Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) (51 page)

BOOK: Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)
5.8Mb size Format: txt, pdf, ePub
ads

ΧΟ. ἦ
πολλὰ καὶ
παρόντα καὶ
μέλλοντ’ ἔτι
ἤλγησ’
ἀκούσας
βαρβάροισι πήματα.

845
ΒΑ. ὦ δαῖμον, ὥς
με πόλλ’
ἐσέρχεται
κακῶν
ἄλγη, μάλιστα
δ’ ἥδε συμφορὰ
δάκνει,
ἀτιμίαν γε
παιδὸς ἀμφὶ
σώματι
ἐσθημάτων
κλύουσαν, ἥ νιν
ἀμπέχει.
ἀλλ’ εἶμι, καὶ
λαβοῦσα
κόσμον ἐκ
δόμων

850
ὑπαντιάζειν
παιδί μου
πειράσομαι.
οὐ γὰρ τὰ
φίλτατ’ ἐν κακοῖς
προδώσομεν.

ΧΟ. ὦ
πόποι ἦ
μεγάλας
ἀγαθᾶς τε
πολισσονόμου
βιοτᾶς
ἐπεκύρσαμεν, [στρ.
α.
εὖθ’ ὁ γηραιὸς

855
πανταρκὴς
ἀκάκας ἄμαχος
βασιλεὺς
ἰσόθεος Δαρεῖος
ἆρχε χώρας.
πρῶτα μὲν
εὐδοκίμους
στρατιὰς
ἀπεφαινόμεθ’,
οἱ δὲ
νομίσματα
πύργινα  [ἀντ.
α.

860
πάντ’
ἐπηύθυνον.
νόστοι δ’ ἐκ
πολέμων
ἀπόνους
ἀπαθεῖς ‹πάλιν›
εὖ πράσσοντας
ἆγον [ἐς]
οἴκους.

864
ὅσσας δ’ εἷλε
πόλεις πόρον
οὐ διαβὰς
Ἅλυος
ποταμοῖο,  [στρ.
β.
οὐδ’ ἀφ’ ἑστίας
συθείς,
οἷαι
Στρυμονίου
πελάγους
Ἀχελωΐδες
εἰσὶ πάροικοι

870
Θρῃκίων
ἐπαύλων,
λίμνας τ’
ἔκτοθεν αἳ
κατὰ χέρσον
ἐληλαμέναι
πέρι πύργον  [ἀντ.
β.
τοῦδ’ ἄνακτος
ἄιον,

875
Ἕλλας τ’ ἀμφὶ
πόρον πλατὺν
εὐχόμεναι,
μυχία τε
Προποντίς,
καὶ στόμωμα
Πόντου·

880
νᾶσοί θ’ αἳ
κατὰ πρῶν’
ἅλιον
περίκλυστοι
  [στρ. γ.
τᾷδε γᾷ
προσήμεναι
οἵα Λέσβος
ἐλαιόφυτός τε
Σάμος,
Χίος, ἠδὲ
Πάρος,

885
Νάξος, Μύκονος,
Τήνῳ τε
συνάπτουσ’
Ἄνδρος
ἀγχιγείτων.
καὶ τὰς
ἀγχιάλους
ἐκράτυνε
μεσάκτους,
  [ἀντ. γ.

890
Λῆμνον, Ἰκάρου
θ’ ἕδος,
καὶ Ῥόδον ἠδὲ
Κνίδον
Κυπρίας τε
πόλεις,
Πάφον ἠδὲ
Σόλους,

895
Σαλαμῖνά τε,
τᾶς νῦν
ματρόπολις
τῶνδ’ αἰτία
στεναγμῶν.
καὶ τὰς
εὐκτεάνους
κατὰ κλῆρον
Ἰαόνιον
πολυάνδρους
  [ἐπῳδός.

900
Ἑλλάνων
ἐκράτυνε
†σφετέραις
φρεσίν.
ἀκάματον δὲ
παρῆν σθένος
ἀνδρῶν
τευχηστήρων
παμμείκτων τ’
ἐπικούρων.
νῦν δ’ οὐκ
ἀμφιλόγως
θεότρεπτα τάδ’
αὖ φέρομεν,

905
πολέμοιο
δμαθέντες
μεγάλως
πλαγαῖσι
ποντίαισιν.

ΞΕΡΞΗΣ
ἰὼ ἰὼ,
δύστηνος ἐγὼ
στυγερᾶς
μοίρας

910
τῆσδε κυρήσας
ἀτεκμαρτοτάτης,
ὡς ὠμοφρόνως
δαίμων ἐνέβη
Περσῶν γενεᾷ·
τί πάθω
τλήμων;
λέλυται γὰρ
ἐμῶν γυίων
ῥώμη.
τήνδ’ ἡλικίαν
ἐσιδόντ’ ἀστῶν,

915
εἴθ’ ὄφελεν,
Ζεῦ, κἀμὲ μετ’
ἀνδρῶν
τῶν
οἰχομένων
θανάτου κατὰ
μοῖρα καλύψαι.

ΧΟ.
ὀτοτοῖ,
βασιλεῦ,
στρατιᾶς
ἀγαθῆς
καὶ
περσονόμου
τιμῆς μεγάλης,

920
κόσμου τ’
ἀνδρῶν,
οὓς νῦν
δαίμων
ἐπέκειρεν.
γᾶ δ’ αἰάζει
τὰν ἐγγαίαν
ἥβαν Ξέρξᾳ
κταμέναν,
Ἅιδου
σάκτορι Περσᾶν·
†ἀγδαβάται γὰρ

925
πολλοὶ φῶτες,
χώρας ἄνθος,
τοξοδάμαντες,
πάνυ ταρφύς
τις
μυριὰς
ἀνδρῶν,
ἐξέφθινται.
αἰαῖ αἰαῖ
κεδνᾶς ἀλκᾶς,
Ἀσία δὲ χθών,
βασιλεῦ γαίας,

930
αἰνῶς αἰνῶς
ἐπὶ γόνυ
κέκλιται.

ΞΕ. ὅδ’
ἐγών, οἰοῖ,
αἰακτός,
  [στρ. α.
μέλεος γέννᾳ
γᾷ τε πατρῴᾳ
κακὸν ἄρ’
ἐγενόμαν.

935
ΧΟ. νόστου σοι
τὰν
πρόσφθογγον
κακοφάτιδα
βοάν,
κακομέλετον
ἰὰν
Μαριανδυνοῦ
θρηνητῆρος

940
πέμψω πέμψω,
πολύδακρυν
ἰαχάν.

ΞΕ. ἵετ’
αἰανῆ [καὶ]
πάνδυρτον
  [ἀντ. α.
δύσθροον
αὐδάν. δαίμων
γὰρ ὅδ’ αὖ
μετάτροπος ἐπ’
ἐμοί.

ΧΟ. ἥσω
τοι τὰν
πάνδυρτον,

945
ζαπαθέα τε
σέβων ἁλίτυπά
τε βάρη,
πόλεως γέννας
πενθητῆρος.
‹κλάγξω›
κλάγξω δὲ γόον
ἀρίδακρυν.

950
‹ΞΕ.› Ἰάων γὰρ
ἀπηύρα,   [στρ.
β.
Ἰάων
ναύφαρκτος
Ἄρης
ἑτεραλκὴς
νυχίαν πλάκα
κερσάμενος
δυσδαίμονά τ’
ἀκτάν.

955
ΧΟ. - οἰοιοῖ, βόα
καὶ πάντ’
ἐκπεύθου.
- ποῦ δὲ φίλων
ἄλλος ὄχλος;
- ποῦ δέ σοι
παραστάται,
οἷος ἦν
Φαρανδάκης,
Σούσας,
Πελάγων,
Δοτάμας,
Ψάμμις,

960
Σουσισκάνης τ’,
ἠδ’ Ἀγαβάτας
Ἀγαβάτανα
λιπών;

ΞΕ.
ὀλοοὺς
ἀπέλειπον
  [ἀντ. β
Τυρίας ἐκ
ναὸς
ἔρροντας ἐπ’
ἀκταῖς

965
Σαλαμινιάσι,
στυφελοῦ
θείνοντας ἐπ’
ἀκτᾶς.

ΧΟ. -
οἰοιοῖ, ποῦ δή
σοι
Φαρνοῦχος;
-
κἀριόμαρδός γ’
ἀγαθός;
- ποῦ δὲ
Σευάλκης ἄναξ,

970
ἢ Λίλαιος
εὐπάτωρ,
Μέμφις,
Θάρυβις, καὶ
Μασίστρας,
Ἀρτεμβάρης τ’
ἠδ’ Ὑσταίχμας;
τάδε σ’
ἐπανέρομαι.

ΞΕ. ἰὼ
ἰώ μοι,   [στρ. γ.

975
τὰς ὠγυγίους
κατιδόντες
στυγνὰς
Ἀθάνας πάντες
ἑνὶ πιτύλῳ,
ἐἕ, ἐἕ,
τλάμονες
ἀσπαίρουσι
χέρσῳ.

ΧΟ. ἦ
καὶ τὸν Πέρσαν
αὐτοῦ
τὸν σὸν
πιστὸν πάντ’
ὀφθαλμὸν

980
μυρία μυρία
πεμπαστὰν
Βατανώχου
παῖδ’ Ἄλπιστον
   .   .   .  
.   .
τοῦ Σησάμα
τοῦ Μεγαβάτα,
Πάρθον τε
μέγαν τ’
Οἰβάρην

985
ἔλιπες
ἔλιπες; ὢ ὢ ‹ὢ›
δᾴων.
Πέρσαις
ἀγαυοῖς κακὰ
πρόκακα
λέγεις.

ΞΕ.
ἴυγγά μοι δῆτ’
  [ἀντ. γ.
ἀγαθῶν
ἑτάρων
ὑπορίνεις,

990
‹ἄλαστ’› ἄλαστα
στυγνὰ
πρόκακα λέγων.
βοᾷ βοᾷ ‹μοι›
μελέων
ἔντοσθεν ἦτορ.

ΧΟ. καὶ
μὴν ἄλλους γε
ποθοῦμεν,
Μάρδων
ἀνδρῶν
μυριοταγὸν
Ξάνθην, Ἀρίων
τ’ Ἀγχάρην,

995
Δίαιξίν τ’ ἠδ’
Ἀρσάκην
ἱππιάνακτας,
κἠγδαδάταν
καὶ Λυθίμναν
Τόλμον τ’
αἰχμᾶς
ἀκόρεστον.
1000
ἔταφον ἔταφον,
οὐκ ἀμφὶ
σκηναῖς
τροχηλάτοις,
‹οὐκ› ὄπιθεν
ἑπομένους.

ΞΕ.
βεβᾶσι γὰρ
τοίπερ
ἀγρέται στρατοῦ.
  [στρ. δ.

ΧΟ.
βεβᾶσιν, οἴ,
νώνυμοι.

ΞΕ. ἰὴ
ἰή, ἰὼ ἰώ.
1005
ΧΟ. ἰὼ ἰώ,
δαίμονες,
ἔθεσθ’
ἄελπτον κακὸν
διαπρέπον,
οἷον δέδορκεν
Ἄτα.

ΞΕ.
πεπλήγμεθ’ οἵᾳ
δι’ αἰῶνος
τύχᾳ·   ἀντ. δ.[

ΧΟ.
πεπλήγμεθ’·
εὔδηλα γάρ·
1010
ΞΕ. νέᾳ νέᾳ δύᾳ
δύᾳ·

ΧΟ.
Ἰαόνων ναυβατᾶν
κύρσαντες οὐκ
εὐτυχῶς.
δυσπόλεμον δὴ
γένος τὸ
Περσᾶν.
1014
ΞΕ. πῶς δ’ οὔ;
στρατὸν μὲν
τοσοῦτον
τάλας
πέπληγμαι.  [στρ.
ε.

ΧΟ.
τί δ’ οὐκ
ὄλωλεν,
μεγάλατε,
Περσᾶν;

ΞΕ.
ὁρᾷς τὸ λοιπὸν
τόδε τᾶς ἐμᾶς
στολᾶς;

ΧΟ. ὁρῶ
ὁρῶ.
1020
ΞΕ. τόνδε τ’
ὀιστοδέγμονα -

ΧΟ. τί
τόδε λέγεις
σεσωμένον;

ΞΕ.
θησαυρὸν
βελέεσσιν.

ΧΟ.
βαιά γ’ ὡς ἀπὸ
πολλῶν.

ΞΕ.
ἐσπανίσμεθ’
ἀρωγῶν.
1025
ΧΟ. Ἰάνων λαὸς
οὐ φυγαίχμας.

ΞΕ.
ἄγαν ἄρειος·
κατεῖδον δὲ
πῆμ’ ἄελπτον.
  [ἀντ. ε.

ΧΟ.
τραπέντα
ναύφρακτον
ἐρεῖς ὅμιλον;
1030
ΞΕ. πέπλον δ’
ἐπέρρηξ’ ἐπὶ
συμφορᾷ κακοῦ.

ΧΟ.
παπαῖ παπαῖ.

ΞΕ.
καὶ πλέον ἢ
παπαῖ μὲν οὖν.

ΧΟ.
δίδυμα γάρ
ἐστι καὶ
τριπλᾶ -

ΞΕ.
λυπρά, χάρματα
δ’ ἐχθροῖς.
1035
ΧΟ. καὶ σθένος γ’
ἐκολούθη -

ΞΕ.
γυμνός εἰμι
προπομπῶν.

ΧΟ.
φίλων ἄταισι
ποντίαισιν.

ΞΕ.
δίαινε δίαινε
πῆμα· πρὸς
δόμους δ’ ἴθι.
  [στρ. ζ.

ΧΟ.
διαίνομαι
γοεδνὸς ὤν.
1040
ΞΕ. βόα νυν
ἀντίδουπά μοι.

ΧΟ.
δόσιν κακὰν
κακῶν κακοῖς.

ΞΕ.
ἴυζε μέλος
ὁμοῦ τιθείς.

ΧΟ.
ὀτοτοτοτοῖ.
βαρεῖά γ’ ἅδε
συμφορά.
1045
οἴ, μάλα καὶ
τόδ’ ἀλγῶ.

ΞΕ.
ἔρεσσ’ ἔρεσσε
καὶ στέναζ’
ἐμὴν χάριν.
  [ἀντ. ζ.

ΧΟ.
αἰαῖ αἰαῖ, δύα
δύα.

ΞΕ.
βόα νυν
ἀντίδουπά μοι.

ΧΟ.
μέλειν
πάρεστι,
δέσποτα.
1050
ΞΕ. ἐπορθίαζέ
νυν γόοις.

ΧΟ.
ὀτοτοτοτοῖ.
μέλαινα δ’
ἀμμεμείξεται,
οἴ, στονόεσσα
πλαγά.

ΞΕ. καὶ
στέρν’ ἄρασσε
κἀπιβόα τὸ
Μύσιον.   [στρ.
η.
1055
ΧΟ. ἀνία, ἀνία.

ΞΕ.
καί μοι
γενείου πέρθε
λευκήρη τρίχα.

ΧΟ.
ἄπριγδ’
ἄπριγδα μάλα
γοεδνά.

ΞΕ.
ἀύτει δ’ ὀξύ.

ΧΟ. καὶ
τάδ’ ἔρξω.
1060
ΞΕ. πέπλον δ’
ἔρεικε
κολπίαν ἀκμῇ
χερῶν.   [ἀντ. η.

ΧΟ.
ἀνία, ἀνία.

ΞΕ.
καὶ ψάλλ’
ἔθειραν καὶ
κατοίκτισαι
στρατόν.

ΧΟ.
ἄπριγδ’
ἄπριγδα μάλα
γοεδνά.

ΞΕ.
διαίνου δ’ ὄσσε.
1065
ΧΟ. τέγγομαί
τοι.

ΞΕ.
βόα νυν
ἀντίδουπά μοι.
  [ἐπῳδός.

ΧΟ.
οἰοῖ οἰοῖ.

ΞΕ.
αἰακτὸς ἐς
δόμους κίε.
1070
ΧΟ. ἰὼ ἰώ
[Περσὶς αἶα
δύσβατος.]

ΞΕ.
ἰωὰ δὴ κατ’
ἄστυ.

ΧΟ.
ἰωὰ δῆτα, ναὶ
ναί.

ΞΕ.
γοᾶσθ’
ἁβροβάται.

ΧΟ. ἰὼ
ἰώ, Περσὶς αἶα
δύσβατος.
1075
ΞΕ. ἠὴ ἠή,
τρισκάλμοισιν,
ἠὴ ἠή, βάρισιν
ὀλόμενοι.

ΧΟ.
πέμψω τοί σε
δυσθρόοις
γόοις.

Ἑπτὰ
επὶ Θῆβας – SEVEN AGAINST THEBE
S

ΕΤΕΟΚΛΗΣ
Κάδμου
πολῖται, χρὴ
λέγειν τὰ
καίρια
ὅστις
φυλάσσει
πρᾶγος ἐν
πρύμνῃ πόλεως
οἴακα νωμῶν,
βλέφαρα μὴ
κοιμῶν ὕπνῳ.
εἰ μὲν γὰρ εὖ
πράξαιμεν,
αἰτία θεοῦ·
  
5
εἰ δ’ αὖθ’, ὃ
μὴ γένοιτο,
συμφορὰ τύχοι,
Ἐτεοκλέης ἂν
εἷς πολὺς κατὰ
πτόλιν
ὑμνοῖθ’ ὑπ’
ἀστῶν
φροιμίοις
πολυρρόθοις
οἰμώγμασίν θ’ -
ὧν Ζεὺς
Ἀλεξητήριος
ἐπώνυμος
γένοιτο
Καδμείων
πόλει.
  
10
ὑμᾶς δὲ
χρὴ νῦν, καὶ
τὸν ἐλλείποντ’
ἔτι
ἥβης ἀκμαίας
καὶ τὸν ἔξηβον
χρόνῳ,
ὥραν τ’ ἔχονθ’
ἕκαστον, ὥς τε
συμπρεπὲς
βλαστημὸν
ἀλδαίνοντα
σώματος πολύν,
πόλει τ’
ἀρήγειν καὶ
θεῶν ἐγχωρίων
  
15
βωμοῖσι,
τιμὰς μὴ ‘ξαλειφθῆναί
ποτε,
τέκνοις τε, Γῇ
τε μητρί,
φιλτάτῃ
τροφῷ·
ἡ γὰρ νέους
ἕρποντας
εὐμενεῖ πέδῳ,
ἅπαντα
πανδοκοῦσα
παιδείας
ὄτλον,
ἐθρέψατ’
οἰκητῆρας
ἀσπιδηφόρους,
  
20
πλείους
ὅπως γένοισθε
πρὸς χρέος
τόδε.
καὶ νῦν μὲν ἐς
τόδ’ ἦμαρ εὖ
ῥέπει θεός·
χρόνον γὰρ
ἤδη τόνδε
πυργηρουμένοις
καλῶς τὰ
πλείω πόλεμος
ἐκ θεῶν κυρεῖ.
νῦν δ’ ὡς ὁ
μάντις φησίν,
οἰωνῶν βοτήρ,
  
25
ἐν ὠσὶ
νωμῶν καὶ
φρεσίν, πυρὸς
δίχα,
χρηστηρίους
ὄρνιθας
ἀψευδεῖ
τέχνῃ·
οὗτος τοιῶνδε
δεσπότης
μαντευμάτων
λέγει
μεγίστην
προσβολὴν
Ἀχαιίδα
νυκτηγορεῖσθαι
κἀπιβούλευσιν
πόλει.
  
30
ἀλλ’ ἔς τ’
ἐπάλξεις καὶ
πύλας
πυργωμάτων
ὁρμᾶσθε
πάντες, σοῦσθε
σὺν παντευχίᾳ,
πληροῦτε
θωρακεῖα, κἀπὶ
σέλμασιν
πύργων
στάθητε, καὶ
πυλῶν ἐπ’
ἐξόδοις
μίμνοντες εὖ
θαρσεῖτε, μηδ’
ἐπηλύδων
  
35
ταρβεῖτ’
ἄγαν ὅμιλον·
εὖ τελεῖ θεός.
σκοποὺς δὲ
κἀγὼ καὶ
κατοπτῆρας
στρατοῦ
ἔπεμψα, τοὺς
πέποιθα μὴ
ματᾶν ὁδῷ·
καὶ τῶνδ’
ἀκούσας οὔ τι
μὴ ληφθῶ δόλῳ.

ΑΓΓΕΛΟΣ
ΚΑΤΑΣΚΟΠΟΣ
Ἐτεόκλεες,
φέριστε
Καδμείων ἄναξ,
  
40
ἥκω σαφῆ
τἀκεῖθεν ἐκ
στρατοῦ φέρων,
αὐτὸς
κατόπτης δ’ εἴμ’
ἐγὼ τῶν
πραγμάτων·
ἄνδρες γὰρ
ἑπτά, θούριοι
λοχαγέται,
ταυροσφαγοῦντες
ἐς μελάνδετον
σάκος
καὶ
θιγγάνοντες
χερσὶ
ταυρείου
φόνου,
  
45
Ἄρη τ’, Ἐνυώ,
καὶ
φιλαίματον
Φόβον
ὡρκωμότησαν
ἢ πόλει
κατασκαφὰς
θέντες
λαπάξειν ἄστυ
Καδμείων βίᾳ,
ἢ γῆν
θανόντες
τήνδε
φυράσειν
φόνῳ·
μνημεῖά θ’
αὑτῶν τοῖς
τεκοῦσιν ἐς
δόμους
  
50
πρὸς ἅρμ’
Ἀδράστου
χερσὶν
ἔστεφον, δάκρυ
λείβοντες·
οἶκτος δ’ οὔτις
ἦν διὰ στόμα.
σιδηρόφρων
γὰρ θυμὸς
ἀνδρείᾳ
φλέγων
ἔπνει,
λεόντων ὣς Ἄρη
δεδορκότων.
καὶ τῶνδε
πύστις οὐκ
ὄκνῳ
χρονίζεται.
  
55
κληρουμένους
δ’ ἔλειπον, ὡς
πάλῳ λαχὼν
ἕκαστος
αὐτῶν πρὸς
πύλας ἄγοι
λόχον.
πρὸς ταῦτ’
ἀρίστους
ἄνδρας
ἐκκρίτους
πόλεως
πυλῶν ἐπ’
ἐξόδοισι
τάγευσαι
τάχος·
ἐγγὺς γὰρ ἤδη
πάνοπλος
Ἀργείων
στρατὸς
  
60
χωρεῖ,
κονίει, πεδία δ’
ἀργηστὴς
ἀφρὸς
χραίνει
σταλαγμοῖς
ἱππικῶν ἐκ
πλευμόνων.
σὺ δ’ ὥστε ναὸς
κεδνὸς
οἰακοστρόφος
φράξαι
πόλισμα, πρὶν
καταιγίσαι
πνοὰς
Ἄρεως· βοᾷ
γὰρ κῦμα
χερσαῖον
στρατοῦ·
  
65
καὶ τῶνδε
καιρὸν ὅστις
ὤκιστος λαβέ·
κἀγὼ τὰ λοιπὰ
πιστὸν
ἡμεροσκόπον
ὀφθαλμὸν ἕξω,
καὶ σαφηνείᾳ
λόγου
εἰδὼς τὰ τῶν
θύραθεν
ἀβλαβὴς ἔσῃ.
Ετ. ὦ Ζεῦ τε καὶ
Γῆ καὶ
πολισσοῦχοι
θεοί,
  
70
Ἀρά τ’
Ἐρινὺς πατρὸς
ἡ μεγασθενής,
μή μοι πόλιν
γε πρυμνόθεν
πανώλεθρον
ἐκθαμνίσητε
δῃάλωτον,
Ἑλλάδος
φθόγγον
χέουσαν, καὶ
δόμους
ἐφεστίους·
ἐλευθέραν δὲ
γῆν τε καὶ
Κάδμου πόλιν
  
75
ζεύγλῃσι
δουλίῃσι
μήποτε
σχεθεῖν·
γένεσθε δ’
ἀλκή· ξυνὰ δ’
ἐλπίζω
λέγειν·
πόλις γὰρ εὖ
πράσσουσα δαίμονας
τίει.

ΧΟΡΟΣ
- θρεῦμαι
φοβερὰ μεγάλ’
ἄχη·
μεθεῖται
στρατὸς
στρατόπεδον
λιπών·
  
80
ῥεῖ πολὺς
ὅδε λεὼς
πρόδρομος
ἱππότας·
αἰθερία
κόνις με
πείθει φανεῖσ’,
ἄναυδος σαφὴς
ἔτυμος
ἄγγελος,
ἕλε δὲ γᾶς
ἐμᾶς πεδί’·
ὁπλῶν κτύπος,
ἒ ἕ,
χρίμπτεται.
(βοᾷ)
  
85
- ποτᾶται,
βρέμει δ’
ἀμαχέτου
δίκαν ὕδατος
ὀροτύπου.
ἰώ,
- ἰὼ ἰὼ θεοὶ
θεαί τ’,
ὀρόμενον
κακὸν
ἀλεύσατε.
(βοᾷ)
- ὑπὲρ
τειχέων
ὁ λεύκασπις
ὄρνυται λαὸς
εὐ-
τρεπὴς ἐπὶ
πόλιν διώκων
‹πόδα.›
- τίς ἄρα
ῥύσεται, τίς ἄρ’
ἐπαρκέσει
θεῶν ἢ θεᾶν;
  
95
πότερα δῆτ’
ἐγὼ ‹πάτρια›
προσπέσω
βρέτη
δαιμόνων;
- ἰώ, μάκαρες
εὔεδροι·
ἀκμάζει
βρετέων
ἔχεσθαι· τί
μέλ-
λομεν
ἀγάστονοι;

100
- ἀκούετ’ ἢ οὐκ
ἀκούετ’
ἀσπίδων
κτύπον;
- πέπλων καὶ
στεφέων πότ’ εἰ
μὴ νῦν ἀμ-
φὶ λιτάν’
ἕξομεν;
- κτύπον
δέδοικα·
πάταγος οὐχ
ἑνὸς δορός.
- τί ῥέξεις;
προδώσεις,
παλαίχθων

105
Ἄρης, τὰν τεάν;
- ὦ
χρυσοπήληξ
δαῖμον, ἔπιδ’
ἔπιδε πόλιν
ἅν ποτ’
εὐφιλήταν
ἔθου.
- θεοὶ
πολιάοχοι
χθονὸς ἴτ’, ἴτε,
πάντες.   [στρ.
α.

110
ἴδετε
παρθένων
ἱκέσιον
λόχον
δουλοσύνας
ὕπερ.
κῦμα περὶ
πτόλιν
δοχμολόφων
ἀνδρῶν

115
καχλάζει
πνοαῖς Ἄρεος
ὀρόμενον.
ἀλλ’, ὦ Ζεῦ ‹φεῦ
φεῦ› πάτερ
παντελές,
πάντως ἄρηξον
δαΐων ἅλωσιν.

120
Ἀργέϊοι γὰρ
πόλισμα
Κάδμου
κυκλοῦνται·
φόβος δ’ ἀρείων
ὅπλων.
διὰ δέ τοι
γενύων ἱππίων
κινύρονται
φόνον χαλινοί.
ἑπτὰ δ’
ἀγήνορες
πρέποντες
στρατοῦ

125
δορυσσοῖς
σαγαῖς
πύλαις
ἑβδόμαις
προσίστανται
πάλῳ λαχόντες.
σύ τ’, ὦ
Διογενὲς
φιλόμαχον
κράτος,   [ἀντ.
α.
ῥυσίπολις
γενοῦ,

130
Παλλάς, ὅ θ’
ἵππιος
ποντομέδων
ἄναξ
ἰχθυβόλῳ
μαχανᾷ
Ποσειδάν,
ἐπίλυσιν
φόβων,
ἐπίλυσιν
δίδου.

135
σύ τ’, Ἄρης, φεῦ,
φεῦ, πόλιν
ἐπώνυμον
Κάδμου
φύλαξον
κήδεσαί τ’
ἐναργῶς.

140
καὶ Κύπρις, ἅτ’
εἶ γένους
προμάτωρ,
ἄλευσον·
σέθεν γὰρ ἐξ
αἵματος
γεγόναμεν·
λιταῖς [σε]
θεοκλύτοις
ἀυτοῦσαι
πελαζόμεσθα.

145
καὶ σύ, Λύκει’
ἄναξ, Λύκειος
γενοῦ
στρατῷ δαΐῳ
[στόνων ἀυτᾶς].
σύ τ’, ὦ Λατογένεια
κούρα, τόξον
εὐτυκάζου.
[Ἄρτεμι φίλα].

150
ἒ ἕ, ἒ ἕ,   [στρ. β.
ὄτοβον
ἁρμάτων ἀμφὶ
πόλιν κλύω·
ὦ πότνι’ Ἥρα.
ἔλακον
ἀξόνων
βριθομένων
χνόαι·
Ἄρτεμι φίλα.

155
δοριτίνακτος
αἰθὴρ
ἐπιμαίνεται.
τί πόλις ἄμμι
πάσχει, τί
γενήσεται;
ποῖ δ’ ἔτι
τέλος ἐπάγει
θεός;
ἒ ἕ, ἒ ἕ,   [ἀντ.
β.
ἀκροβόλων [δ’]
ἐπάλξεις
λιθὰς
ἔρχεται·
ὦ φίλ’ Ἄπολλον.

160
κόναβος ἐν
πύλαις
χαλκοδέτων
σακέων·
παῖ Διός, ὅθεν
πολεμόκραντον
ἁγνὸν τέλος ἐν
μάχᾳ,
σύ τε, μάκαιρ’
ἄνασσ’ Ὄγκα, πρὸ
πόλεως

165
ἑπτάπυλον
ἕδος ἐπιρρύου.
ἰὼ παναρκεῖς
θεοί,   [στρ. γ.
ἰὼ τέλειοι
τέλειαί τε γᾶς
τᾶσδε
πυργοφύλακες,
πόλιν
δορίπονον μὴ
προδῶθ’

170
ἑτεροφώνῳ
στρατῷ.
κλύετε
παρθένων
κλύετε
πανδίκως
χειροτόνους
λιτάς.
ἰὼ φίλοι
δαίμονες,
  [ἀντ. γ.

175
λυτήριοί ‹τ’›
ἀμφιβάντες
πόλιν
δείξαθ’ ὡς
φιλοπόλεις,
μέλεσθέ θ’
ἱερῶν δημίων,
μελόμενοι δ’
ἄλξατε·
φιλοθύτων δέ
τοι πόλεος
ὀργίων

180
μνήστορες
ἐστέ μοι.
Ετ. ὑμᾶς ἐρωτῶ,
θρέμματ’ οὐκ
ἀνασχετά,
ἦ ταῦτ’ ἀρωγὰ
καὶ πόλει
σωτήρια,
στρατῷ τε
θάρσος τῷδε
πυργηρουμένῳ,

185
βρέτη
πεσούσας πρὸς
πολισσούχων
θεῶν
αὔειν,
λακάζειν,
σωφρόνων
μισήματα;
μήτ’ ἐν
κακοῖσι μήτ’ ἐν
εὐεστοῖ φίλῃ
ξύνοικος εἴην
τῷ γυναικείῳ
γένει.
κρατοῦσα μὲν
γὰρ οὐχ
ὁμιλητὸν
θράσος,

190
δείσασα δ’ οἴκῳ
καὶ πόλει
πλέον κακόν.
καὶ νῦν
πολίταις
τάσδε
διαδρόμους
φυγὰς
θεῖσαι
διερροθήσατ’
ἄψυχον κάκην·
τὰ τῶν
θύραθεν δ’ ὡς
ἄριστ’
ὀφέλλετε,
αὐτοὶ δ’ ὑπ’
αὐτῶν ἔνδοθεν
πορθούμεθα.

195
τοιαῦτά τἂν
γυναιξὶ
συνναίων
ἔχοις.
κεἰ μή τις
ἀρχῆς τῆς ἐμῆς
ἀκούσεται,
ἀνὴρ γυνή τε
χὤ τι τῶν
μεταίχμιον,
ψῆφος κατ’
αὐτῶν ὀλεθρία
βουλεύσεται,
λευστῆρα
δήμου δ’ οὔ τι
μὴ φύγῃ μόρον.

200
μέλει γὰρ
ἀνδρί - μὴ
γυνὴ
βουλευέτω -
τἄξωθεν·
ἔνδον δ’ οὖσα μὴ
βλάβην τίθει.
ἤκουσας, ἢ οὐκ
ἤκουσας; ἢ
κωφῇ λέγω;
Χο. ὦ φίλον
Οἰδίπου τέκος,
ἔδεισ’ ἀκού-
  [στρ. α.
σασα τὸν
ἁρματόκτυπον
ὄτοβον ὄτοβον,

205
ὅτε τε
σύριγγες
κλάγξαν ἑλικότροχοι,
ἱππικοί τ’
ἄπυον
πηδαλίων διὰ
στόμια
πυριγενετᾶν
χαλινοί.
Ετ. τί οὖν; ὁ
ναύτης ἆρα μὴ ‘ς
πρῷραν φυγὼν
πρύμνηθεν
ηὗρε μηχανὴν
σωτηρίας,

210
νεὼς καμούσης
ποντίῳ πρὸς
κύματι;
Χο. ἀλλ’ ἐπὶ
δαιμόνων
πρόδρομος
ἦλθον ἀρ-
  [ἀντ. α.
χαῖα βρέτη,
θεοῖς πίσυνος,
ὅτ’ ὀλοᾶς
νειφομένας
βρόμος
λιθάδος ἐν
πύλαις·
δὴ τότ’ ἤρθην
φόβῳ πρὸς
μακάρων λιτάς,
πόλεος

215
ἵν’ ὑπερέχοιεν
ἀλκάν.
Ετ. πύργον
στέγειν
εὔχεσθε
πολέμιον δόρυ.
οὐκοῦν τάδ’
ἔσται πρὸς
θεῶν. ἀλλ’ οὖν
θεοὺς
τοὺς τῆς
ἁλούσης
πόλεος
ἐκλείπειν
λόγος.
Χο. μήποτ’ ἐμὸν
κατ’ αἰῶνα
λίποι θεῶν
  [στρ. β.

220
ἅδε πανάγυρις,
μηδ’ ἐπίδοιμι
τάνδ’
ἀστυδρομουμέναν
πόλιν καὶ
†στράτευμ’
ἁπτόμενον
πυρὶ δαΐῳ.
Ετ. μή μοι
θεοὺς καλοῦσα
βουλεύου
κακῶς·
πειθαρχία γάρ
ἐστι τῆς
εὐπραξίας

225
μήτηρ, γυνὴ
Σωτῆρος· ὧδ’
ἔχει λόγος.
Χο. ἔστι· θεοῦ
δ’ ἔτ’ ἰσχὺς
καθυπερτέρα·
  [ἀντ. β.
πολλάκι δ’ ἐν
κακοῖσι τὸν
ἀμήχανον
κἀκ χαλεπᾶς
δύας ὕπερθ’
ὀμμάτων
κριμναμενᾶν
νεφελᾶν ὀρθοῖ.

230
Ετ. ἀνδρῶν τάδ’
ἐστί, σφάγια
καὶ χρηστήρια
θεοῖσιν
ἔρδειν,
πολεμίων
πειρωμένων·
σὸν δ’ αὖ τὸ
σιγᾶν καὶ
μένειν εἴσω
δόμων.
Χο. διὰ θεῶν
πόλιν νεμόμεθ’
ἀδάματον,
  [στρ. γ.
δυσμενέων δ’
ὄχλον πύργος
ἀποστέγει.

235
τίς τάδε
νέμεσις
στυγεῖ;
Ετ. οὔτοι
φθονῶ σοι
δαιμόνων
τιμᾶν γένος·
ἀλλ’ ὡς
πολίτας μὴ
κακοσπλάγχνους
τιθῇς,
εὔκηλος ἴσθι
μηδ’ ἄγαν
ὑπερφοβοῦ.
Χο. ἅμα
ποταίνιον
κλύουσα
πάταγον   [ἀντ.
γ.

240
ταρβοσύνῳ
φόβῳ τάνδ’ ἐς
ἀκρόπτολιν,
τίμιον ἕδος,
ἱκόμαν.
Ετ. μή νυν, ἐὰν
θνῄσκοντας ἢ
τετρωμένους
πύθησθε,
κωκυτοῖσιν
ἁρπαλίζετε.
τούτῳ γὰρ
Ἄρης βόσκεται,
φόνῳ βροτῶν.

245
Χο. καὶ μὴν
ἀκούω γ’
ἱππικῶν φρυαγμάτων.
Ετ. μή νυν
ἀκούουσ’
ἐμφανῶς ἄκου’
ἄγαν.
Χο. στένει
πόλισμα γῆθεν,
ὡς
κυκλουμένων.
Ετ. οὐκοῦν ἔμ’
ἀρκεῖ τῶνδε
βουλεύειν
πέρι;
Χο. δέδοικ’,
ἀραγμὸς δ’ ἐν
πύλαις
ὀφέλλεται.

250
Ετ. οὐ σῖγα
μηδὲν τῶνδ’
ἐρεῖς κατὰ
πτόλιν;
Χο. ὦ
ξυντέλεια, μὴ
προδῷς πυργώματα.
Ετ. οὐκ ἐς
φθόρον σιγῶσ’
ἀνασχήσῃ
τάδε;
Χο. θεοὶ
πολῖται, μή με
δουλείας
τυχεῖν.
Ετ. αὐτὴ σὺ
δουλοῖς κἀμὲ
καὶ πᾶσαν
πόλιν.

255
Χο. ὦ παγκρατὲς
Ζεῦ, τρέψον εἰς
ἐχθροὺς βέλος.
Ετ. ὦ Ζεῦ,
γυναικῶν οἷον
ὤπασας γένος.
Χο. μοχθηρόν,
ὥσπερ ἄνδρας
ὧν ἁλῷ πόλις.
Ετ.
παλινστομεῖς
αὖ θιγγάνουσ’
ἀγαλμάτων;
Χο. ἀψυχίᾳ γὰρ
γλῶσσαν
ἁρπάζει φόβος.

260
Ετ. αἰτουμένῳ
μοι κοῦφον εἰ
δοίης τέλος.
Χο. λέγοις ἂν
ὡς τάχιστα, καὶ
τάχ’ εἴσομαι.
Ετ. σίγησον, ὦ
τάλαινα, μὴ
φίλους φόβει.
Χο. σιγῶ· σὺν
ἄλλοις
πείσομαι τὸ
μόρσιμον.
Ετ. τοῦτ’ ἀντ’
ἐκείνων
τοὔπος
αἱροῦμαι
σέθεν.

265
καὶ πρός γε
τούτοις, ἐκτὸς
οὖσ’ ἀγαλμάτων,
εὔχου τὰ
κρείσσω,
ξυμμάχους
εἶναι θεούς·
κἀμῶν
ἀκούσασ’
εὐγμάτων,
ἔπειτα σὺ
ὀλολυγμὸν
ἱερὸν εὐμενῆ
παιώνισον,
Ἑλληνικὸν
νόμισμα
θυστάδος βοῆς,

270
θάρσος φίλοις,
λύουσα
πολέμιον
φόβον.
ἐγὼ δὲ χώρας
τοῖς
πολισσούχοις
θεοῖς,
πεδιονόμοις
τε κἀγορᾶς
ἐπισκόποις,
Δίρκης τε
πηγαῖς ὕδατί τ’
Ἰσμηνοῦ λέγω,
εὖ
ξυντυχόντων
καὶ πόλεως
σεσωμένης,

275
μήλοισιν
αἱμάσσοντας
ἑστίας θεῶν,
ταυροκτονοῦντας
θ’ οἷσιν ὧδ’
ἐπεύχομαι,
θήσειν
τροπαῖα, καὶ
λάφυρα δαΐων
στέψω πρὸ
ναῶν
δουρίπληχθ’
ἁγνοῖς δόμοις.
τοιαῦτ’
ἐπεύχου μὴ
φιλοστόνως
θεοῖς,

280
μηδ’ ἐν
ματαίοις
κἀγρίοις
ποιφύγμασιν·
οὐ γάρ τι
μᾶλλον μὴ
φύγῃς τὸ
μόρσιμον.
ἐγὼ δέ γ’
ἄνδρας ἓξ ἐμοὶ
σὺν ἑβδόμῳ
ἀντηρέτας
ἐχθροῖσι τὸν
μέγαν τρόπον
εἰς
ἑπτατειχεῖς
ἐξόδους τάξω
μολών,

285
πρὶν ἀγγέλους
σπερχνούς τε
καὶ
ταχυρρόθους
λόγους
ἱκέσθαι καὶ
φλέγειν
χρείας ὕπο.

BOOK: Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)
5.8Mb size Format: txt, pdf, ePub
ads

Other books

Little Sam's Angel by Wills, Larion
Militant Evangelism! by Ray Comfort
Front Lines by Michael Grant
Hush by Cherry Adair
The Triggerman Dance by T. JEFFERSON PARKER
The Solitude of Passion by Addison Moore
Labyrinth by Alex Archer
Seal of Destiny by Traci Douglass