλου παντὶ
Περσικῷ γένει.
ΒΑ. οἲ ‘γὼ
τάλαινα
διαπεπραγμένου
στρατοῦ·
ὦ νυκτὸς ὄψις
ἐμφανὴς
ἐνυπνίων,
ὡς κάρτα μοι
σαφῶς
ἐδήλωσας κακά.
520
ὑμεῖς δὲ
φαύλως αὔτ’
ἄγαν ἐκρίνατε.
ὅμως δ’, ἐπειδὴ
τῇδ’ ἐκύρωσεν
φάτις
ὑμῶν, θεοῖς
μὲν πρῶτον
εὔξασθαι
θέλω·
ἔπειτα, γῇ τε
καὶ φθιτοῖς δωρήματα,
ἥξω λαβοῦσα
πέλανον ἐξ
οἴκων ἐμῶν -
525
ἐπίσταμαι μὲν
ὡς ἐπ’
ἐξειργασμένοις,
ἀλλ’ ἐς τὸ
λοιπὸν εἴ τι δὴ
λῷον πέλοι.
ὑμᾶς δὲ χρὴ ‘πὶ
τοῖσδε τοῖς
πεπραγμένοις
πιστοῖσι
πιστὰ
ξυμφέρειν
βουλεύματα·
καὶ παῖδ’, ἐάν
περ δεῦρ’ ἐμοῦ
πρόσθεν μόλῃ
530
παρηγορεῖτε,
καὶ προπέμπετ’
ἐς δόμους,
μὴ καί τι πρὸς
κακοῖσι
προσθῆται
κακόν.